← 索福克勒斯

埃阿斯

§731-813

卡尔卡斯的预言与搜寻艾阿斯的开始

使者传达了卡尔卡斯的预言,称雅典娜的愤怒在今天一天内将紧追艾阿斯不放,特克美萨和歌队随之焦急地展开搜寻以期挽救他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
731

λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω1ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.

随着年长者的言语调解,那发展到极点的争斗得以平息。

ἀλλ’ ἡμὶν Αἴας ποῦ’στιν, ὡς φράσω τάδε;

但是,艾阿斯在哪里?好让我向他告知这些。

τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.

因为向主人必须禀告所有的事情。

735

οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας

他不在里面,而是刚刚出去了,将新的

βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.

计划与新的行事方式结合在一起。

ἰοὺ ἰού.

哎呀,哎呀!

βραδεῖαν ἡμᾶς ἆρ’ ὁ τήνδε τὴν ὁδὸν

莫非是派遣我踏上这条路的人,让我太迟出发,

πέμπων ἔπεμψεν, ἢ’φάνην ἐγὼ βραδύς.

还是我自己显得迟缓了?

740

τί δ’ ἐστὶ χρείας τῆσδ’ ὑπεσπανισμένον;2

在这件紧迫的事情中,究竟有什么被延误了?

τὸν ἄνδρ’ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης

特乌克罗斯在帐篷内曾吩咐那个人

μὴ’ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.

不要让他到外面去,直到他自己赶到为止。

ἀλλ’ οἴχεταί τοι, πρὸς τὸ κέρδιον τραπεὶς

但他确实已经走了,转向了更为有利的

γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.

想法,以便与神明消除愤怒,达成和解。

745

ταῦτ’ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,

这些话完全充满了愚蠢,

εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.

如果卡尔卡斯在神智清醒的情况下所做的预言当真的话。

ποῖον; τί δ’ εἰδὼς τοῦδε πράγματος πέρι;

什么预言?关于这件事,他知道些什么?

τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.

我只知道这么多,而且我当时正好在场。

ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου

因为卡尔卡斯从会议和王室的圈子里

750

Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,

独自一人离开,与阿特柔斯之子分开,

ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως

亲切地拉着特乌克罗斯的右手,

θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ

叮嘱并想尽一切办法强烈命令:

εἶρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε

在今天这显露的一日之内,

Αἴανθ’ ὑπὸ σκηναῖσι μηδ’ ἀφέντ’ ἐᾶν,

将艾阿斯限制在帐篷下,不要放他出去,

755

εἰ ζῶντ’ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.

如果他还想有朝一日看到他活着的话。

ἐλᾷ γὰρ αὐτὸν τήνδ’ ἔθ’ ἡμέραν μόνην

因为,唯独在今天这一天,

δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.

神圣的雅典娜的愤怒仍在追迫他,正如他亲口所说。

τὰ γὰρ περισσὰ κἀνόητα σώματα

因为那些超越常度而又愚蠢的身体,

πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις

终将因神明带来的沉重灾祸而倒下,

760

ἔφασχ’ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν

预言家如此说道。任何虽生为人类的本性,

βλαστὼν ἔπειτα μὴ κατ’ ἄνθρωπον φρονῇ.3

却又怀着不合人类本分的高傲想法的人,皆是如此。

κεῖνος δ’ ἀπ’ οἴκων εὐθὺς ἐξορμώμενος

那个人甚至在刚离开家时,

ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.

面对好言相劝的父亲,就显露出了愚蠢。

ὃ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δορὶ

因为父亲曾对他说:“孩子,用你的长矛

765

βούλου κρατεῖν μέν, σὺν θεῷ δ’ ἀεὶ κρατεῖν.

去争取胜利吧,但要始终在神明的帮助下争取胜利。”

ὃ δ’ ὑψικόμπως κἀφρόνως ἠμείψατο,

他却高傲而愚蠢地回答道:

πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ

“父亲,哪怕是无能之辈,与神明在一起

κράτος κατακτήσαιτ’· ἐγὼ δὲ καὶ δίχα

也能赢得胜利;但我即使没有他们,

κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος.

也有信心亲手夺得这份荣耀。”

770

τοσόνδ’ ἐκόμπει μῦθον. εἶτα δεύτερον

他便是吹嘘了如此狂妄的言语。接着是第二次,

δίας Ἀθάνας, ἡνίκ’ ὀτρύνουσά νιν

神圣的雅典娜在激励他、

ηὐδᾶτ’ ἐπ’ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,

吩咐他向仇敌施展血腥之手时,

τότ’ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ’ ἔπος·

他当时却回答了可怕而不可言说的话语:

ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας

“女王啊,请去站在其他阿耳戈斯人身旁吧,

775

ἵστω, καθ’ ἡμᾶς δ’ οὔποτ’ ἐκρήξει μάχη.

在我们这里,战线永远不会被突破。”

τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς

正是因为这些话,他招致了女神

ἐκτήσατ’ ὀργήν, οὐ κατ’ ἄνθρωπον φρονῶν.

难以取悦的愤怒,因为他没有怀着人类应有的谦逊想法。

ἀλλ’ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ’ ἂν

但是,如果他今天还活着,也许

γενοίμεθ’ αὐτοῦ σὺν θεῷ σωτήριοι.

