- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:81-88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底详述了阿伽门农维系英雄大军十年之久并征服特洛伊的伟业,并在坦承此番离题可能会因不合时宜的长篇大论而受指责的同时,辩明自己宁可牺牲修辞匀称也要如实颂扬美德,随后回归正题。
τὸ τοίνυν ἐχόμενον, ὃ τῶν μὲν προειρημένων ἔλαττόν ἐστι, τῶν δὲ πολλάκις ἐγκεκωμιασμένων μεῖζον καὶ λόγου μᾶλλον ἄξιον·1 στρατόπεδον γὰρ συνεληλυθὸς ἐξ ἁπασῶν τῶν πόλεων, τοσοῦτον τὸ πλῆθος ὅσον εἰκός, ὃ πολλοὺς εἶχεν ἐν αὑτῷ τοὺς μὲν ἀπὸ θεῶν τοὺς δʼ ἐξ αὐτῶν τῶν θεῶν γεγονότας, οὐκ ὁμοίως διακειμένους τοῖς πολλοῖς οὐδʼ ἴσον φρονοῦντας τοῖς ἄλλοις, ἀλλʼ ὀργῆς καὶ θυμοῦ καὶ φθόνου καὶ φιλοτιμίας μεστούς, ἀλλʼ ὅμως τὸ τοιοῦτον ἔτη δέκα κατέσχεν οὐ μισθοφοραῖς μεγάλαις οὐδὲ χρημάτων δαπάναις, αἷς νῦν ἅπαντες δυναστεύουσιν, ἀλλὰ τῷ καὶ τῇ φρονήσει διαφέρειν καὶ δύνασθαι τροφὴν ἐκ τῶν πολεμίων τοῖς στρατιώταις πορίζειν, καὶ μάλιστα τῷ δοκεῖν ἐκεῖνον ἄμεινον ὑπὲρ τῆς τῶν ἄλλων βουλεύεσθαι σωτηρίας ἢ τοὺς ἄλλους περὶ σφῶν αὐτῶν.
那么接下来的这一点,虽不及前述功绩那般宏大,却比人们常常颂扬的事迹更为伟大、更值得一提。因为一支从所有城邦汇集而来的军队,人数自然极其庞大,其中包含了许多神明的后裔乃至神明自身所生之辈,他们绝不甘于常人的性情,亦不抱持与他人相等的念头,反而满怀愤怒、激情、嫉妒与功名之心——然而就是这样一支队伍,他却维系了十年之久,并非凭借高额的军饷或耗费钱财——如今所有人皆以此施行统治——而是由于他在智慧上出类拔萃,能够从敌人那里为士兵获取给养,尤其是因为他在众人看来,在为他人的安危深谋远虑方面胜过他们对自身的谋划。
τὸ τοίνυν τέλος, ὃ πᾶσι τούτοις ἐπέθηκεν, οὐδενὸς ἧττον προσήκει θαυμάζειν· οὐ γὰρ ἀπρεπὲς οὐδʼ ἀνάξιον τῶν προειρημένων φανήσεται ποιησάμενος, ἀλλὰ λόγῳ μὲν πρὸς μίαν πόλιν πολεμήσας, ἔργῳ δʼ οὐ μόνον πρὸς ἅπαντας τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἀλλὰ καὶ πρὸς ἄλλα γένη πολλὰ τῶν βαρβάρων κινδυνεύων οὐκ ἀπεῖπεν οὐδʼ ἀπῆλθε, πρὶν τήν τε πόλιν τοῦ τολμήσαντος ἐξαμαρτεῖν ἐξηνδραποδίσατο καὶ τοὺς βαρβάρους ἔπαυσεν ὑβρίζοντας.
