- 底本
- Sophocles. Sophoclis Fabulae. Pearson, Alfred Chilton, editor. Oxford: Clarendon Press, 1924.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:540-635
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
艾阿斯与儿子埃里萨克斯相见,将自己坚不可摧的盾牌托付给他,并嘱咐其余武器随自己一同下葬。在喝退泰克梅萨并命令关闭帐篷后,歌队歌唱对故乡萨拉米斯的怀念、艾阿斯的疯狂以及他父母将要承受的深重悲哀。
τί δῆτα μέλλει μὴ οὐ1 παρουσίαν ἔχειν;
他为什么迟迟不来呢?
ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
孩子,父亲在叫你。仆人们中,
ἄγ’ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
正用双手牵着引导他的人,把他带到这里来吧。
ἕρποντι φωνεῖς, ἢ λελειμμένῳ λόγου;
他是正走过来,还是没有听到你的话?
καὶ δὴ κομίζει προσπόλων ὅδ’ ἐγγύθεν.
瞧,一位仆人正从近处把他带过来。
αἶρ’ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὔ,
抱起他,把他抱到这里来。因为他决不会害怕
νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
看到这新宰杀的血迹,
εἴπερ δικαίως ἔστ’ ἐμὸς τὰ πατρόθεν.
如果他确实继承了父亲的血统、是我的亲生骨肉。
ἀλλ’ αὐτίκ’ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
但必须立刻在父亲严酷的规矩中
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
驯化他,并使他的本性与之同化。
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
噢,孩子,愿你比父亲更幸运,
τὰ δ’ ἄλλ’ ὁμοῖος· καὶ γένοι’ ἂν οὐ κακός.
但在其他方面像他一样;这样你就不会是个懦夫。
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
然而,即使是现在,我也正可在这一点上羡慕你,
ὁθούνεκ’ οὐδὲν τῶνδ’ ἐπαισθάνῃ κακῶν.
因为你对这些灾祸毫无所觉。
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος, [τὸ μὴ φρονεῖν γὰρ κάρτ’ ἀνώδυνον κακόν,]
因为在毫无知觉中生活是最甜蜜的,
[因为毫无知觉实在是毫无痛苦的祸患,]
ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
直到你学会欢乐与悲伤。
ὅταν δ’ ἵκῃ πρὸς τοῦτο, δεῖ σ’ ὅπως πατρὸς
但当你达到那个阶段时,你必须
δείξεις2 ἐν ἐχθροῖς οἷος ἐξ οἵου ᾿τράφης.
在仇敌面前展示出你是在怎样的父亲培育下成长起来的怎样的人。
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
在此期间,愿你在轻柔的微风中成长,滋养你年轻的
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
心灵,成为这位母亲的快乐。
οὔτοι σ’ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
我知道,阿开亚人中绝不会有人侮辱你,
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ’ ἐμοῦ.
施以可憎的侵害,即使我不在你身边。
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
我将在你身边留下特乌克罗斯这样一位不知疲倦的守护者,
λείψω τροφῆς ἄοκνον ἔμπα κεἰ τανῦν
来抚养你,即使他现在
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
远在天边,追猎敌人。
ἀλλ’, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
但是,持盾的勇士们,海上的子民,
ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν,
我也向你们请求这共同的恩惠,
κείνῳ τ’ ἐμὴν ἀγγείλατ’ ἐντολήν, ὅπως
并向他传达我的命令,让他
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
带着这孩子回到我的家中,
Τελαμῶνι δείξει μητρί τ’, Ἐριβοίᾳ λέγω,
展示给特拉蒙以及我的母亲——我是说埃里玻亚,
ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,
以便他能永远成为他们养老的依靠,
ἔστ’ ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,
直到他们到达地下之神的深处。
καὶ τἀμὰ τεύχη μήτ’ ἀγωνάρχαι τινὲς
另外,我的武器,绝不要让任何竞技主持者
θήσουσ’ Ἀχαιοῖς μήτε λυμεὼν ἐμός.
拿去让阿开亚人争夺,也不要给那毁灭我的人。
ἀλλ’ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
相反,孩子,你自己拿着那与你同名的、
Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
大盾,转动缝合紧密的手柄,
πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος·
握住那牛皮七重坚不可摧的坚盾;
τὰ δ’ ἄλλα τεύχη κοίν᾽ ἐμοὶ τεθάψεται.
而我的其他武器将与我一同埋葬。
ἀλλ’ ὡς τάχος τὸν παῖδα τόνδ’ ἤδη δέχου,
好了,快把这孩子接过去,
καὶ δῶμα πάκτου, μηδ’ ἐπισκήνους γόους
关上房门,不要在帐篷前痛哭
δάκρυε. κάρτα τοι φιλοίκτιστον γυνή.
流泪。女人确实极易流泪哀叹。
πύκαζε θᾶσσον. οὐ πρὸς ἰατροῦ σοφοῦ
快关上。一个聪明的医生,
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.3
绝不会在需要开刀的重病面前吟诵咒语哭泣。
δέδοικ’ ἀκούων τήνδε τὴν προθυμίαν.
听到你这急切的话,我很害怕。
οὐ γάρ μ’ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
因为你那尖锐的言辞无法让我安心。
ὦ δέσποτ’ Αἴας, τί ποτε δρασείεις φρενί;
噢,主人艾阿斯,你心里到底想做什么?
μὴ κρῖνε, μὴ ᾽ξέταζε· σωφρονεῖν καλόν.
