← 伊索克拉底

泛雅典娜节演说

§106-114

对大王和约的谴责与转向政体之辩

作者严厉谴责斯巴达缔结屈辱的《大王和约》的背信弃义之举,并预见到斯巴达的拥护者企图将话题转移至政体问题上,在预先对其反驳的同时,声明自己准备从捍卫先祖政体的立场出发参与政体论争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§106

ἧς οὐδεὶς ἂν ἐπιδείξειεν οὔτʼ αἰσχίω πώποτε γενομένην1 οὔτʼ ἐπονειδιστοτέραν οὔτʼ ὀλιγωροτέραν τῶν Ἑλλήνων οὔτʼ ἐναντιωτέραν τοῖς λεγομένοις ὑπό τινων περὶ τῆς ἀρετῆς τῆς Λακεδαιμονίων· οἵ τινες, ὅτε μὲν αὐτοὺς ὁ βασιλεὺς δεσπότας τῶν Ἑλλήνων κατέστησεν, ἀφελέσθαι τὴν βασιλείαν αὐτοῦ καὶ τὴν εὐδαιμονίαν ἅπασαν ἐπεχείρησαν, ἐπειδὴ δὲ καταναυμαχήσας ταπεινοὺς ἐποίησεν, οὐ μικρὸν μέρος αὐτῷ τῶν Ἑλλήνων παρέδωκαν ἀλλὰ πάντας τοὺς τὴν Ἀσίαν οἰκοῦντας, διαρρήδην γράψαντες χρῆσθαι τοῦθʼ ὅ τι ἂν αὐτὸς βούληται,2 καὶ οὐκ ᾐσχύνθησαν τοιαύτας ποιούμενοι τὰς ὁμολογίας περὶ ἀνδρῶν, οἷς χρώμενοι συμμάχοις ἡμῶν τε περιεγένοντο καὶ τῶν Ἑλλήνων κύριοι κατέστησαν καὶ τὴν Ἀσίαν ἅπασαν ἤλπισαν κατασχήσειν, ἀλλὰ τὰς τοιαύτας συνθήκας αὐτοί τʼ ἐν τοῖς ἱεροῖς τοῖς σφετέροις αὐτῶν ἀνέγραψαν καὶ τοὺς συμμάχους ἠνάγκασαν.

任何人都不可能证明,曾缔结过比这更可耻、更受辱、更蔑视希腊人,或更违背某些人关于拉刻代蒙人德性之言论的和平条约。当波斯王将他们立为希腊人的主宰时,他们企图夺取他的王国和一切繁荣;然而当波斯王在海战中击溃他们并迫使其屈服后,他们交给波斯王的不是希腊人的一小部分,而是定居亚洲的所有希腊人,明确写下任由波斯王按他自己所愿处置〔他们〕;对于这些人——拉刻代蒙人正是借助他们作为盟友才战胜了我们,成为了希腊人的主宰,并曾期望占领整个亚洲——拉刻代蒙人竟毫不羞耻地订立了这样的协议,不仅自己将这样的条约刻在自己的神殿里,而且强迫盟友也这样做。

§108

τοὺς μὲν οὖν ἄλλους οὐκ οἴομαι πράξεων ἑτέρων ἐπιθυμήσειν ἀκούειν, ἀλλʼ ἐκ τῶν εἰρημένων ἱκανῶς μεμαθηκέναι νομιεῖν ὁποία τις τοῖν πολέοιν ἑκατέρα περὶ τοὺς Ἕλληνας γέγονεν· ἐγὼ δʼ οὐχ οὕτω τυγχάνω διακείμενος, ἀλλʼ ἡγοῦμαι τὴν ὑπόθεσιν ἣν ἐποιησάμην ἄλλων τε πολλῶν προσδεῖσθαι λόγων, καὶ μάλιστα τῶν ἐπιδειξόντων τὴν ἄνοιαν τῶν ἀντιλέγειν τοῖς εἰρημένοις ἐπιχειρησόντων· οὓς οἴομαι ῥᾳδίως εὑρήσειν.

