← 伊索克拉底

泛雅典娜节演说

§73-80

为阿伽门农辩护及其统领全希腊的功绩

作者虽顾虑偏离主题,仍决意为未获应有声誉的阿伽门农辩护,赞颂他作为全希腊统帅平定内乱、统领诸王并阻绝异族入侵的无与伦比的功业。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§73

καὶ ταύτας οὐ μετρίως ἀλλʼ ὑπερβαλλόντως·1 οὐδένα γὰρ εὑρήσομεν τῶν ἁπάντων οὔτʼ ἰδιωτέρας πράξεις μεταχειρισάμενον2 οὔτε καλλίους οὔτε μείζους οὔτε τοῖς Ἕλλησιν ὠφελιμωτέρας οὔτε πλειόνων ἐπαίνων ἀξίας. καὶ τούτοις οὕτω μὲν ἀπηριθμημένοις εἰκότως ἄν τινες ἀπιστήσειαν, μικρῶν δὲ περὶ ἑκάστου ῥηθέντων ἅπαντες ἂν ἀληθῆ με λέγειν ὁμολογήσειαν.

而且他所具备的这些美德绝非平庸,而是极其卓越的;因为在所有人当中,我们找不到任何一个人,曾从事过比他更独特、更崇高、更伟大、对希腊人更有益,或是更值得倍加赞誉的伟业。若仅仅像这样一一列举,有些人固然有理由表示怀疑,但只要对每一项略加说明,所有人都会承认我说的是实话。

§74

οὐ δύναμαι δὲ κατιδεῖν, ἀλλʼ ἀπορῶ ποίοις ἂν λόγοις μετὰ ταῦτα χρησάμενος ὀρθῶς εἴην βεβουλευμένος.3 αἰσχύνομαι μὲν γάρ, εἰ τοσαῦτα περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς προειρηκὼς μηδενὸς μνησθήσομαι τῶν ὑπʼ ἐκείνου πεπραγμένων, ἀλλὰ δόξω τοῖς ἀκούουσιν ὅμοιος εἶναι τοῖς ἀλαζονευομένοις καὶ λέγουσιν ὅ τι ἂν τύχωσιν· ὁρῶ δὲ τὰς πράξεις τὰς ἔξω λεγομένας τῶν ὑποθέσεων οὐκ ἐπαινουμένας ἀλλὰ ταραχώδεις εἶναι δοκούσας, καὶ πολλοὺς μὲν ὄντας τοὺς κακῶς χρωμένους αὐταῖς, πολὺ δὲ πλείους τοὺς ἐπιτιμῶντας. διὸ δέδοικα μὴ καὶ περὶ ἐμὲ συμβῇ τι τοιοῦτον. οὐ μὴν ἀλλʼ αἱροῦμαι βοηθῆσαι τῷ ταὐτὸν ἐμοί τε καὶ πολλοῖς πεπονθότι, καὶ διημαρτηκότι τῆς δόξης ἧς προσῆκε τυχεῖν αὐτόν, καὶ μεγίστων μὲν ἀγαθῶν αἰτίῳ γεγενημένῳ περὶ ἐκεῖνον τὸν χρόνον, ἧττον δʼ ἐπαινουμένῳ τῶν οὐδὲν ἄξιον λόγου διαπεπραγμένων.

然而我无法看透,甚至不知所措,不知在此之后运用怎样的言辞才算得上深思熟虑。因为一方面,如果我事先对阿伽门农的美德谈了这么多,却对他所建立的功绩只字不提,反而在听众看来仿佛成了那些夸夸其谈、信口开河之徒,我会感到惭愧;但另一方面,我也看到那些在主题之外被提及的事迹并不会受到赞许,反被视为纷乱杂糅,且拙劣运用这些事迹的人固然很多,而加以指责的人则远为众多。因此,我担心自己也会遭遇类似的情形。尽管如此,我依然选择挺身相助一位与我及众人遭受同样命运的人——他未能获得本应享有的声誉,他虽在当时成为极大福祉的缔造者,所受的赞誉却不及那些未曾建树任何值得称道之事的人。

§76

τί γὰρ ἐκεῖνος ἐνέλιπεν, ὃς τηλικαύτην μὲν ἔσχε τιμήν, ἧς εἰ πάντες συνελθόντες μείζω ζητοῖεν, οὐδέποτʼ ἂν εὑρεῖν δυνηθεῖεν; μόνος γὰρ ἁπάσης τῆς Ἑλλάδος ἠξιώθη γενέσθαι στρατηγός. ὁπότερον δέ, εἴθʼ ὑπὸ πάντων αἱρεθεὶς εἴτʼ αὐτὸς κτησάμενος, οὐκ ἔχω λέγειν. ὁποτέρως δʼ οὖν συμβέβηκεν, οὐδεμίαν ὑπερβολὴν λέλοιπε τῆς περὶ αὑτὸν δόξης τοῖς ἄλλως πως τιμηθεῖσιν.4

