← 伊索克拉底

泛雅典娜节演说

§64-72

斯巴达在统治同盟与毁灭城邦中的残暴

作者在承认雅典亦有过失的同时,反驳指出斯巴达在审判同盟者、征收贡金和毁灭城邦方面远为苛酷,并指责斯巴达摧毁了曾在特洛伊远征中诞生众多伟大英雄的伯罗奔尼撒诸重镇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§64

ἐγὼ δὲ πρὸς ἅπαντα μὲν τὰ δικαίως ἂν ῥηθέντα κατὰ τῆς πόλεως οὔτʼ ἂν δυναίμην ἀντειπεῖν οὔτʼ ἂν ἐπιχειρήσαιμι τοῦτο ποιεῖν· καὶ γὰρ ἂν αἰσχυνοίμην, ὅπερ εἶπον ἤδη καὶ πρότερον, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων ἐγὼ γλιχοίμην καὶ πειρῴμην πείθειν ὡς περὶ οὐδὲν πώποτε τὸ κοινὸν ἡμῶν πεπλημμέληκεν· οὐ μὴν ἀλλʼ ἐκεῖνό γʼ οἴομαι ποιήσειν, τήν τε πόλιν τὴν Σπαρτιατῶν ἐπιδείξειν περὶ τὰς πράξεις τὰς προειρημένας πολὺ πικροτέραν καὶ χαλεπωτέραν τῆς ἡμετέρας γεγενημένην, τούς θʼ ὑπὲρ ἐκείνων βλασφημοῦντας καθʼ ἡμῶν ὡς δυνατὸν ἀφρονέστατα διακειμένους καὶ τοῦ κακῶς ἀκούειν ὑφʼ ἡμῶν τοὺς φίλους αὐτῶν αἰτίους ὄντας· ἐπειδὰν γὰρ τὰ τοιαῦτα κατηγορῶσιν, οἷς ἔνοχοι Λακεδαιμόνιοι μᾶλλον τυγχάνουσιν ὄντες, οὐκ ἀποροῦμεν τοῦ περὶ ἡμῶν ῥηθέντος μεῖζον ἁμάρτημα κατʼ ἐκείνων εἰπεῖν. οἷον καὶ νῦν, ἢν μνησθῶσι τῶν ἀγώνων τῶν τοῖς συμμάχοις ἐνθάδε γιγνομένων, τίς ἐστιν οὕτως ἀφυής, ὅστις οὐχ εὑρήσει πρὸς τοῦτʼ ἀντειπεῖν ὅτι πλείους Λακεδαιμόνιοι τῶν Ἑλλήνων ἀκρίτους ἀπεκτόνασι τῶν παρʼ ἡμῖν, ἐξ οὗ τὴν πόλιν οἰκοῦμεν, εἰς ἀγῶνα καὶ κρίσιν καταστάντων;1

至于对我国的一切正当指责,我既无力反驳,也不会试图去这样做;因为正如我先前已经说过的,如果别人连神明都不认为免于过失,而我却执意力图使人相信我们的城邦从未犯过任何过错,那我实当感到羞愧;然而,我认为我至少能做到这一点:证明斯巴达人的城邦在上述作为中远比我国更为冷酷苛暴,而那些代表他们中伤我们的人则愚蠢到了极点,正是他们使自己的朋友招致了我们的斥责;因为每当他们提出那些拉刻代蒙人其实更难辞其咎的罪责来指控我们时,我们绝不乏能指出他们比我们所受指责更为严重的过错。 例如此刻,如果他们提及在此地为同盟者所举行的审判,谁会愚钝到找不出反驳之辞,去指出拉刻代蒙人未经审判而处死的希腊人,比起我们建城以来在此接受诉讼和审判的人还要多呢?