不要评判,不要追问;保持克制是好的。
οἴμ’ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
啊,我多么沮丧!我凭着你的孩子
καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
和诸神恳求你,不要背叛并抛弃我们。
ἄγαν γε λυπεῖς. οὐ κάτοισθ’ ἐγὼ θεοῖς
你太让我心烦了。难道你不知道,我对于神明
ὡς οὐδὲν ἀρκεῖν εἴμ’ ὀφειλέτης ἔτι;
已经不再欠下任何需要回报的恩情了吗?
εὔφημα φώνει.
请说吉利的话。
τοῖς ἀκούουσιν λέγε.
去对那些听从的人说吧。
σὺ δ’ οὐχὶ πείσῃ;
你难道不听从吗?
πόλλ’ ἄγαν ἤδη θροεῖς.
你已经说得太多了。
ταρβῶ γάρ, ὦναξ.
因为我很害怕,主人。
οὐ ξυνέρξεθ’ ὡς τάχος;
你们还不赶快把她关进去?
πρὸς θεῶν, μαλάσσου.
凭诸神的名义,请宽容些。
μῶρά μοι δοκεῖς φρονεῖν,
在我看来你想法愚蠢,
εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
如果你打算直到现在才来教育我的性格。
ὦ κλεινὰ Σαλαμίς, σὺ μέν
噢,著名的萨拉米斯,你大约
που ναίεις ἁλίπλακτος εὐδαίμων,
在海浪拍打中幸福地安居,
πᾶσιν περίφαντος αἰεί·
永远为所有人瞩目;
ἐγὼ δ’ ὁ τλάμων παλαιὸς ἀφ’ οὗ χρόνος4
而我这可怜的人,在漫长的时间里,
μίμνων ἀν’ Ἴδαν λειμῶνι ποᾶντι μηνῶν
滞留在伊达长满青草的牧场,
ἀνήριθμος αἰὲν εὐνῶμαι
数着数不清的月份,
χρόνῳ τρυχόμενος,
被岁月折磨着,躺卧着,
κακὰν ἐλπίδ’ ἔχων ἔτι μέ
心怀着坏的预感,以为有朝一日
ποτ’ ἀνύσειν τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
会到达那可怕的、看不见的冥府。
καί μοι δυσθεράπευτος Αἴας
而且,那难以治愈的艾阿斯
ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
正陪伴在我身边,天哪,
θείᾳ μανίᾳ ξύναυλος·
与神降的疯狂同住;
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
你曾送他出去,在过去那猛烈的
κρατοῦντ’ ἐν Ἄρει· νῦν δ’ αὖ φρενὸς οἰοβώτας
战争中克敌制胜;但如今,他的心退缩在孤独中,
φίλοις μέγα πένθος ηὕρηται.
被发现成了朋友们极大的悲哀。
τὰ πρὶν δ’ ἔργα χεροῖν
他双手过去的
μεγίστας ἀρετᾶς ἄφιλα
极伟大武勋,已经落得毫无爱戴,
παρ’ ἀφίλοις ἔπεσ’ ἔπεσε μελέοις Ἀτρείδαις.
坠落在无情且悲惨的阿特柔斯之子们面前。
ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
想必,在古老岁月中长大的、
λευκῷ τε γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
白发苍苍的老母亲,当她听到他
φρενοβόρως ἀκούσῃ,
正饱受噬心之疯癫折磨时,
αἴλινον αἴλινον
唱起哀歌,唱起哀歌,
οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
那绝不像可怜的夜莺
ἥσει δύσμορος, ἀλλ’
那样的哀鸣,这不幸的母亲,而是
ὀξυτόνους μὲν ᾠδὰς
会用尖锐高亢的声音
θρηνήσει, χερόπλακτοι δ’
哀悼,她的双手
ἐν στέρνοισι πεσοῦνται
会捶打在胸膛上,
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
发出沉闷的声响,并撕扯着她的白发。
κρείσσων γὰρ Ἅιδᾳ κεύθων5 ὁ νοσῶν μάταν,
因为与其在疯狂中徒然受苦,不如隐藏在冥府之中,
- 540μὴ οὐ
双重否定词 μὴ οὐ 紧跟在表示延迟、迟疑的动词(此处为 μέλλει)之后,用于加强不定式的否定语气,意为“为什么不出现呢?”或“他怎么还没来?”。
- 556ὅπως ... δείξεις
非人称动词 δεῖ(必须)与表示强烈命令或努力的 ὅπως +将来直说式(δείξεις)的混合句式。通常作为独立命令表达的 ὅπως 从句在此处与 δεῖ σε 发生了松散的结合。
- 582πρὸς τομῶντι πήματι
介词 πρός 接与格,意为“面对、针对”。τομῶντι 是动词 τομάω(需要切开/手术)的现在活动分词,修饰名词 πήματι(伤痛、疾病),表示“需要动刀(切开)的顽疾”。
- 600παλαιὸς ἀφ’ οὗ χρόνος
字面意思是“自那以来,已经过了很长的时间”,这是一种表示“很久以前”或“长期以来”的惯用时间表达法。关系代名词的副词性用法 ἀφʼ οὗ(自……之时起)与主语 παλαιὸς χρόνος(长久的时间)相结合,形成了这一表达。
- 635κρείσσων ... κεύθων
比较级形容词主格 κρείσσων(更好、强于)直接连用主格分词 κεύθων(隐藏着、隐藏的人),构成表语性结构,意为“(患病之人)隐藏在冥府里(即死去)更好”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — insert 1 处
- 2026-11-24 AI校阅 — 译文 1 处
