- 底本
- Sophocles. Sophoclis Fabulae. Pearson, Alfred Chilton, editor. Oxford: Clarendon Press, 1924.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:464-539
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
艾阿斯表露宁死不愿受辱的决心,台克墨萨则以自身和右子的奴隶命运苦苦劝阻,最终艾阿斯要求将他们的孩子带到面前。
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,1
当我两手空空、毫无武勋奖赏地出现时,
ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
而我的父亲当年却凭此赢得了无上的荣耀王冠?
οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτ’ ἰὼν
这绝不能容忍。那难道我要去
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
特洛伊人的堡垒,独自一人去与他们对决,
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
立下些许战功,然后再最终死去吗?
ἀλλ’ ὧδέ γ’ Ἀτρείδας ἂν εὐφράναιμί που.
但这样一来,想必只会让阿特柔斯之子们称心如意。
οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
这是绝不可能的。我必须寻找某种尝试,
τοιάδ’ ἀφ’ ἧς γέροντι δηλώσω πατρὶ
通过它向年迈的父亲证明,
μή τοι φύσιν γ’ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
我身为他的儿子,天性决非懦弱。
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
因为,对于一个在灾难中无法求得改变的人来说,
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
一味奢求长寿是可耻的。
τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει
因为,仅仅是日复一日地虚度,
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;2
除了让死亡延期之外,还能带来什么乐趣?
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτῶν
对于那些靠虚无的希望来温暖自己的人,
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.
我连一文钱的价值也不会给予他。
ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
高贵的人,要么体面地活着,要么体面地死去。
τὸν εὐγενῆ χρή. πάντ’ ἀκήκοας λόγον.
你要听的话已经说完了。
οὐδεὶς ἐρεῖ ποθ’ ὡς ὑπόβλητον λόγον,
艾阿斯,绝不会有人说你说了虚伪的话,
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
相反,这是你发自内心之言。
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
然而,还是请你打消念头吧,放手这些忧虑,
γνώμης κρατῆσαι τάσδε φροντίδας μεθείς.
顺从你挚友们的心意吧。
ὦ δέσποτ’ Αἴας, τῆς ἀναγκαίας τύχης
噢,主人艾阿斯,对于人类而言,
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
没有比无法逃避的命运更沉重的灾祸了。
ἐγὼ δ’ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
我本出身于自由的父亲,
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
他曾是弗里吉亚人中财富首屈一指的显赫人物;
νῦν δ’ εἰμὶ δούλη. θεοῖς γὰρ ὧδ’ ἔδοξέ που
但如今我却沦为奴隶。因为诸神大约是这样安排的,
καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
而这更是出于你的双手。所以,自从
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
我委身于你的床榻,我便事事为你着想,
καί σ’ ἀντιάζω πρός τ’ ἐφεστίου Διὸς
我凭着守护炉灶的宙斯,
εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
以及你与我结合的床榻,来恳求你:
μή μ’ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
不要让我被你的仇敌施以恶毒的诽谤,
τῶν σῶν ὑπ’ ἐχθρῶν, χειρίαν ἀφείς τινι.
不要把我抛弃并任由他人来蹂躏。
εἰ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
因为,如果你死去,因亡故而抛下我,
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ’ ἡμέρᾳ
你要知道,就在那一时刻,就在那一天,
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
我也会被阿耳戈斯人强行掳走,
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
与你的孩子一同过着奴隶般的寄生生活。
καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
到那时,某位主人会用恶毒的话语,
λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν
射出他的语言之箭:“看啊,这就是
Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,
那曾称雄全军的艾阿斯的床榻之伴,
οἵας λατρείας ἀνθ’ ὅσου ζήλου3 τρέφει.
如今从往日遭人妒忌的地位,沦落到何等卑微的奴役之中!”