我们在神明的帮助下能成为他的拯救者。

780

τοσαῦθ’ ὁ μάντις εἶφ’· ὃ δ’ εὐθὺς ἐξ ἕδρας

预言家说了这么多;特乌克罗斯便立刻从他的座位上

πέμπει με σοὶ φέροντα τάσδ’ ἐπιστολὰς

派我来找你,带着这些嘱托

Τεῦκρος φυλάσσειν. εἰ δ’ ἀπεστερήμεθα,

让你看守。但如果我们错失了机会,

οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.

那个人便已不复存在了——如果卡尔卡斯确实英明的话。

ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,

噢,不幸的特克美萨,悲惨命运的后代啊,

785

ὅρα μολοῦσα τόνδ’ ὁποῖ’ ἔπη θροεῖ.

快走出来,看看这人说的是什么话。

ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.4

因为这利刃已剃到了皮肤,让人无法高兴。

τί μ’ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην

为什么要把我这好不容易刚从无尽的

κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;

痛苦中解脱出来的可怜人,再次从座位上唤起?

τοῦδ’ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων

请听这人的话,他带回了关于艾阿斯

790

Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ’ ἐγώ.

处境的消息,这让我痛苦万分。

οἴμοι, τί φής, ὤνθρωπε; μῶν ὀλώλαμεν;

天哪,你在说什么,喂?难道我们完蛋了吗?

οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ’ ὅτι,

我不知道你的处境,但关于艾阿斯,

θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.

如果他真的在外面,我对他感到十分担忧。

καὶ μὴν θυραῖος, ὥστε μ’ ὠδίνειν τί φής.

他确实在外面,这正是让我因你所说的话而痛苦不堪的原因。

795

ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται

特乌克罗斯极力吩咐将他限制在

σκηνῆς ὕπαυλον μηδ’ ἀφιέναι μόνον.

帐篷的庇护下,不要让他独自外出。

ποῦ δ’ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;

特乌克罗斯在哪里?他又是凭什么说这些话的?

πάρεστ’ ἐκεῖνος ἄρτι· τήνδε δ’ ἔξοδον

他刚刚赶到;他预料艾阿斯的这次外出

ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.

将会带来毁灭。

800

οἴμοι τάλαινα, τοῦ ποτ’ ἀνθρώπων μαθών;

天哪,我这可怜的人!他是从谁那里得知的?

τοῦ Θεστορείου μάντεως, καθ’ ἡμέραν

是从泰斯托尔的预言家儿子那里知道的,就在今天,

τὴν νῦν ὃ τούτῳ θάνατον ἢ βίον φέρει.

今天这一天将带给他死亡或生存。

οἲ’γώ, φίλοι, πρόστητ’ ἀναγκαίας τύχης,

哎呀!朋友们,请帮我抵挡这逼人的命运,

καὶ σπεύσαθ’ οἳ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,

请快点行动,一些人快去催促特乌克罗斯赶来,

805

οἳ δ’ ἑσπέρους ἀγκῶνας, οἳ δ’ ἀντηλίους

另一些人去西边的海湾,还有些人去东边的海湾,

ζητεῖτ’ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.

去寻找那个人不幸的外出轨迹。

ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη

因为我现在确切地知道,我被那个人欺骗了,

καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.

并且被他从往日的恩宠中抛弃了。

οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.

哎呀,我的孩子,我该怎么办?绝不能坐视不理。

810

ἀλλ’ εἶμι κἀγὼ κεῖσ’ ὅποιπερ ἂν σθένω.

我也尽我所能去往那里。

χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμή,

我们走吧,快点,现在不是坐着的时候,

σῴζειν θέλοντες ἄνδρα γ’ ὃς σπεύδει θανεῖν.

如果我们想要拯救一个急于求死的人的话。

χωρεῖν ἑτοῖμος, κοὐ λόγῳ δείξω μόνον.

我已准备好出发,并且我将不仅仅用言语来证明。

语法注4 条
  1. 731λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω

    无定过去时能动分词 δραμοῦσα(源自 τρέχω “跑”)与主语 ἔρις 一致,表示时间上的先后(“在跑到了……之后”)。τοῦ προσωτάτω 是副词最高级 προσωτάτω 加上中性属格定冠词,表示程度或限度的属格(“发展到极点/最远处”)。

  2. 740τί δ’ ἐστὶ χρείας τῆσδ’ ὑπεσπανισμένον

    中性形容词/分词表达 ὑπεσπανισμένον(意为“匮乏、不足”)支配着表示匮乏对象的属格 χρείας τῆσδε(意为“这一紧急需要/用件”),全句意为“在这件紧迫的事情中,究竟有什么被耽误/匮乏了?”

  3. 761βλαστὼν ἔπειτα μὴ κατ’ ἄνθρωπον φρονῇ

    分词 βλαστὼν(意为“诞生、作为……出生”)指代由关系词 ὅστις(760行)引导的从句主语,与随后的副词 ἔπειτα(意为“此后、然后”)以及带否定词 μὴ 的虚拟式从句 φρονῇ(意为“心怀高傲想法”)形成对比,突出了“虽生为凡人,却怀有非人高傲想法”的矛盾特征。

  4. 786ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.

    习惯用语 ξυρεῖ ἐν χρῷ(字面意为“剃到皮肤”,比喻“千钧一发、极度危急的境地”)。其后直接带否定词 μὴ 的“宾格加不定式”结构 μὴ χαίρειν τινά(意为“使任何人都无法高兴”),在没有 ὥστε 的情况下表达了必然导致的结果。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:731-813