- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:97-105
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者对比了雅典与斯巴达的霸权行径,指出在城邦内讧、暴政输出以及对波斯国王的外交背信中,首恶与教唆者皆是斯巴达。
πλεῖστοι μὲν οὖν κατηγοροῦσιν ἀμφοῖν τοῖν πολέοιν, ὅτι προσποιούμεναι κινδυνεῦσαι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων οὐκ εἴασαν τὰς πόλεις αὐτονόμους εἶναι καὶ διοικῆσαι τὰ σφέτερʼ αὐτῶν ὅπως ἑκάστῃ συνέφερεν, ἀλλʼ ὥσπερ αἰχμαλώτους εἰληφυῖαι διελόμεναι κατεδουλώσαντο πάσας αὐτάς, καὶ παραπλήσιον ἐποίησαν τοῖς παρὰ μὲν τῶν ἄλλων τοὺς οἰκέτας εἰς ἐλευθερίαν ἀφαιρουμένοις,1 σφίσι δʼ αὐτοῖς δουλεύειν ἀναγκάζουσιν.
极大多数人谴责这两个城邦,说它们表面上声称为希腊人的利益甘冒危险抗击蛮族,实际上却不准各城邦自主,也不允许它们按照各自有利的方式治理内部事务,反而像对待战俘一般,将所有这些城邦瓜分并奴役,其行径酷似那些从别人手中夺走奴仆使其成为自由身,却强迫他们做自己奴隶的人。
τοῦ δὲ λέγεσθαι ταῦτα καὶ πολὺ πλείω καὶ πικρότερα τούτων οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, ἀλλʼ οἱ νῦν μὲν ἐν τοῖς λεγομένοις ἡμῖν ἀντιτεταγμένοι, τὸν δʼ ἄλλον χρόνον ἐν τοῖς πραττομένοις ἅπασιν. τοὺς μὲν γὰρ ἡμετέρους προγόνους οὐδεὶς ἂν ἐπιδείξειεν ἐν τοῖς ἐπέκεινα χρόνοις τοῖς ἀναριθμήτοις οὐδεμιᾶς πόλεως οὔτε μείζονος οὔτʼ ἐλάττονος ἄρχειν ἐπιχειρήσαντας· Λακεδαιμονίους δὲ πάντες ἴσασιν, ἀφʼ οὗ περ εἰς Πελοπόννησον εἰσῆλθον, οὐδὲν ἄλλο πράττοντας οὐδὲ βουλευομένους πλὴν ὅπως μάλιστα μὲν ἁπάντων ἄρξουσιν, εἰ δὲ μή, Πελοποννησίων.
然而,这类言论乃至比这更多、更为辛辣的非难之所以四处流传,罪责并不在我们,而在于那些如今在言论上与我们为敌、在往昔一切行动中亦与我们对抗的人。因为任何人都无法证明,我们的先祖在过去无数的岁月里曾企图统治任何一座城邦,不论是大是小;但所有人都清楚,拉刻代蒙人自从进入伯罗奔尼撒半岛以来,除了千方百计谋求统治全体希腊人、若不可行则至少统治伯罗奔尼撒人之外,就未曾谋划或实施过其他任何事。
ἀλλὰ μὴν καὶ τὰς στάσεις καὶ τὰς σφαγὰς καὶ τὰς τῶν πολιτειῶν μεταβολάς, ἃς ἀμφοτέροις τινὲς ἡμῖν ἐπιφέρουσιν, ἐκεῖνοι μὲν ἂν φανεῖεν ἁπάσας τὰς πόλεις πλὴν ὀλίγων μεστὰς πεποιηκότες τῶν τοιούτων συμφορῶν καὶ νοσημάτων, τὴν δʼ ἡμετέραν πόλιν οὐδεὶς ἂν οὐδʼ εἰπεῖν τολμήσειε πρὸ τῆς ἀτυχίας τῆς ἐν Ἑλλησπόντῳ γενομένης ὡς τοιοῦτον ἐν τοῖς συμμάχοις τι διαπραξαμένην.2
不仅如此,对于某些人加在我们双方身上的内讧、屠杀和政体变更,拉刻代蒙人显而易见已使除少数之外的所有城邦充斥了此类灾难与恶疾;而关于我们的城邦,在赫勒斯滂遭遇不幸之前,决不会有人敢言之凿凿地说我们曾在同盟者中犯下过哪怕一件类似的事。
ἄλλʼ ἐπειδὴ Λακεδαιμόνιοι κύριοι καταστάντες τῶν Ἑλλήνων πάλιν ἐξέπιπτον ἐκ τῶν πραγμάτων, ἐν τούτοις τοῖς καιροῖς στασιαζουσῶν τῶν ἄλλων, πόλεων δύʼ ἢ τρεῖς τῶν στρατηγῶν τῶν ἡμετέρων, οὐ γὰρ ἀποκρύψομαι τἀληθές, ἐξήμαρτον περί τινας αὐτῶν ἐλπίζοντες, ἢν μιμήσωνται τὰς Σπαρτιατῶν πράξεις, μᾶλλον αὐτὰς δυνήσεσθαι κατασχεῖν.