我认为其他人不会再渴望听取进一步的事迹,而会认为从已经陈述的话中,已经充分了解到两座城邦对希腊人究竟表现如何;但我自己的想法却并非如此,反而认为我所选取的论题还需要许多其他论述,特别是那些能证明企图反驳上述陈述之人的愚蠢的论述——我预料很容易就能找到这些人。

§109

τῶν γὰρ ἀποδεχομένων ἁπάσας τὰς Λακεδαιμονίων πράξεις, τοὺς μὲν βελτίστους αὐτῶν ἡγοῦμαι καὶ πλεῖστον νοῦν ἔχοντας τὴν μὲν Σπαρτιατῶν πολιτείαν ἐπαινέσεσθαι καὶ τὴν αὐτὴν γνώμην ἕξειν περὶ αὐτῆς ἥνπερ πρότερον, περὶ δὲ τῶν εἰς τοὺς Ἕλληνας πεπραγμένων ὁμονοήσειν τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, τοὺς δὲ φαυλοτέρους οὐ μόνον τούτων ὄντας ἀλλὰ καὶ τῶν πολλῶν, καὶ περὶ ἄλλου πράγματος οὐδενὸς ἂν οἵους τε γενομένους ἀνεκτῶς εἰπεῖν, περὶ δὲ Λακεδαιμονίων οὐ δυναμένους σιωπᾶν, ἀλλὰ προσδοκῶντας, ἢν ὑπερβάλλοντας τοὺς ἐπαίνους περὶ ἐκείνων ποιῶνται, τὴν αὐτὴν λήψεσθαι δόξαν τοῖς ἁδροτέροις αὐτῶν καὶ πολὺ βελτίοσιν εἶναι δοκοῦσι· τοὺς δὴ τοιούτους, ἐπειδὰν αἴσθωνται τοὺς τόπους ἅπαντας προκατειλημμένους καὶ μηδὲ πρὸς ἓν ἀντειπεῖν ἔχωσι τῶν εἰρημένων, ἐπὶ τὸν λόγον οἶμαι τρέψεσθαι3 τὸν περὶ τῶν πολιτειῶν, καὶ παραβάλλοντας τἀκεῖ καθεστῶτα τοῖς ἐνθάδε, καὶ μάλιστα τὴν σωφροσύνην καὶ πειθαρχίαν πρὸς τὰς παρʼ ἡμῖν ὀλιγωρίας, ἐκ τούτων ἐγκωμιάσειν τὴν Σπάρτην.

因为在赞成拉刻代蒙人一切作为的人当中,我认为他们中最优秀、最明达的人虽会赞美斯巴达人的政体并对此持有与以往相同的看法,但关于对希腊人所做出的行径,他们必会同意我的说法;然而那些不仅不如他们甚至不及寻常大众的人,他们在其他任何事情上都无法说出中听的话,对拉刻代蒙人却无法保持沉默,期望如果对他们大加赞美,就能获得与那些比自己更为成熟且被认为远为优秀的人相同的名望——正是这样的人,当察觉到所有论点都已被抢先占领,对已陈述的内容无从反驳时,我认为他们便会转向关于政体的论述,通过将那里的制度与这里的制度相比,特别是将那里的自制和纪律与我们这里的放任疏忽相比,以此来颂扬斯巴达。

§112

ἢν δὴ τοιοῦτον ἐπιχειρῶσί τι ποιεῖν, προσήκει τοὺς εὖ φρονοῦντας ληρεῖν νομίζειν αὐτούς. ἐγὼ γὰρ ὑπεθέμην οὐχ ὡς περὶ τῶν πολιτειῶν διαλεξόμενος, ἀλλʼ ὡς ἐπιδείξων τὴν πόλιν ἡμῶν πολὺ πλείονος ἀξίαν Λακεδαιμονίων περὶ τοὺς Ἕλληνας γεγενημένην. ἢν μὲν οὖν ἀναιρῶσί τι τούτων, ἢ πράξεις ἑτέρας κοινὰς λέγωσι περὶ ἃς ἐκεῖνοι βελτίους ἡμῶν γεγόνασιν, εἰκότως ἂν ἐπαίνου τυγχάνοιεν· ἢν δὲ λέγειν ἐπιχειρῶσι περὶ ὧν ἐγὼ μηδεμίαν μνείαν ποιησαίμην, δικαίως ἂν ἅπασιν ἀναισθήτως ἔχειν δοκοῖεν.

如果他们确实企图做出此类举动,明达之士理当认为他们是在胡言乱语。因为我立下论题,并不是要讨论政体,而是要证明我们城邦对希腊人而言远比拉刻代蒙人更有价值。因此,如果他们驳倒其中的任何一点,或道出那些人〔拉刻代蒙人〕在哪些其他共同的作为中优于我们,他们理应得到赞扬;但如果他们企图去谈论我未曾提及的事情,所有人理应认为他们不知好歹。

§113

οὐ μὴν ἀλλʼ ἐπειδή περ αὐτοὺς οἴομαι τὸν λόγον τὸν περὶ τῶν πολιτειῶν εἰς τὸ μέσον ἐμβαλεῖν, οὐκ ὀκνήσω διαλεχθῆναι περὶ αὐτῶν· οἶμαι γὰρ ἐν αὐτοῖς τούτοις τὴν πόλιν ἡμῶν ἐπιδείξειν πλέον διενεγκοῦσαν ἢ τοῖς ἤδη προειρημένοις.

