- 底本
- Sophocles. Sophoclis Fabulae. Pearson, Alfred Chilton, editor. Oxford: Clarendon Press, 1924.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:368-463
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
恢复理智的艾阿斯哀叹自己屠杀野兽并沦为笑柄的奇耻大辱,直面自身绝望的境地。在遭到诸神、希腊军队以及特洛伊土地共同唾弃的当下,他为如何能回到荣归故里的父亲面前而深感痛苦。
μή, δέσποτ’ Αἴας, λίσσομαί σ’, αὔδα τάδε.
不要这样,主人艾阿斯,我恳求你,不要说出这样的话。
οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμῇ πόδα;
你还不出去吗?难道不转回脚步退下去吗?
αἰαῖ αἰαῖ.
呜呼,痛哉!
ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
噢,凭着诸神起誓,请让步并恢复清醒吧。
ὢ δύσμορος, ὃς χεροῖν
噢,我这不幸的人啊,我
μεθῆκα τοὺς ἀλάστορας,1
亲手放走了那些该受天谴的仇敌,
ἐν δ’ ἑλίκεσσι βουσὶ καὶ
却扑向那些弯角的大公牛和
κλυτοῖς πεσὼν αἰπολίοις
著名的山羊群,
ἐρεμνὸν αἷμ’ ἔδευσα.
染红了它们暗黑的血。
τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις;
既然事情已经做下,你又何必如此痛苦?
οὐ γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχοι.2
因为这些事情绝不可能不成为这般模样。
ἰὼ πάντα δρῶν, ἁπάντων τ’ ἀεὶ
噢,无所不为的家伙,一切
κακῶν ὄργανον, τέκνον Λαρτίου,
恶事的工具,拉尔提奥斯之子啊,
κακοπινέστατόν τ’ ἄλημα στρατοῦ,
军营中最卑劣的无耻之徒,
ἦ που πολὺν γέλωθ’ ὑφ’ ἡδονῆς ἄγεις.
想必你正在得意地哈哈大笑。
ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
凭着神的意旨,人人都会笑,也都会哭。
ἴδοιμι δή νιν, καίπερ ὧδ’ ἀτώμενος.
但愿我能亲眼见到他,即便我正承受着这般痛苦。
ἰώ μοί μοι.
呜呼,痛哉!
μηδὲν μέγ’ εἴπῃς· οὐχ ὁρᾷς ἵν’ εἶ κακοῦ;
切莫口出狂言,难道你看不见自己已深陷何等灾祸之中?
ὦ Ζεῦ, προγόνων πάτερ,
噢,宙斯,先祖之父啊,
πῶς ἂν τὸν αἱμυλώτατον,
我该如何杀死那个最狡诈、
ἐχθρὸν ἄλημα, τούς τε δισσάρχας
可憎的骗子,以及那两位执政的
ὀλέσσας βασιλῆς,
主帅国王,
τέλος θάνοιμι καὐτός;
最终连自己也一同死去呢?
ὅταν κατεύχῃ ταῦθ’, ὁμοῦ κἀμοὶ θανεῖν
当你作此祈祷时,也请祈求让我也一同死去吧;
εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
因为一旦你死去了,我还有何理由苟活?
ἰώ,
呜呼,
σκότος, ἐμὸν φάος,
黑暗啊,我的光明,
ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
幽冥啊,对我而言最明亮的处所,
ἕλεσθ’ ἕλεσθέ μ’ οἰκήτορα,
纳下我,纳下我作你们的居者吧,
ἕλεσθέ μ’· οὔτε γὰρ θεῶν γένος
纳下我吧;因为我已不再配得去企望
οὔθ’ ἁμερίων ἔτ’ ἄξιος
诸神一族或朝生暮死的凡人,
βλέπειν τιν’ εἰς ὄνασιν ἀνθρώπων.
来给自己带来任何助益。
ἀλλά μ’ ἁ Διὸς
唯有那宙斯之女,
ἀλκίμα θεὸς
那勇武的女神,
ὀλέθριον αἰκίζει.
正在将我无情地折磨至毁灭。
ποῖ τις οὖν φύγῃ;
那么,人能逃往何处?
ποῖ μολὼν μενῶ;
前往何处才能安身?
εἰ τὰ μὲν φθίνει,
如果往日的荣耀已经逝去,
φίλοι, τίσις δ’ ἐμοῦ πέλας,
朋友们啊,复仇已迫在眉睫,
μώραις δ’ ἄγραις προσκείμεθα,
而我们却耽溺于荒谬的猎获之中,
πᾶς δὲ στρατὸς δίπαλτος ἄν
且全军上下都要双手持着武器,
με χειρὶ φονεύοι.
将我置于死地。
ὦ δυστάλαινα, τοιάδ’ ἄνδρα χρήσιμον
悲哉,这样一个有用的人,竟说出
φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ’ ἄν.
这样的话,这在以前他是绝不甘心说出口的。
ἰώ,
呜呼,
πόροι ἁλίρροθοι
怒涛拍岸的海路,
πάραλά τ’ ἄντρα καὶ νέμος ἐπάκτιον,
沿海的洞窟,以及临海的丛林,
πολὺν πολύν με δαρόν τε δὴ
你们曾将我极其漫长、极其久远地
κατείχετ’ ἀμφὶ Τροίαν χρόνον·
留在特洛伊的周围;
ἀλλ’ οὐκέτι μ’, οὐκ ἔτ’ ἀμπνοὰς
但再也不会了,再也不会留住一个尚有
ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
呼吸的我;凡有理性的人,都该明白这一点。
ὦ Σκαμάνδριοι
噢,斯卡曼德罗斯的
γείτονες ῥοαί,
邻近流澜,
ἐύφρονες Ἀργείοις,
曾对阿耳戈斯人温和友善,
οὐκέτ’ ἄνδρα μὴ
你们再也不会看见这个男人了——
τόνδ’ ἴδητ’, ἔπος
我要说出一句
ἐξερῶ μέγ’, οἷον
豪言壮语:在特洛伊
οὔτινα Τροία στρατοῦ
所见过的
δέρχθη χθονὸς μολόντ’ ἀπὸ
来自希腊之地的军旅中,
Ἑλλανίδος· τανῦν δ’ ἄτιμος
绝无第二人能与他相比。可如今,我却
ὧδε πρόκειμαι.
