- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:55-63
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过两邦统治时长、战争承受力与复兴速度、对波斯条约等方面的对比论证雅典优于斯巴达,并预见且反驳了批评者借雅典对同盟者的严酷处置发难的企图。
καθʼ ἕκαστον μὲν οὖν διεξιέναι περὶ τῶν τοιούτων καὶ τοσούτων τὸ πλῆθος ἀνόητόν ἐστιν· ὀλίγα δὲ καθʼ ἁπάντων εἰπεῖν, ἃ τοῖς ἀκούσασιν ὀργὴν ἀξίαν ἐμποιήσειεν ἂν τῶν πεπραγμένων, νεώτερος μὲν ὢν ἴσως ἂν ἐξεῦρον, νῦν δʼ οὐδὲν ἐπέρχεταί μοι τοιοῦτον, ἀλλʼ ἅπερ ἅπασιν, ὅτι1 τοσοῦτον ἐκεῖνοι διήνεγκαν ἀνομίᾳ καὶ πλεονεξίᾳ τῶν προγεγενημένων, ὥστʼ οὐ μόνον αὑτοὺς ἀπώλεσαν καὶ τοὺς φίλους καὶ τὰς πατρίδας τὰς αὑτῶν, ἀλλὰ καὶ Λακεδαιμονίους πρὸς τοὺς συμμάχους διαβαλόντες εἰς τοιαύτας καὶ τοσαύτας συμφορὰς ἐνέβαλον, ὅσας οὐδεὶς πώποτʼ αὐτοῖς γενήσεσθαι προσεδόκησεν.
因此,逐一详述如此繁多的恶行实属不智;若要概括性地讲几句话,以在听者心中激起与那些罪行相称的义愤,我年轻时或许还能想得出来,但如今我却想不出什么绝妙之辞,唯有人尽皆知的一点涌上心头:那些人在不法与贪婪上远迈前人,以至于不仅毁了自己、朋友和各自的城邦,而且还让拉刻代蒙人在同盟者中备受指责,陷入了前所未料的深重灾祸之中。
μάλιστα μὲν οὖν ἐντεῦθεν ἄν τις δυνηθείη κατιδεῖν ὅσῳ μετριώτερον καὶ πραότερον ἡμεῖς τῶν πραγμάτων ἐπεμελήθημεν, δεύτερον δʼ ἐκ τοῦ ῥηθήσεσθαι μέλλοντος· Σπαρτιᾶται μὲν γὰρ ἔτη δέκα μόλις ἐπεστάτησαν αὐτῶν, ἡμεῖς δὲ πέντε καὶ ἑξήκοντα συνεχῶς κατέσχομεν τὴν ἀρχήν. καίτοι πάντες ἴσασι τὰς πόλεις τὰς ὑφʼ ἑτέροις γιγνομένας, ὅτι πλεῖστον χρόνον τούτοις παραμένουσιν2 ὑφʼ ὧν ἂν ἐλάχιστα κακὰ πάσχουσαι τυγχάνωσιν.
因此,人们首先便能由此看出,我们在管理事务方面要温和宽厚得多;其次,亦可从接下来要说的话中看出这一点。因为斯巴达人统御他们仅有区区十年,而我们却连续维持了六十五年的统治。然而人尽皆知,臣属于他人的城邦,凡从谁那里遭受的祸害最少,便会在谁的麾下依附最久。
ἐκ τούτων τοίνυν ἀμφότεραι μισηθεῖσαι κατέστησαν εἰς πόλεμον καὶ ταραχήν, ἐν ᾗ τὴν μὲν ἡμετέραν εὕροι τις ἄν, ἁπάντων αὐτῇ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐπιθεμένων, ἔτη δέκα τούτοις ἀντισχεῖν δυνηθεῖσαν, Λακεδαιμονίους δὲ3 κρατοῦντας ἔτι κατὰ γῆν, πρὸς Θηβαίους μόνους πολεμήσαντας καὶ μίαν μάχην ἡττηθέντας, ἁπάντων ἀποστερηθέντας ὧν εἶχον, καὶ παραπλησίαις ἀτυχίαις χρησαμένους καὶ συμφοραῖς αἷσπερ ἡμεῖς, καὶ πρὸς τούτοις τὴν μὲν ἡμετέραν πόλιν ἐν ἐλάττοσιν ἔτεσιν ἀναλαβοῦσαν αὑτὴν ἢ κατεπολεμήθη, Σπαρτιάτας δὲ μετὰ τὴν ἧτταν μηδʼ ἐν πολλαπλασίῳ χρόνῳ δυνηθέντας καταστῆσαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἕξιν ἐξ ἧς περ ἐξέπεσον, ἀλλʼ ὁμοίως ἔτι καὶ νῦν ἔχοντας.