§67

τοιαῦτα δὲ καὶ περὶ τῆς εἰσπράξεως τῶν φόρων ἤν τι λέγωσιν, ἕξομεν εἰπεῖν· πολὺ γὰρ ἐπιδείξομεν συμφορώτερα πράξαντας τοὺς ἡμετέρους ἢ Λακεδαιμονίους ταῖς πόλεσι ταῖς τὸν φόρον ἐνεγκούσαις. πρῶτον μὲν γὰρ οὐ προσταχθὲν ὑφʼ ἡμῶν τοῦτʼ ἐποίουν,2 ἀλλʼ αὐτοὶ γνόντες, ὅτε περ τὴν ἡγεμονίαν ἡμῖν τὴν κατὰ θάλατταν ἔδοσαν· ἔπειτʼ οὐχ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας ἔφερον, ἀλλʼ ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ἐλευθερίας τῆς αὑτῶν καὶ τοῦ μὴ περιπεσεῖν ὀλιγαρχίας γενομένης τηλικούτοις κακοῖς τὸ μέγεθος, ἡλίκοις ἐπὶ τῶν δεκαδαρχιῶν καὶ τῆς δυναστείας τῆς Λακεδαιμονίων. ἔτι δʼ οὐκ ἐκ τούτων ἔφερον ἐξ ὧν αὐτοὶ διέσωσαν, ἀλλʼ ἀφʼ ὧν διʼ ἡμᾶς εἶχον· ὑπὲρ ὧν, εἰ καὶ μικρὸς λογισμὸς ἐνῆν αὐτοῖς, δικαίως ἂν χάριν εἶχον ἡμῖν. παραλαβόντες γὰρ τὰς πόλεις αὐτῶν τὰς μὲν παντάπασιν ἀναστάτους γεγενημένας ὑπὸ τῶν βαρβάρων, τὰς δὲ πεπορθημένας, εἰς τοῦτο προηγάγομεν, ὥστε μικρὸν μέρος τῶν γιγνομένων ἡμῖν διδόντας μηδὲν ἐλάττους ἔχειν τοὺς οἴκους Πελοποννησίων τῶν οὐδένα φόρον ὑποτελούντων.

若是他们就贡金的征收说些什么,我们同样可以如此回击:因为我们将表明,我们的人对待缴纳贡金的城邦,其行事要比拉刻代蒙人有利得多。首先,他们这样做并非出于我们的强行指派,而是他们在将海上霸权交予我们时自行做出的决定;其次,他们纳贡不是为了我们的保全,而是为了他们自己的民主政体与自由,为了不至于在寡头政体建立后,陷入如同十人统治和拉刻代蒙人专制时期那般沉重的灾难。此外,他们纳贡所出的财物并非源自他们自行保全的家业,而是源于借助我们才拥有的财富;对此,只要他们尚有一点理智,理当对我们心怀感激。因为我们接手他们的城邦时,有的已被异族彻底夷平,有的遭到劫掠,而我们将他们提升到如此境地,以至于只需向我们缴纳收成中的一小部分,他们的家业便丝毫不逊于那些不纳分文贡金的伯罗奔尼撒人。

§70

περὶ τοίνυν τῶν ἀναστάτων γεγενημένων ὑφʼ ἑκατέρας τῶν πόλεων, ὃ μόνοις τινὲς ἡμῖν ὀνειδίζουσιν, ἐπιδείξομεν πολὺ δεινότερα πεποιηκότας οὓς ἐπαινοῦντες διατελοῦσιν. ἡμῖν μὲν γὰρ συνέπεσε περὶ νησύδρια τοιαῦτα καὶ τηλικαῦτα τὸ μέγεθος ἐξαμαρτεῖν, ἃ πολλοὶ τῶν Ἑλλήνων οὐδʼ ἴσασιν, ἐκεῖνοι δὲ τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ καὶ τὰς πανταχῇ προεχούσας τῶν ἄλλων ἀναστάτους ποιήσαντες αὐτοὶ τἀκείνων ἔχουσιν, ἃς ἄξιον ἦν, εἰ καὶ μηδὲν αὐταῖς πρότερον ὑπῆρχεν ἀγαθόν, τῆς μεγίστης δωρεᾶς παρὰ τῶν Ἑλλήνων τυχεῖν3 διὰ τὴν στρατείαν τὴν ἐπὶ Τροίαν, ἐν ᾗ σφᾶς τε αὐτὰς παρέσχον πρωτευούσας καὶ τοὺς ἡγεμόνας ἀρετὰς ἔχοντας οὐ μόνον τὰς τοιαύτας ὧν πολλοὶ καὶ τῶν φαύλων κοινωνοῦσιν, ἀλλὰ κἀκείνας ὧν οὐδεὶς ἂν πονηρὸς ὢν δυνηθείη μετασχεῖν.