只是当拉刻代蒙人确立了希腊霸主地位却又再次从权位上跌落时,在其他城邦发生内讧的那些动荡关头,我们的两三位将军——因为我不愿隐瞒真相——对其中的某些城邦犯了过错,期望若效仿斯巴达人的行径,便能更有效地控制它们。
ὥστε δικαίως ἂν ἐκείνοις μὲν ἅπαντες ἐγκαλέσειαν ὡς ἀρχηγοῖς γεγενημένοις καὶ διδασκάλοις τῶν τοιούτων ἔργων, τοῖς δʼ ἡμετέροις, ὥσπερ τῶν μαθητῶν τοῖς ὑπὸ τῶν ὑπισχνουμένων ἐξηπατημένοις καὶ διημαρτηκόσι τῶν ἐλπίδων, εἰκότως ἂν συγγνώμην ἔχοιεν.
因此,所有人理当谴责斯巴达人是此类行径的始作俑者与导师,而对我们的人,就像对那些被许诺者欺骗、期望落空的门徒一样,予以宽恕则是完全合情合理的。
τὸ τοίνυν τελευταῖον, ὃ μόνοι καὶ καθʼ αὑτοὺς ἔπραξαν, τίς οὐκ οἶδεν ὅτι κοινῆς ἡμῖν τῆς ἔχθρας ὑπαρχούσης, τῆς πρὸς τοὺς βαρβάρους καὶ τοὺς βασιλέας αὐτῶν, ἡμεῖς μὲν ἐν πολέμοις πολλοῖς γιγνόμενοι καὶ μεγάλαις συμφοραῖς ἐνίοτε περιπίπτοντες καὶ τῆς χώρας ἡμῶν θαμὰ πορθουμένης καὶ τεμνομένης οὐδεπώποτʼ ἐβλέψαμεν πρὸς τὴν ἐκείνων φιλίαν καὶ συμμαχίαν, ἀλλʼ ὑπὲρ ὧν τοῖς Ἕλλησιν ἐπεβούλευσαν μισοῦντες αὐτοὺς διετελέσαμεν μᾶλλον ἢ τοὺς ἐν τῷ παρόντι κακῶς ἡμᾶς ποιοῦντας· Λακεδαιμόνιοι δʼ οὔτε πάσχοντες κακὸν οὐδὲν οὔτε μέλλοντες οὔτε δεδιότες εἰς τοῦτʼ ἀπληστίας ἦλθον, ὥστʼ οὐκ ἐξήρκεσεν αὐτοῖς ἔχειν τὴν κατὰ γῆν ἀρχήν, ἀλλὰ καὶ τὴν κατὰ θάλατταν δύναμιν οὕτως ἐπεθύμησαν λαβεῖν, ὥστε κατὰ τοὺς αὐτοὺς χρόνους τούς τε συμμάχους τοὺς ἡμετέρους ἀφίστασαν, ἐλευθερώσειν αὐτοὺς ὑπισχνούμενοι, καὶ βασιλεῖ περὶ φιλίας διελέγοντο καὶ συμμαχίας, παραδώσειν αὐτῷ φάσκοντες ἅπαντας τοὺς ἐπὶ τῆς Ἀσίας κατοικοῦντας, πίστεις δὲ δόντες τούτοις ἀμφοτέροις καὶ καταπολεμήσαντες ἡμᾶς, οὓς μὲν ἐλευθερώσειν ὤμοσαν, κατεδουλώσαντο μᾶλλον ἢ τοὺς Εἵλωτας, βασιλεῖ δὲ τοιαύτην χάριν ἀπέδοσαν ὥστʼ ἔπεισαν