← 伊索克拉底

泛雅典娜节演说

§89-96

斯巴达对诸城的破坏与雅典的救助

作者承认自己在反驳对雅典的指责时发生了离题,随后对比了斯巴达对麦西尼亚、阿耳戈斯尤其是普拉提亚的残酷行径与雅典对其幸存者的宽宏救助,并表明自己将放弃最初的温和态度,彻底揭露斯巴达的更多罪行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§89

οἶμαι δʼ ἤδη καθορᾶν ὅθεν ἐπλανήθην· τοῖς γὰρ ὀνειδίζουσιν ἡμῶν τῇ πόλει τὰς Μηλίων καὶ τὰς τῶν τοιούτων πολιχνίων συμφορὰς ἀντέλεγον, οὐχ ὡς οὐχ ἡμαρτημένων τούτων,1 ἀλλʼ ἐπιδεικνύων τοὺς ἀγαπωμένους ὑπʼ αὐτῶν πολὺ πλείους πόλεις καὶ μείζους ἡμῶν ἀναστάτους πεποιηκότας, ἐν οἷς καὶ περὶ τῆς ἀρετῆς τῆς Ἀγαμέμνονος καὶ Μενελάου καὶ Νέστορος διελέχθην, ψεῦδος μὲν οὐδὲν λέγων, πλείω δʼ ἴσως τῶν μετρίων.

我想我已经看清了自己究竟是从何处偏离本题的:因为在回应那些就米洛斯人和此类小邦的灾难谴责我们城邦的人时,我并非辩称这些不是过错,而是指明受他们爱戴之人所毁灭的城邦远比我们更多、更大;在此过程中,我也谈及了阿伽门农、墨涅拉俄斯和涅斯托耳的美德,虽未说半句虚妄之言,却恐怕超出了适度的界限。

§90

τοῦτο δʼ ἐποίουν ὑπολαβὼν οὐδενὸς ἔλαττον ἁμάρτημα τοῦτο δόξειν εἶναι τῶν τολμησάντων ἀναστάτους ποιῆσαι τὰς πόλεις τὰς γεννησάσας καὶ θρεψάσας τοιούτους ἄνδρας, περὶ ὧν καὶ νῦν ἔχοι τις ἂν πολλοῖς καὶ καλοῖς χρήσασθαι λόγοις. ἀλλὰ γὰρ ἴσως ἀνόητόν ἐστι περὶ μίαν πρᾶξιν διατρίβειν, ὥσπερ ἀπορίας οὔσης τί ἂν ἔχοι τις εἰπεῖν περὶ τῆς ὠμότητος καὶ χαλεπότητος τῆς Λακεδαιμονίων, ἀλλʼ οὐ πολλῆς ἀφθονίας ὑπαρχούσης.

我之所以这样做,是因为我认为,这将被视为那些胆敢摧毁孕育和培养了此类英雄之城邦之人的不亚于任何罪愆的重罪,而关于这些英雄,即便在今天,人们仍可用诸多华美的辞藻来加以赞颂。然而,在此单一事件上流连忘返或许是愚蠢的,仿佛关于拉刻代蒙人的残暴与严苛,人们已无话可说,而非存在着极其丰富的谈资。