然而,既然我认为他们会将关于政体的议题抛到我们面前,我也不会迟疑去探讨这些;因为我认为正是在这些方面,我将证明我们的城邦比在前面已经提到的那些方面更加卓越。

§114

καὶ μηδεὶς ὑπολάβῃ με ταῦτʼ εἰρηκέναι περὶ ταύτης, ἣν ἀναγκασθέντες μετελάβομεν, ἀλλὰ περὶ τῆς τῶν προγόνων, ἧς οὐ καταφρονήσαντες οἱ πατέρες ἡμῶν ἐπὶ τὴν νῦν καθεστῶσαν ὥρμησαν, ἀλλὰ περὶ μὲν τὰς ἄλλας πράξεις πολὺ σπουδαιοτέραν ἐκείνην προκρίναντες, περὶ δὲ τὴν δύναμιν τὴν κατὰ θάλατταν ταύτην χρησιμωτέραν εἶναι νομίζοντες, ἣν λαβόντες καὶ καλῶς ἐπιμεληθέντες οἷοί τʼ ἐγένοντο καὶ τὰς ἐπιβουλὰς τὰς Σπαρτιατῶν ἀμύνασθαι καὶ τὴν Πελοποννησίων ἁπάντων ῥώμην, ὧν κατήπειγε τὴν πόλιν περὶ ἐκεῖνον τὸν χρόνον μάλιστα περιγενέσθαι πολεμοῦσαν.4

谁也不要把我所说的这些话理解为是针对我们被迫采纳的现行政体,而应理解为是针对先祖的政体;我们的父辈并不是出于鄙弃先祖政体才转向如今建立的制度,而是在其他事务上裁定先祖政体远为严肃优越的同时,认为现行政体对于海上力量更为有用;凭借掌握并善加经略这一海上力量,他们得以击退斯巴达人的图谋以及全体伯罗奔尼撒人的实力,而对于当时正在交战的我们城邦而言,克制这些力量正是最为迫切之事。

语法注4 条
  1. 106ἧς οὐδεὶς ἂν ἐπιδείξειεν οὔτʼ αἰσχίω πώποτε γενομένην

    关系代词 ἧς 的先行词是前一节末尾的 τὴν εἰρήνην,并在句中作后续比较级(如 αἰσχίω 等)所要求的比较属格。此处作为联结性关系词置于句首,以紧密承接上文。

  2. 106διαρρήδην γράψαντες χρῆσθαι τοῦθʼ ὅ τι ἂν αὐτὸς βούληται

    动词 χράομαι 通常支配与格,但此处中性代词 τοῦτο 用作副词性对格(或同族对格),与关系从句 ὅ τι ἂν αὐτὸς βούληται 一同规定了行为的内容,意为“任凭他自己行使所愿”。不定词 χρῆσθαι 则作为 γράψαντες 的补足成分。

  3. 110τοὺς δὲ φαυλοτέρους ... τοὺς δὴ τοιούτους, ἐπειδὰν αἴσθωνται ... ἐπὶ τὸν λόγον οἶμαι τρέψεσθαι

    在宾格短语 τοὺς δὲ φαυλοτέρους 之后插入了一长串分词修饰语(ὄντας, γενομένους, δυναμένους, προσδοκῶντας 等),随后通过复指指示词 τοὺς δὴ τοιούτους 重新接续句子主干。该宾格作为主要动词 οἶμαι 所支配的不定词(τρέψεσθαι 与 ἐγκωμιάσειν)的逻辑主语。

  4. 114ὧν κατήπειγε τὴν πόλιν περὶ ἐκεῖνον τὸν χρόνον μάλιστα περιγενέσθαι πολεμοῦσαν

    非人称动词 κατεπείγει(意为“迫切、刻不容缓”)与宾格主语 τὴν πόλιν 及不定词 περιγενέσθαι 构成了带宾格的不定词结构。关系代词 ὧν 指代前述先行词(斯巴达人的图谋与伯罗奔尼撒人的实力),并作为表示胜过、克服的动词 περιγενέσθαι 的属格支配宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:106-114