← 索福克勒斯

埃阿斯

§280-367

得克墨萨详述狂乱始末与绝望艾阿斯的露面

得克墨萨向歌队详细叙述了艾阿斯如何在疯狂中屠杀牲畜,并在清醒后陷入深深的绝望。随后帷幕拉开,绝望的艾阿斯向水手们展现了自己的惨状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
280

μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;

他难道比生病时感到更加快乐吗?

ὡς ὧδ’ ἐχόντων τῶνδ’1 ἐπίστασθαί σε χρή.

你必须明白事情正是如此。

τίς γάρ ποτ’ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;

究竟这灾祸的起因是如何飞降而来的?

δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.

请向我们这些同感痛苦的人表明这遭际。

ἅπαν μαθήσῃ τοὔργον, ὡς κοινωνὸς ὤν.

作为同伴,你将得知这整件事的过程。

285

κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ’ ἕσπεροι

因为他在深夜,当黄昏的

λαμπτῆρες οὐκέτ’ ᾖθον, ἄμφηκες λαβὼν

灯火已不再燃烧,手持双刃

ἐμαίετ’ ἔγχος ἐξόδους ἕρπειν κενάς.2

剑,企图进行一次无谓的出行。

κἀγὼ ᾽πιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,

于是我责备他并说道:“你这是在做什么,

Αἴας; τί τήνδ’ ἄκλητος οὔθ’ ὑπ’ ἀγγέλων

艾阿斯?为什么在未被召集、既未受使者

290

κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε του κλύων

传唤,也未听见任何

σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.

征召,便擅自外出?现在全军明明都在熟睡。”

ὃ δ’ εἶπε πρός με βαί᾽, ἀεὶ δ’ ὑμνούμενα·

而他却对我说了极简短、却常被歌咏的话:

γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.

“妇人啊,沉默给女人带来光彩。”

κἀγὼ μαθοῦσ’ ἔληξ᾽, ὃ δ’ ἐσσύθη μόνος.

我听懂了便不再言语,而他独自一人冲了出去。

295

καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·

在外头发生的惨状,我无从说起;

εἴσω δ’ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ

但他回到了内室,牵着被捆绑在一起的

ταύρους, κύνας βοτῆρας, εὔερόν τ’ ἄγραν.

公牛、牧羊犬,以及毛茸茸的猎物。

καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ’ ἄνω τρέπων

他将其中一些宰杀斩首,另一些则掀翻朝天,

ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους

割断喉咙、劈断脊骨,还有些被绑着的,

300

ᾐκίζεθ’ ὥστε φῶτας ἐν ποίμναις πίτνων.

他当作仇人般百般虐待,疯狂地扑向畜群。

τέλος δ’ ἀπᾴξας διὰ θυρῶν σκιᾷ τινι

最后,他冲出大门,对着虚无的影子

λόγους ἀνέσπα τοὺς μὲν Ἀτρειδῶν κάτα,

吐出诅咒,有的针对阿特柔斯之子们,

τοὺς δ’ ἀμφ’ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,

有的关于奥德修斯,同时发出一阵阵狂笑,

ὅσην κατ’ αὐτῶν ὕβριν ἐκτείσαιτ’ ἰών·

诉说着自己如何前去给他们施加了何等深重的羞辱。

305

κἄπειτ’ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν

随后,他再次冲回屋里,

ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,

随着时间流逝,才好不容易、勉强恢复了理智。

καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,

当他审视这满是毁灭痕迹的屋子时,

παίσας κάρα ᾿θώυξεν· ἐν δ’ ἐρειπίοις

他捶打着自己的脑袋,放声大哭;并在那一堆

νεκρῶν ἐρεισθεὶς ἕζετ’ ἀρνείου φόνου,

被屠宰的羊群尸骸与血泊中,他颓然坐下,

310

κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.

用双手和指甲死死地揪住自己的头发。

καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·

他在极长的时间里都默默无语地坐着。

ἔπειτ’ ἐμοὶ τὰ δείν᾽ ἐπηπείλησ’ ἔπη,

随后,他用可怕的言辞威胁我,

εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,

倘若我不把所发生的全部变故一五一十地说出来,

κἀνήρετ’ ἐν τῷ πράγματος κυροῖ ποτε.

并询问自己究竟处于怎样的境地之中。

315

κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον

朋友们啊,我因害怕那已然造成的惨象,

ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.

便把我所熟知的一切全部告诉了他。

ὃ δ’ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,

而他随即发出了凄惨的哀号,

ἃς οὔποτ’ αὐτοῦ πρόσθεν εἰσήκουσ’ ἐγώ.

那是我以前从未听他发出过的声音。

πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους

因为他一向认为,发出如此哀叹的人

320

τοιούσδ’ ἀεί ποτ’ ἀνδρὸς ἐξηγεῖτ’ ἔχειν·3

定是怯懦而懦弱之辈;

ἀλλ’ ἀψόφητος ὀξέων κωκυμάτων

他没有发出尖锐的哭嚎,

ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.

只是沉沉地叹息,如同一头怒吼的公牛。

νῦν δ’ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ

而如今,他陷于这般凄惨的境遇,

ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς

那个男人滴水未进、粒米未食,在那些

325

σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.

死于刀剑的牲畜中间,颓然静坐着。

καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν·4

显然,他正预谋着某种不祥的行动;

τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.