因为那个人究竟有何欠缺呢?他曾享有如此崇高的尊荣,以至于即便天下所有人联合起来去寻求更高的荣耀,也绝不可能找到;因为只有他一人被认为配得上担任全希腊的统帅。究竟是受众人推举,还是凭自身力量获取,我无法断言。但无论实情如何,对于以任何其他方式获得尊荣的人而言,他都没有留下丝毫能超越其自身声望的余地。

§77

ταύτην δὲ λαβὼν τὴν δύναμιν οὐκ ἔστιν ἥν τινα τῶν Ἑλληνίδων πόλεων ἐλύπησεν, ἀλλʼ οὕτως ἦν πόρρω τοῦ περί τινας ἐξαμαρτεῖν, ὥστε παραλαβὼν τοὺς Ἕλληνας ἐν πολέμῳ καὶ ταραχαῖς καὶ πολλοῖς κακοῖς ὄντας τούτων μὲν αὐτοὺς ἀπήλλαξεν, εἰς ὁμόνοιαν δὲ καταστήσας τὰ μὲν περιττὰ τῶν ἔργων καὶ τερατώδη καὶ μηδὲν ὠφελοῦντα τοὺς ἄλλους ὑπερεῖδε, στρατόπεδον δὲ συστήσας ἐπὶ τοὺς βαρβάρους ἤγαγεν.

而在获得这一权力之后,他未曾使任何一个希腊城邦遭受困苦;相反,他远不至于对任何人犯下过失,以至于当他接手正处于战争、动荡和诸多灾祸中的希腊人时,使他们摆脱了这些苦难,并在使他们达成和睦之后,摈弃了那些浮夸怪诞且对他人毫无助益的举动,组建起军队率领他们征伐异族。

§78

τούτου δὲ κάλλιον στρατήγημα καὶ τοῖς Ἕλλησιν ὠφελιμώτερον οὐδεὶς φανήσεται πράξας οὔτε τῶν κατʼ ἐκεῖνον τὸν χρόνον εὐδοκιμησάντων οὔτε τῶν ὕστερον ἐπιγενομένων. ἃ ʼκεῖνος πράξας καὶ τοῖς ἄλλοις ὑποδείξας οὐχ οὕτως εὐδοκίμησεν, ὡς προσῆκεν αὐτόν, διὰ τοὺς μᾶλλον ἀγαπῶντας τὰς θαυματοποιίας τῶν εὐεργεσιῶν καὶ τὰς ψευδολογίας τῆς ἀληθείας, ἀλλὰ τοιοῦτος γενόμενος ἐλάττω δόξαν ἔχει τῶν οὐδὲ μιμήσασθαι τολμησάντων αὐτόν.

无论在当时享有盛誉的人当中,还是在后世降生的人当中,都不会有人被发现曾做出过比这更优异、对希腊人更有益的统帅之举。他完成了这些伟业并为他人树立了典范,却未能获得应有的崇高声誉,这乃是由于那些比起造福更喜好神奇怪诞之事、比起真相更偏爱虚假言辞之徒;因而他虽为如此杰出的人物,所享有的声誉反倒不如那些连模仿他都不敢尝试的人。