再者,他为所有这些功绩所画上的句号,其令人赞叹之处绝不亚于任何事情。因为显而易见,他所造就的结局既非不得体,亦非不配于前述伟业;他名义上虽只与一个城邦作战,实际上却不仅与居住在整个亚细亚的人为敌,更是冒着危险抵抗异族的许多其他部族,未曾放弃亦未曾撤离,直到将胆敢犯下罪愆之人的城邦夷为奴役,并彻底制止了异族的狂妄僭越。
οὐκ ἀγνοῶ δὲ τὸ πλῆθος τῶν εἰρημένων περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς, οὐδʼ ὅτι τούτων καθʼ ἓν μὲν ἕκαστον εἴ τινες σκοποῖντο τί ἂν ἀποδοκιμάσαιεν, οὐδεὶς ἂν οὐδὲν αὐτῶν ἀφελεῖν τολμήσειεν,2 ἐφεξῆς δὲ ἀναγιγνωσκομένων ἅπαντες ἂν ἐπιτιμήσαιεν ὡς πολὺ πλείοσιν εἰρημένοις τοῦ δέοντος. ἐγὼ δʼ εἰ μὲν ἔλαθον ἐμαυτὸν πλεονάζων, ᾐσχυνόμην ἄν, εἰ γράφειν ἐπιχειρῶν περὶ ὧν μηδεὶς ἂν ἄλλος ἐτόλμησεν, οὕτως ἀναισθήτως διεκείμην· νῦν δʼ ἀκριβέστερον ᾔδειν τῶν ἐπιπλήττειν μοι τολμησόντων, ὅτι πολλοὶ τούτοις ἐπιτιμήσουσιν· ἀλλὰ γὰρ ἡγησάμην οὐχ οὕτως ἔσεσθαι δεινόν, ἢν ἐπὶ τοῦ μέρους τούτου δόξω τισὶ τῶν καιρῶν ἀμελεῖν, ὡς ἢν περὶ ἀνδρὸς τοιούτου διαλεγόμενος παραλίπω τι3 τῶν ἐκείνῳ τε προσόντων ἀγαθῶν κἀμοὶ προσηκόντων εἰπεῖν.
我并非不知道关于阿伽门农的美德已谈论了极多言辞,亦非不知道若有人逐一审视这些内容以求挑剔,无人敢于删去其中任何一项,但若连贯阅读起来,所有人都会指责其言辞大大超出了必要限度。倘若我是无意间陷入了过繁冗长,在试图撰写无人敢于尝试的主题时却表现得如此麻木迟钝,我定当深感羞愧;然而实际上,我比那些胆敢谴责我的人更清楚地知道,许多人会对这些内容提出非难。但我认为,若在这一部分被某些人视为忽视了适宜的时机,其严重程度绝比不上在论述这样一位人物时,遗漏了他所具备且理应由我陈述的任何美德善行。
ᾤμην δὲ καὶ παρὰ τοῖς χαριεστάτοις τῶν ἀκροατῶν εὐδοκιμήσειν, ἢν φαίνωμαι περὶ ἀρετῆς μὲν τοὺς λόγους ποιούμενος, ὅπως δὲ ταύτης ἀξίως ἐρῶ μᾶλλον σπουδάζων ἢ περὶ τὴν τοῦ λόγου συμμετρίαν, καὶ ταῦτα σαφῶς εἰδὼς τὴν μὲν περὶ τὸν λόγον ἀκαιρίαν ἀδοξότερον ἐμὲ ποιήσουσαν, τὴν δὲ περὶ τὰς πράξεις εὐβουλίαν αὐτοὺς τοὺς ἐπαινουμένους ὠφελήσουσαν· ἀλλʼ ὅμως ἐγὼ τὸ λυσιτελὲς ἐάσας τὸ δίκαιον εἱλόμην.
我还认为,若我表现出是在为美德发表演说,并且比起演说的匀称更热切于如何以相称的方式赞颂美德,那么在听众中最具教养的人士那里亦当赢得赞誉;况且我清楚地知道,言辞上的不合时宜会使我声名受损,而在行为上的深思熟虑却会使被称赞者自身获益;尽管如此,我依然抛弃了私利而选择了正义。
οὐ μόνον δʼ ἂν εὑρεθείην ἐπὶ τοῖς νῦν λεγομένοις ταύτην ἔχων τὴν διάνοιαν, ἀλλʼ ὁμοίως ἐπὶ πάντων, ἐπεὶ καὶ τῶν πεπλησιακότων μοι φανείην ἂν μᾶλλον χαίρων τοῖς ἐπὶ τῷ βίῳ καὶ ταῖς πράξεσιν εὐδοκιμοῦσιν ἢ τοῖς περὶ τοὺς λόγους δεινοῖς εἶναι δοκοῦσιν. καίτοι τῶν μὲν εὖ ῥηθέντων, εἰ καὶ μηδὲν συμβαλοίμην, ἅπαντες ἂν ἐμοὶ τὴν αἰτίαν ἀναθεῖεν, τῶν δʼ ὀρθῶς πραττομένων εἰ καὶ πάντες εἰδεῖέν με σύμβουλον γεγενημένον, οὐδεὶς ὅστις οὐκ ἂν αὐτὸν τὸν μεταχειριζόμενον τὰς πράξεις ἐπαινέσειεν.