因为他口中所言及所哀叹的,正是这些。

ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην,

但是,朋友们啊,我正是为此才出来的,

ἀρήξατ’ εἰσελθόντες, εἰ δύνασθέ τι.

请你们进去帮帮他,如果你们能出得上一份力。

330

φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.

因为像他这样的人,是会被朋友的劝慰所打动的。

Τέκμησσα δεινὰ παῖ Τελεύταντος λέγεις

得克墨萨,泰勒乌塔斯之女啊,你向我们

ἡμῖν τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.

讲述了主人已被灾祸折磨得彻底发狂的惨事。

ἰώ μοί μοι.

呜呼,我真命苦!

τάχ’, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε

看来,他的疯狂恐怕在加剧。莫非你们没有听见

335

Αἴαντος οἵαν τήνδε θωύσσει βοήν;

艾阿斯正在里面发出怎样的狂呼?

ἰώ μοί μοι.

呜呼,我真命苦!

ἁνὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι

那个人似乎要么仍在病中,要么是因先前

νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.

伴随着他的疯病再次发作而备受折磨。

ἰὼ παῖ παῖ.

噢,我的孩子,我的孩子!

340

ὤμοι τάλαιν’· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.

悲哉,我真不幸!欧律萨克斯,他在呼唤你啊。

τί ποτε μενοινᾷ; ποῦ ποτ’ εἶ; τάλαιν’ ἐγώ.

他究竟在图谋什么?你到底在哪儿?我好命苦啊!

Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ

我要叫得克罗斯!得克罗斯在哪?难道他要永远

λεηλατήσει χρόνον, ἐγὼ δ’ ἀπόλλυμαι;

在外劫掠,而我却要在这里毁灭吗?

ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλ’ ἀνοίγετε.

那个人似乎清醒过来了。快开门吧。

345

τάχ’ ἄν τιν’ αἰδῶ κἀπ’ ἐμοὶ βλέψας λάβοι.

也许他一看到我,就会产生些许悔过之心。

ἰδού, διοίγω· προσβλέπειν δ’ ἔξεστί σοι

瞧,我打开了;你们可以看见

τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.

他的所作所为,以及他自己正处于何种状态。

ἰώ,

呜呼,

φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων

我亲爱的水手朋友们,在我所有的朋友中只有你们,

350

μόνοι ἔτ’ ἐμμένοντες ὀρθῷ νόμῳ,

只有你们还坚守着道义,

ἴδεσθέ μ’ οἷον ἄρτι κῦμα

看看我吧,如今是怎样的

φοινίας ὑπὸ ζάλης

染血狂飙下的波涛

ἀμφίδρομον κυκλεῖται.

正在我的四周环绕翻滚。

οἴμ’ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.

痛哉,你的证言看来是极为真实的。

355

δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.

这景象显明了他是如何失去了心智。

ἰώ,

呜呼,

γένος ναΐας ἀρωγὸν τέχνας,

助我航海之技的同伴们啊,

ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,

你们这些渡海、摇动船桨的人,

σέ τοι σέ τοι μόνον δέδορκα

你们,唯独你们,我才看见

360

πημονὰν ἐπαρκέσοντ’.

是能帮我解脱这重痛苦的人。

ἀλλά με συνδάιξον.

所以,请把我也一同斩杀了吧!

εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς

请别说这种不祥之言;不要以恶报恶,

ἄκος πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

让那解药反倒成了比毁灭更深的痛。

ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,

你们看见了吗,这个勇敢的、坚毅的、

365

τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,

在与敌厮杀中无所畏惧的汉子,

ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;5

竟然对那些驯服无害的野兽施加了这般恐怖的毒手?

οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.

呜呼,何其可笑!我竟遭受了如此奇耻大辱!

语法注5 条
  1. 281ὡς ὧδ’ ἐχόντων τῶνδ’

    此处的 τῶνδʼ ὡς ὧδʼ ἐχόντων 为属格独立结构,其中 ὡς 表达主观的认定。该结构作为主句动词 ἐπίστασθαί σε χρή(你需要知道)的认知内容。

  2. 287ἐμαίετ’ ἔγχος ἐξόδους ἕρπειν κενάς

    动词 ἐμαίετο(来自 μαιόμαι,“热切企图、摸索”)支配不定式 ἕρπειν(“走”),意为“企图进行空无一物的出行”。ἔγχος(“剑、武器”)作为该动词的直接宾语,表示他摸索或拿取的武器。

  3. 320ἀνδρὸς ἐξηγεῖτ’ ἔχειν

    属格短语 ἀνδρὸς κακοῦ τε καὶ βαρυψύχου(怯懦而懦弱的人)在此作特征属格,与不定式 ἔχειν 连用,表示“此类哀号(γόους τοιούσδʼ)是属于/符合怯懦气馁之人的特征”。

  4. 326καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν

    人称句式 δῆλός ἐστιν ὡς(“他显然……”)等同于无人称的 δῆλόν ἐστιν ὅτι(“显然……”)。而 δρασείων 是动词 δράω(“做”)的意愿动词形式,表示“意图/渴望做”某种坏事。

  5. 366δεινὸν χέρας

    此处名词 χέρας 为关系/范围宾格(accusative of respect),限定形容词 δεινόν,意为“在双手方面是恐怖的”,即指他对野兽施加了恐怖的手段。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:280-367