§79

οὐ μόνον δʼ ἐπὶ τούτοις ἄν τις ἐπαινέσειεν αὐτόν, ἀλλὰ καὶ ἐφʼ οἷς περὶ τὸν αὐτὸν χρόνον ἔπραξεν. εἰς τοῦτο γὰρ μεγαλοφροσύνης ἦλθεν, ὥστʼ οὐκ ἀπέχρησεν αὐτῷ λαβεῖν στρατιώτας τῶν ἰδιωτῶν ὁπόσους ἐξ ἑκάστης ἐβουλήθη τῆς πόλεως, ἀλλὰ τοὺς βασιλεῖς τοὺς ποιοῦντας ἐν ταῖς αὑτῶν ὅ τι βουληθεῖεν καὶ τοῖς ἄλλοις προστάττοντας, τούτους ἔπεισεν ὑφʼ αὑτῷ γενέσθαι, καὶ συνακολουθεῖν ἐφʼ οὓς ἂν ἡγῆται, καὶ ποιεῖν τὸ προσταττόμενον, καὶ βασιλικὸν βίον ἀφέντας στρατιωτικῶς ζῆν, ἔτι δὲ κινδυνεύειν καὶ πολεμεῖν οὐχ ὑπὲρ τῆς σφετέρας αὐτῶν πατρίδος καὶ βασιλείας, ἀλλὰ λόγῳ μὲν ὑπὲρ Ἑλένης τῆς Μενελάου γυναικός, ἔργῳ δʼ ὑπὲρ τοῦ μὴ τὴν Ἑλλάδα πάσχειν ὑπὸ τῶν βαρβάρων μήτε τοιαῦτα μήθʼ οἷα πρότερον αὐτῇ συνέπεσε περὶ τὴν Πέλοπος μὲν ἁπάσης Πελοποννήσου κατάληψιν, Δαναοῦ δὲ τῆς πόλεως τῆς Ἀργείων, Κάδμου δὲ Θηβῶν· ὧν τίς ἄλλος φανήσεται προνοηθείς, ἢ τίς ἐμποδὼν καταστὰς τοῦ μηδὲν ἔτι γενέσθαι τοιοῦτον,5 πλὴν τῆς ἐκείνου φύσεως καὶ δυνάμεως;

人们不仅会因这些事迹赞扬他,还会因他在同一时期所成就的事业称颂他。因为他的气魄达到了如此境界,以至于从各个城邦中招募任意数量的平民士兵并不足以令他满足,相反,那些在其领地内为所欲为并向他人发号施令的诸王,他竟能说服他们臣服于自己麾下,无论他率领〔他们〕向何人进发都一同跟随,遵行受命之事,抛弃君王的生活而过着戎马军旅生涯,更有甚者,去冒险作战,并非为了他们自己的祖国和王位,名义上是为了墨涅拉俄斯的妻子海伦,而实际上则是为了使希腊既不从异族那里遭受这类祸患,也不遭受先前佩洛普斯占领整个伯罗奔尼撒、达那俄斯占领阿尔戈斯人的城邦以及卡德摩斯占领忒拜时降临于希腊的那类祸患。除了他的天赋才干与力量,还有谁能被证明曾预见这般灾难,又有谁能挺身而出阻挡此类变故再度发生呢?

语法注5 条
  1. 73καὶ ταύτας οὐ μετρίως ἀλλʼ ὑπερβαλλόντως

    宾格 ταύτας 指向上节末尾(§72)的 ἀρετάς,承接分词 σχόντα(或承前省略的 ἔχοντα)作宾语,构成省略性的追加短语。

  2. 73οὔτʼ ἰδιωτέρας πράξεις μεταχειρισάμενον

    ἰδιωτέρας 是 ἴδιος 的比较级 ἰδιώτερος 的阴性宾格复数,意为“更具其个人特色的”、“独一无二的”。尽管从词形上可能联想到 ἰδιώτης(平民、私人)而理解为“更偏向私人的”,但从与 καλλίους、μείζους、ὠφελιμωτέρας 等一连串褒义评价性比较级并列来看,当取“独具一格、比类未见”之意。

  3. 74ποίοις ἂν λόγοις μετὰ ταῦτα χρησάμενος ὀρθῶς εἴην βεβουλευμένος

    此句构成由 ἀπορῶ 引出的间接疑问句。分词 χρησάμενος 充当条件分词(相当于 εἰ χρησαίμην),主节动词为带 ἄν 的完成时希求法 εἴην βεβουλευμένος,表潜在或条件句的归结从句,意为“若运用怎样的言辞,我才算得上深思熟虑”。

  4. 76οὐδεμίαν ὑπερβολὴν λέλοιπε τῆς περὶ αὑτὸν δόξης τοῖς ἄλλως πως τιμηθεῖσιν

    ὑπερβολή 意为“超越、凌驾的余地”,属格 τῆς περὶ αὑτὸν δόξης 为宾格性属格,充当 ὑπερβολή 的内容(“超越关乎他自身声望”)。与格 τοῖς ἄλλως πως τιμηθεῖσιν 为关系与格或不利与格(“对以任何其他方式获得尊荣之人而言”),整体结构表示他没有给其他获得荣耀之人留下任何超越其声望的余地。

  5. 80ἐμποδὼν καταστὰς τοῦ μηδὲν ἔτι γενέσθαι τοιοῦτον

    短语 ἐμποδὼν καταστάς(“挺身阻挡”)相当于表阻碍或妨止的动词结构,后接带冠词的属格不定式 τοῦ μηδὲν ... γενέσθαι 表防止。其中的否定词 μή 为阻碍动词后的习惯性赘用否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:73-80