§91

οἷς οὐκ ἐξήρκεσε περὶ τὰς πόλεις ταύτας καὶ τοὺς ἄνδρας τοὺς τοιούτους ἐξαμαρτεῖν, ἀλλὰ καὶ περὶ τοὺς ἐκ τῶν αὐτῶν ὁρμηθέντας καὶ κοινὴν τὴν στρατείαν ποιησαμένους καὶ τῶν αὐτῶν κινδύνων μετασχόντας, λέγω δὲ περὶ Ἀργείων καὶ Μεσσηνίων. καὶ γὰρ τούτους ἐπεθύμησαν ταῖς αὐταῖς συμφοραῖς περιβαλεῖν αἷσπερ ἐκείνους· καὶ Μεσσηνίους μὲν πολιορκοῦντες οὐ πρότερον ἐπαύσαντο, πρὶν ἐξέβαλον ἐκ τῆς χώρας, Ἀργείοις δʼ ὑπὲρ τῶν αὐτῶν τούτων ἔτι καὶ νῦν πολεμοῦσιν. ἃ τοίνυν περὶ Πλαταιᾶς ἔπραξαν, ἄτοπος ἂν εἴην, εἰ ταῦτʼ εἰρηκὼς ἐκείνων μὴ μνησθείην·2 ὧν ἐν τῇ χώρᾳ στρατοπεδευσάμενοι μεθʼ ἡμῶν καὶ τῶν ἄλλων συμμάχων, καὶ παραταξάμενοι τοῖς πολεμίοις, καὶ θυσάμενοι τοῖς θεοῖς τοῖς ὑπʼ ἐκείνων ἱδρυμένοις, οὐ μόνον ἠλευθερώσαμεν τῶν Ἑλλήνων τοὺς μεθʼ ἡμῶν ὄντας ἀλλὰ καὶ τοὺς ἀναγκασθέντας γενέσθαι μετʼ ἐκείνων, καὶ ταῦτʼ ἐπράξαμεν Πλαταιέας λαβόντες μόνους Βοιωτῶν συναγωνιστάς· οὓς οὐ πολὺν χρόνον διαλιπόντες Λακεδαιμόνιοι, χαριζόμενοι Θηβαίοις, ἐκπολιορκήσαντες ἅπαντας ἀπέκτειναν πλὴν τῶν ἀποδρᾶναι δυνηθέντων. περὶ οὓς ἡ πόλις ἡμῶν οὐδὲν ὁμοία γέγονεν ἐκείνοις·

他们并不满足于对这些城邦和这般人物犯下罪行,还加害于那些与他们源自同一血统、共同出征并同甘共苦的人——我指的是阿耳戈斯人和麦西尼亚人。因为他们也渴望让这些人遭受与前述之人同样的灾难;他们围困麦西尼亚人,直到将其驱逐出国土方才罢休,而为了这些同样的事由,他们至今仍在与阿耳戈斯人作战。至于他们对普拉提亚人所做的事,倘若我说了这些却不提那件事,我便显得荒谬了;正是在普拉提亚人的领土上,他们与我们及其他盟友一同扎营,列阵迎击敌人,并向普拉提亚人所建立的神明献祭之后,我们不仅解放了站在我们这边的希腊人,而且也解放了被迫站在敌方阵营的人,并且我们在波奥提亚人中只以普拉提亚人为战友完成了这一伟业;然而拉刻代蒙人没过多久,为了讨好底比斯人,就围攻他们并杀害了除能够逃脱者之外的所有人。 对待这些人,我们城邦的做法与他们截然不同:

§94

οἱ μὲν γὰρ περὶ τε τοὺς εὐεργέτας τῆς Ἑλλάδος καὶ τοὺς συγγενεῖς τοὺς αὑτῶν τὰ τοιαῦτʼ ἐξαμαρτάνειν ἐτόλμησαν, οἱ δʼ ἡμέτεροι Μεσσηνίων μὲν τοὺς διασωθέντας εἰς Ναύπακτον κατῴκισαν, Πλαταιέων δὲ τοὺς περιγενομένους πολίτας ἐποιήσαντο καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἁπάντων μετέδοσαν. ὥστʼ εἰ μηδὲν εἴχομεν ἄλλο περὶ τοῖν πολέοιν εἰπεῖν, ἐκ τούτων ῥᾴδιον εἶναι καταμαθεῖν3 τὸν τρόπον ἑκατέρας αὐτῶν, καὶ ποτέρα πλείους πόλεις καὶ μείζους ἀναστάτους πεποίηκεν.

因为拉刻代蒙人竟敢对全希腊的恩人和他们自己的同族犯下如此罪行,而我们的先祖却将麦西尼亚人中幸存者安置于瑙帕克托斯,将幸存的普拉提亚人接纳为公民,并与他们分享自己拥有的一切。因此,纵使我们关于这两个城邦再无其他可说,仅从这些事迹中也极易看清它们各自的品性,以及究竟哪一方毁灭了更多、更大的城邦。

§95

αἰσθάνομαι δὲ πάθος μοι συμβαῖνον ἐναντίον τοῖς ὀλίγῳ πρότερον εἰρημένοις· τότε μὲν γὰρ εἰς ἄγνοιαν καὶ πλάνον καὶ λήθην ἐνέπεσον, νῦν δʼ οἶδα σαφῶς ἐμαυτὸν οὐκ ἐμμένοντα τῇ πραότητι τῇ περὶ τὸν λόγον, ἣν εἶχον ὅτʼ ἠρχόμην γράφειν αὐτόν, ἀλλὰ λέγειν τʼ ἐπιχειροῦντα περὶ ὧν οὐκ ᾤμην ἐρεῖν, θρασύτερόν τε διακείμενον ἢ κατʼ ἐμαυτόν, ἀκρατῆ τε γιγνόμενον ἐνίων ὧν λέγω διὰ τὸ πλῆθος τῶν εἰπεῖν ἐπιρρεόντων.