这样毫无尊严地横尸于此。
οὔτοι σ’ ἀπείργειν οὐδ’ ὅπως ἐῶ λέγειν
面对你遭遇如此深重的灾难,我既无法阻拦你,
ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
也不知该如何劝慰你。
αἰαῖ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον
哀哉!谁能想到,我这名字
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
竟会如此契合我所遭遇的灾难?
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
因为如今我确可两度、甚至三度悲叹“哀哉”;
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
因为我正遭遇着这般深重的灾祸。
ὅτου πατὴρ μὲν τῆσδ’ ἀπ’ Ἰδαίας χθονὸς
我的父亲,当年正是从这伊达的地界,
τὰ πρῶτα καλλιστεῖ᾽ ἀριστεύσας στρατοῦ
赢得了全军最高尚的武勋奖赏,
πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
满怀着无上的荣耀凯旋归家;
ἐγὼ δ’ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
而我,他的儿子,带着绝不逊色的力量,
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
来到这同一个特洛伊,
οὐδ’ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
亲手建树了毫不逊色的功勋,
ἄτιμος Ἀργείοισιν ὧδ’ ἀπόλλυμαι.
却如此毫无尊严地毁灭在阿耳戈斯人手中。
καίτοι τοσοῦτόν γ’ ἐξεπίστασθαι δοκῶ,
然而,至少这一点我认为自己是确知无疑的:
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
倘若阿喀琉斯还活着,要为他自己的武器
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
裁定谁才是武勋第一的得主,
οὐκ ἄν τις αὔτ’ ἔμαρψεν ἄλλος ἀντ’ ἐμοῦ.
除了我,绝不会有别人夺得去。
νῦν δ’ αὔτ’ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
可是如今,阿特柔斯之子们却为那心机算尽的小人打点一切,
ἔπραξαν, ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη.
抹煞了这汉子的功勋。
κεἰ μὴ τόδ’ ὄμμα καὶ φρένες διάστροφοι3
倘若不是我的这双眼睛和被扭曲的心智
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
偏离了我的初衷,
δίκην κατ’ ἄλλου φωτὸς ὧδ’ ἐψήφισαν.
他们绝不会再对另一个人投下这般不公的判决。
νῦν δ’ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
可是如今,宙斯那目光骇人、不可战胜的女儿,
ἤδη μ’ ἐπ’ αὐτοῖς χεῖρ’ ἐπευθύνοντ’ ἐμὴν
正当我对他们伸出惩罚之手时,
ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,
用降在身上的疯狂之疾挫败了我,
ὥστ’ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
乃至让我在这般牲畜身上染红了双手;
κεῖνοι δ’ ἐπεγγελῶσιν ἐκπεφευγότες,
而他们却逃脱了,并在那里嘲笑我——
ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
这并非出于我的本意。但若是神明有意
βλάπτοι,4 φύγοι τἂν χὡ κακὸς τὸν κρείσσονα.
降下阻碍,即便怯懦之人也能逃脱强者之手。
καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
现下,我该当如何?我显然已被诸神唾弃,
ἐχθαίρομαι, μισεῖ δέ μ’ Ἑλλήνων στρατός,
希腊的军旅厌恶我,
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
特洛伊全境和这片平原也都仇视着我。
πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
我该横渡爱琴海,抛下这停泊的营地,
μόνους τ’ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
独自留下那阿特柔斯之子们,踏上归途吗?
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
当我出现在父亲忒拉蒙面前时,
Τελαμῶνι; πῶς με τλήσεταί ποτ’ εἰσιδεῖν
我要如何面对他?他怎能忍受看着我
- 373τοὺς ἀλάστορας
“τοὺς ἀλάστορας”(复仇的恶灵,或该受惩罚之人)的解释。虽然它可以指使艾阿斯发狂的“恶灵”,但在他叹息自己将他们放走(“μεθῆκα”)的语境下,更自然地应理解为指代他本想惩罚的仇敌们(阿特柔斯之子们及奥德修斯)。
- 378οὐ γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχοι
带有双重否定的“ὅπως οὐχ...”从句表示不可能性的句式。字面意思是“这些事情不可能不呈现在这样的状态(即与现在的既成事实不同)”,用以强调“已经发生的事情无法改变”。
- 447κεἰ μὴ τόδ’ ὄμμα καὶ φρένες διάστροφοι
虽然条件从句的主语(这双眼睛和被扭曲的心智)属于艾阿斯,但归结句(§449)中动词“ἐψήφισαν”的主语却切换成了阿特柔斯之子们(或希腊将领们)。这表明,如果艾阿斯没有发狂而是杀死了他们,他们就绝无可能活下来再对另一个人投下这种不公的判决。
- 455εἰ δέ τις θεῶν βλάπτοι
条件从句中的祈愿语气(βλάπτοι)后接带有“ἄν”的祈愿语气(φύγοι τἂν,即 φύγοι τοι ἄν)构成的条件句,表示某种潜在的可能性。这里表达了一个普遍原理:“倘若神明降下阻碍,即便是懦夫也可能逃脱强者的掌心。”
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 3 处
- 2026-09-21 AI校阅 — 译文 1 处