τὸν ἀδελφὸν αὐτοῦ Κῦρον ὄντα νεώτερον ἀμφισβητεῖν τῆς βασιλείας, καὶ στρατόπεδον αὐτῷ συναγαγόντες καὶ στρατηγὸν Κλέαρχον ἐπιστήσαντες ἀνέπεμψαν ἐπʼ ἐκεῖνον· ἀτυχήσαντες δʼ ἐν τούτοις καὶ γνωσθέντες ὧν ἐπεθύμουν,3 καὶ μισηθέντες ὑπὸ πάντων, εἰς πόλεμον καὶ ταραχὰς τοσαύτας κατέστησαν ὅσας εἰκὸς τοὺς καὶ περὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους ἐξημαρτηκότας. περὶ ὧν οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγοντα διατρίβειν, πλὴν ὅτι καταναυμαχηθέντες ὑπό τε τῆς βασιλέως δυνάμεως καὶ τῆς Κόνωνος στρατηγίας τοιαύτην ἐποιήσαντο τὴν εἰρήνην,
最后一件由他们独自做出的事,又有谁不知道呢?尽管我们与他们共同对蛮族及其君王怀有宿怨,但我们在屡遭战祸、时常深陷重大灾难且国土屡遭蹂躏抢掠的情况下,也从未指望过与他们结好和结盟,反而因他们图谋危害希腊人之故,始终憎恨他们甚于憎恨眼下正在加害我们的仇敌;然而拉刻代蒙人既未蒙受任何祸害,亦无即将来临之灾或畏惧之情,却陷入了如此贪得无厌的境地,以至于仅仅掌握陆上霸权对他们而言还远远不够,竟强烈渴望夺取海上权力,以至于在同一时期,他们一面许诺给予自由以策反我们的同盟者,一面又与波斯王商讨友好与结盟,声称将把所有定居亚洲的人都交给他。他们在向这两方作出保证并把我们打败之后,对那些发誓要解放的人,其奴役程度比对黑劳士还要严苛;而对波斯王,他们报以如此的感激之情,以至于说服比他年少的兄弟居鲁士争夺王位,并为居鲁士集结军队,任命克利阿科斯为统帅,派军进攻波斯王;然而他们在这些图谋中遭遇挫败,其野心昭然若揭,并受到所有人憎恨,从而陷入了与同时得罪希腊人和蛮族之人相称的巨大战争与动荡之中。关于这些,我不知为何还要多费口舌,只消说他们被波斯王的力量与科农的指挥在海战中彻底击溃,不得不缔结了那样一种和平,
- 97εἰς ἐλευθερίαν ἀφαιρουμένοις
短语 ἀφαιρεῖσθαί τινα εἰς ἐλευθερίαν 出自法庭与法律习惯用语,意为“断定/主张某人为自由人并予以解救”(即从自称其主人者手中将其带走)。此处用来讽刺名义上宣称解放他邦奴仆,实则据为己有的伪善之举。
- 99ὡς τοιοῦτον ἐν τοῖς συμμάχοις τι διαπραξαμένην
该结构承接上文的 οὐδεὶς ἂν οὐδʼ εἰπεῖν τολμήσειε。宾格 τὴν δʼ ἡμετέραν πόλιν 构成先行主语,后接 ὡς 加分词 διαπραξαμένην 表达间接引语的内容。
- 105γνωσθέντες ὧν ἐπεθύμουν
被动语态分词 γνωσθέντες(“被识破”、“暴露”)支配关系从句 ὧν ἐπεθύμουν。属格 ὧν 受动词 ἐπεθύμουν 支配(先行词省略),指“他们所图谋的事物被彻底识破”。