我察觉到自己身上正发生着一种与不久前所言相反的情感变化:因为当时我陷入了无知、迷茫与遗忘,如今我却清楚地知道自己未能坚守刚动笔时在言辞上所持的温和态度,反而试图谈论我原以为不会涉及的事情,表现得比平日的性情更为大胆,并且由于纷至沓来涌入脑海要说的话太多,我对正在言说的一些内容失去了克制。

§96

ἐπειδή περ οὖν ἐπελήλυθέ μοι τὸ παρρησιάζεσθαι, καὶ λέλυκα τὸ στόμα, καὶ τοιαύτην τὴν ὑπόθεσιν ἐποιησάμην ὥστε μήτε καλὸν εἶναί μοι μήτε δυνατὸν παραλιπεῖν τὰς τοιαύτας πράξεις, ἐξ ὧν οἷόν τʼ ἐστὶν ἐπιδεικνύναι πλέονος ἀξίαν τὴν πόλιν ἡμῶν γεγενημένην περὶ τοὺς Ἕλληνας τῆς Λακεδαιμονίων, οὐ κατασιωπητέον οὐδὲ περὶ τῶν ἄλλων κακῶν τῶν οὔπω μὲν εἰρημένων ἐν δὲ τοῖς Ἕλλησι γεγενημένων, ἀλλʼ ἐπιδεικτέον τοὺς μὲν ἡμετέρους ὀψιμαθεῖς αὐτῶν γεγενημένους,4 Λακεδαιμονίους δὲ τὰ μὲν πρώτους τὰ δὲ μόνους ἐξαμαρτόντας.

因此,既然坦率直言的冲动已降临于我,既然我已经打开了话匣子,并确立了这样一个主题——以至于对我而言,略去此类能够证明我们城邦对希腊人而言比拉刻代蒙人更具价值的事迹既不得体亦不可能——那么对于尚未提及但在希腊人中发生的其他恶行,我就绝不能保持沉默,而必须证明我们的先祖对这些恶行只是后知后觉的效仿者,而拉刻代蒙人却有的是首开先例,有的则是独犯其罪。

语法注4 条
  1. 89οὐχ ὡς οὐχ ἡμαρτημένων τούτων

    连词 ὡς 与带有双重否定(οὐχ ... οὐχ)的属格独立结构(ἡμαρτημένων τούτων)相结合,意为“并非托称这些事不是过错”。修饰主动词 ἀντέλεγον,限定了辩护者的动机与立场。

  2. 91ἃ τοίνυν περὶ Πλαταιᾶς ἔπραξαν, ἄτοπος ἂν εἴην, εἰ ταῦτʼ εἰρηκὼς ἐκείνων μὴ μνησθείην

    关系代词分句 ἃ ... ἔπραξαν 被前置作为全句的话题(提前结构/prolepsis),并在后接的条件从句中实际由动词 μνησθείην 所支配的指示代词属格 ἐκείνων 所承接。句式骨架为:“至于他们对普拉提亚所做的事,如果我讲了前面的事情却不提及那件事,我便显得荒唐了”。

  3. 94ὥστʼ εἰ μηδὲν εἴχομεν ἄλλο περὶ τοῖν πολέοιν εἰπεῖν, ἐκ τούτων ῥᾴδιον εἶναι καταμαθεῖν

    引导结果从句的 ὥστε 后接不定式(ῥᾴδιον εἶναι),其内部嵌套了一个与现在事实相反的假想条件从句(εἰ ... εἴχομεν)。在表达可能性或必然性的谓语形容词(如 ῥᾴδιον)的不定式结构中,归结分句常可省略 ἄν。

  4. 96ὀψιμαθεῖς αὐτῶν γεγενημένους

    形容词 ὀψιμαθής(意为“迟学之辈”、“后知后觉者”)支配目的格属格代词 αὐτῶν(指代前文的 τῶν ἄλλων κακῶν),表达雅典人成为“在这些恶行上后学之人”(即后来才被动仿效)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:89-96