再者,关于被两邦夷平的城邦——某些人仅就此事责难我们——我们将证明,那些他们不断称赞的人所做出的行径要险恶得多。因为对我们而言,犯下过错是不幸落在了如许大小的小岛上,许多希腊人甚至未曾听闻它们;而那些人却将伯罗奔尼撒最大、且在各方面皆冠绝其他的城邦夷为平地,自己占有了这些城邦的土地——这些城邦即使先前未立下任何善功,也理应因远征特洛伊之举而获得希腊人最崇高的赏报;在那场远征中,她们自身居于前列,并贡献了具有德行的领袖——他们不仅具有连许多庸人也共有的那类德行,更具有任何奸邪之人绝不可能分享的那些德行。

§72

Μεσσήνη μὲν γὰρ Νέστορα παρέσχε τὸν φρονιμώτατον ἁπάντων τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, Λακεδαίμων δὲ Μενέλαον τὸν διὰ σωφροσύνην καὶ δικαιοσύνην μόνον ἀξιωθέντα Διὸς γενέσθαι κηδεστήν, ἡ δʼ Ἀργείων πόλις Ἀγαμέμνονα τὸν οὐ μίαν οὐδὲ δύο σχόντα μόνον ἀρετάς, ἀλλὰ πάσας ὅσας ἂν ἔχοι τις εἰπεῖν,

因为麦塞内贡献了当时最明智的涅斯托尔;拉刻代蒙贡献了因节制与正义而唯一有资格成为宙斯姻亲的墨涅拉俄斯;而阿尔戈斯人的城邦则贡献了阿伽门农,他所拥有的并非仅仅一种或两种美德,而是凡人所能道出的一切美德,

语法注3 条
  1. 66πλείους Λακεδαιμόνιοι τῶν Ἑλλήνων ἀκρίτους ἀπεκτόνασι τῶν παρʼ ἡμῖν, ἐξ οὗ τὴν πόλιν οἰκοῦμεν, εἰς ἀγῶνα καὶ κρίσιν καταστάντων

    句中的 τῶν ... καταστάντων 作比较级 πλείους 的比较属格(意为“比受审者更多”)。而 τῶν Ἑλλήνων 则是与 πλείους 搭配的部分属格(“更多的希腊人”),ἀκρίτους(未经审判)作谓语性宾格修饰 ἀπεκτόνασι。整个句式确立了“斯巴达人未经审判处死的希腊人,多于在雅典被正式付诸审判之人”的对比结构。

  2. 67οὐ προσταχθὲν ὑφʼ ἡμῶν τοῦτʼ ἐποίουν

    分词 προσταχθέν 为无人称被动分词的独立对格(accusative absolute),表示原因或条件(“并非由于我们下达了命令”)。它在语法上不与主句动词 ἐποίουν 的主语(同盟诸邦)一致,而是充当独立的副词性修饰成分。

  3. 71ἃς ἄξιον ἦν, εἰ καὶ μηδὲν αὐταῖς πρότερον ὑπῆρχεν ἀγαθόν, τῆς μεγίστης δωρεᾶς παρὰ τῶν Ἑλλήνων τυχεῖν

    短语 ἄξιον ἦν 由表示应当的形容词与未完过去时 ἦν 构成,在此不带 ἄν 而表示未实现的当为或虚拟语气(“理应获得[但实际却遭到毁灭]”)。关系代词 ἃς 指代前句中被毁的伯罗奔尼撒诸城邦,充当不定词 τυχεῖν 的逻辑主语(宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:64-72