不仅在如今所谈论的事情上可以发现我怀有此种心意,在所有事情上皆是如此;因为即使在那些亲近我的人当中,我显然也更喜爱因其生活与行为而享有盛誉者,胜过那些被认为擅长辞令之徒。诚然,对于讲得精彩的言论,纵使我毫无贡献,所有人亦会将功劳归于我;而对于行之得当的事情,纵使所有人都知道我是出谋划策之人,亦绝无一人不赞扬亲身执行这些行为者。
ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅποι τυγχάνω φερόμενος· ἀεὶ γὰρ οἰόμενος δεῖν προστιθέναι τὸ τῶν προειρημένων ἐχόμενον, παντάπασι πόρρω γέγονα τῆς ὑποθέσεως. λοιπὸν οὖν ἐστιν οὐδὲν ἄλλο, πλὴν αἰτησάμενον τῷ γήρᾳ συγγνώμην ὑπὲρ τῆς λήθης καὶ τῆς μακρολογίας,4 τῶν εἰθισμένων παραγίγνεσθαι τοῖς τηλικούτοις, ἐπανελθεῖν εἰς τὸν τόπον ἐκεῖνον ἐξ οὗπερ εἰσέπεσον εἰς τὴν περιττολογίαν ταύτην.
然而,我真不知道自己竟漂泊到了何处;因为始终认为应当把前述话题之后的内容接续下去,我已经完全远离了本题。因此,除了为高龄而就遗忘与多言请求宽恕——这些乃是降临于如此年迈者身上的常态——并返回我堕入这番冗辞赘语的原本之处以外,便别无他法了。
- 81τὸ τοίνυν ἐχόμενον, ὃ τῶν μὲν προειρημένων ἔλαττόν ἐστι, τῶν δὲ πολλάκις ἐγκεκωμιασμένων μεῖζον καὶ λόγου μᾶλλον ἄξιον·
句首的 τὸ τοίνυν ἐχόμενον 作为话题宾格(或悬空主格)出现,在语法上未直接作为后文单一动词的主语或宾语,而是由其后引导的说明句 στρατόπεδον γὰρ ... κατέσχεν 展开其具体内容。
- 84τούτων καθʼ ἓν μὲν ἕκαστον εἴ τινες σκοποῖντο τί ἂν ἀποδοκιμάσαιεν, οὐδεὶς ἂν οὐδὲν αὐτῶν ἀφελεῖν τολμήσειεν
在条件从句 εἴ τινες σκοποῖντο 内部,嵌有带有潜势希求语气(ἄν + 希求语气)的间接疑问句 τί ἂν ἀποδοκιμάσαιεν,并与主句结论 οὐδεὶς ἂν ... τολμήσειεν 的潜势希求语气相呼应。
- 85οὐχ οὕτως ἔσεσθαι δεινόν, ἢν ἐπὶ τοῦ μέρους τούτου δόξω τισὶ τῶν καιρῶν ἀμελεῖν, ὡς ἢν περὶ ἀνδρὸς τοιούτου διαλεγόμενος παραλίπω τι
由 οὐχ οὕτως ... ὡς ... 构成的比较句式,在 ὡς 之后省略了主句谓语 δεινὸν ἔσεσθαι,用以对比两个条件从句的严重程度:“若显得……并不如若遗漏……那样可怕”。
- 88αἰτησάμενον τῷ γήρᾳ συγγνώμην ὑπὲρ τῆς λήθης καὶ τῆς μακρολογίας
分词 αἰτησάμενον 采用宾格,作为依存于 λοιπόν ἐστιν 的不定式 ἐπανελθεῖν 的逻辑主语。与格 τῷ γήρᾳ 并非请求宽恕的对象,而是表示原因或关涉的与格(“为老迈之故 / 以高龄为由”)。