τοιαῦτ’ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
人人都将这么说;命运将折磨我,
σοὶ δ’ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
而这些话也将成为你和你家族的耻辱。
ἀλλ’ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
看在老父的份上,请可怜他被你抛弃在悲惨的
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
晚年吧;也请可怜你的母亲吧,
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
她已年过花甲,却常常
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
向神明祈求,保佑你生还家园;
οἴκτιρε δ’, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
也请怜悯你的孩子吧,我主。如果他失去了
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
幼时的抚养,失去你而孤独地度日,
ὑπ’ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
在不怀好意的人监护下成长,你要知道,
κείνῳ τε κἀμοὶ τοῦθ’, ὅταν θάνῃς, νεμεῖς.4
你一旦死去,这将给那孩子和我会留下多么深重的灾难。
ἐμοὶ γὰρ οὐκέτ’ ἔστιν εἰς ὅ τι βλέπω
因为除了你,我已别无
πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ’ ᾔστωσας δορί,
寄托。你用长矛毁灭了我的祖国,
καὶ μητέρ’ ἄλλη μοῖρα τὸν φύσαντά τε
而我的母亲和生身之父,也因另一种命运的判决,
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
沦落成了哈得斯冥府里的亡魂。
τίς δῆτ’ ἐμοὶ γένοιτ’ ἂν ἀντὶ σοῦ πατρίς;
那么,除了你,谁还能做我的祖国?
τίς πλοῦτος; ἐν σοὶ πᾶσ’ ἔγωγε σῴζομαι.
谁还能做我的财富?在你的身上,我的一切才得以保全。
ἀλλ’ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
所以,请记住我吧。男人应当
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
心怀感恩,如果他曾从别处获得过欢愉。
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ’ ἀεί·
因为恩情总是滋生新的恩情;
ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
如果有人接受了恩惠却随之忘却,
οὐκ ἂν γένοιτ’ ἔθ’ οὗτος εὐγενὴς ἀνήρ.
那么他就再也配不上被称为高贵之人。
Αἴας, ἔχειν σ’ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
艾阿斯,我真希望你能像我一样心怀怜悯,
θέλοιμ’ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ’ ἔπη.
这样你就会赞同她的话了。
καὶ κάρτ’ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
只要她敢于好好地完成被交代的事情,
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
她就一定会获得我极大的赞赏。
ἀλλ’, ὦ φίλ’ Αἴας, πάντ’ ἔγωγε πείσομαι.
但是,亲爱的艾阿斯,我什么都会听从的。
κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
那么把我的孩子带过来,让我见见他。
καὶ μὴν φόβοισί γ’ αὐτὸν ἐξελυσάμην.
说实在的,因为害怕,我先前把他送走了。
ἐν τοῖσδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις;
是在这场灾难之中吗?或者你对我说了什么?
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
我怕这不幸的孩子万一撞见你而被杀。
πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
这倒确实符合我那受诅咒的命运。
ἀλλ’ οὖν ἐγὼ ᾿φύλαξα τοῦτό γ’ ἀρκέσαι.
不过无论如何,我防范了这一点,保护了他。
ἐπῄνεσ’ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
我赞赏你的所作所为,以及你的高瞻远瞩。
τί δῆτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφελοῖμί σε;
那么,在这种情况下,我还能为你做点什么呢?
δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ’ ἰδεῖν.
把他带给我,让我和他说说话,亲眼看着他。
καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
好的,他正由仆人们在附近看护着。
- 464γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ
修饰前文 self (με) 的宾格分词短语,作为 εἰσιδεῖν 的宾语,意为“赤裸裸地(没有获得武勋赏赐地)出现在父亲面前”,生动表现其羞耻。
- 476προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν
阴性分词 προσθεῖσα 和 ἀναθεῖσα 与主语 ἡμέρα(日子)一致,支配属格 τοῦ κατθανεῖν(死亡)。此句采用反问语气,意为“除了让死亡延期之外,仅仅是增加一天又有什么乐趣”。
- 503οἵας λατρείας ἀνθ’ ὅσου ζήλου
使用双重关系词/感叹词的紧密对比结构,将往昔受到的羡慕(ὅσου ζήλου)与如今卑微的劳役(οἵας λατρείας)进行强烈对照。
- 513νεμεῖς
动词 νέμω(分配、带来)的直说法语态将来时第二人称单数,表示如果艾阿斯死去,他将给孩子和台克墨萨带来(分配)多么深重的灾难。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-10-12)
- 2026-10-12 AI校阅 — 译文 1 处