因此,两邦皆因这些统治而招致怨恨,陷入战争与混乱之中。在这一时期人们会发现:我国在全体希腊人与异族齐来围攻之际,尚能抵御他们长达十年;而拉刻代蒙人彼时虽仍称霸陆上,却仅与底比斯人单独交战,在一场战役中溃败,便被剥夺了原本拥有的一切,遭遇了与我们极其相似的不幸与灾难;不仅如此,我国复兴自身所用的年数,比被击垮所用的年数还要少;而斯巴达人在溃败之后,即便花费数倍于此的时间,也未能将自己恢复到跌落之前的境地,至今仍处于同样的困境之中。
τὰ τοίνυν πρὸς τοὺς βαρβάρους ὡς ἑκάτεροι προσηνέχθημεν, δηλωτέον· ἔτι γὰρ τοῦτο λοιπόν ἐστιν. ἐπὶ μὲν γὰρ τῆς ἡμετέρας δυναστείας οὐκ ἐξῆν αὐτοῖς οὔτʼ ἐντὸς Ἅλυος πεζῷ στρατοπέδῳ καταβαίνειν οὔτε μακροῖς πλοίοις ἐπὶ τάδε πλεῖν Φασήλιδος· ἐπὶ δὲ τῆς Λακεδαιμονίων οὐ μόνον τοῦ πορεύεσθαι καὶ πλεῖν ὅποι βουληθεῖεν ἐξουσίαν ἔλαβον, ἀλλὰ καὶ δεσπόται πολλῶν Ἑλληνίδων πόλεων κατέστησαν.
接下来,则必须阐明双方各自对待异族的态度,因为这仍是尚待说明之处。在我邦称霸之时,他们既不得率陆军进至哈律斯河以西,亦不得乘战船航行至法塞利斯以西;但在拉刻代蒙人统治之时,他们不仅获得了随意进军与航行的自由,甚至成为了许多希腊城邦的主人。
τὴν δὴ καὶ τὰς συνθήκας τὰς πρὸς βασιλέα γενναιοτέρας καὶ μεγαλοφρονεστέρας ποιησαμένην, καὶ τῶν πλείστων καὶ μεγίστων τοῖς μὲν βαρβάροις κακῶν τοῖς δʼ Ἕλλησιν ἀγαθῶν αἰτίαν γεγενημένην, ἔτι δὲ τῆς Ἀσίας τὴν παραλίαν καὶ πολλὴν ἄλλην χώραν τοὺς μὲν πολεμίους ἀφελομένην τοῖς δὲ συμμάχοις κτησαμένην, καὶ τοὺς μὲν ὑβρίζοντας τοὺς δʼ ἀποροῦντας παύσασαν, πρὸς δὲ τούτοις ὑπὲρ αὑτῆς τε πολεμήσασαν ἄμεινον τῆς εὐδοκιμούσης περὶ τὰ τοιαῦτα καὶ τὰς συμφορὰς θᾶττον διαλυσαμένην τῶν αὐτῶν τούτων, πῶς οὐ δίκαιον ἐπαινεῖν καὶ τιμᾶν μᾶλλον ἢ τὴν ἐν ἅπασι τούτοις ἀπολελειμμένην;4 περὶ μὲν οὖν τῶν πραχθέντων παρʼ ἄλληλα καὶ τῶν κινδύνων τῶν ἅμα καὶ πρὸς τοὺς αὐτοὺς γενομένων ἐν τῷ παρόντι ταῦτʼ εἶχον εἰπεῖν.
既然某一城邦与波斯大王订立了更为崇高而堂皇的条约,为异族带来了最多且最大的灾难,为希腊人带来了最多且最大的福祉,进而既从敌人手中夺走、又为同盟者取得了亚洲沿海及许多其他土地,制止了肆意妄为者,解救了穷困无依者,加之在保卫自身方面比享有勇名之邦作战更为英勇,消除灾难的速度也比这些对手更为迅速,那么,称赞并尊崇这样一座城邦,而非在这一切方面皆落后于人的另一座城邦,岂非天经地义吗? 因此,关于两邦并置对比的作为,以及在同一时期对抗同一敌人所历经的危难,目下我所能说的就是这些。
οἶμαι δὲ τοὺς ἀηδῶς ἀκούοντας τῶν λόγων τούτων τοῖς μὲν εἰρημένοις οὐδὲν ἀντερεῖν ὡς οὐκ ἀληθέσιν οὖσιν, οὐδʼ αὖ πράξεις ἑτέρας ἕξειν εἰπεῖν περὶ ἃς Λακεδαιμόνιοι γενόμενοι πολλῶν ἀγαθῶν αἴτιοι τοῖς Ἕλλησι κατέστησαν, κατηγορεῖν δὲ τῆς πόλεως ἡμῶν ἐπιχειρήσειν, ὅπερ ἀεὶ ποιεῖν εἰώθασι, καὶ διεξιέναι τὰς δυσχερεστάτας τῶν πράξεων τῶν ἐπὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν γεγενημένων, καὶ τάς τε δίκας καὶ τὰς κρίσεις τὰς ἐνθάδε γιγνομένας τοῖς συμμάχοις καὶ τὴν τῶν φόρων εἴσπραξιν διαβαλεῖν, καὶ μάλιστα διατρίψειν περὶ τὰ Μηλίων πάθη καὶ Σκιωναίων καὶ Τορωναίων, οἰομένους ταῖς κατηγορίαις ταύταις καταρρυπανεῖν τὰς τῆς πόλεως εὐεργεσίας τὰς ὀλίγῳ πρότερον εἰρημένας.
然而,我认为那些不愿听闻此番言论的人,绝无法反驳所言之事、称其并非属实,亦无法指出拉刻代蒙人曾建立过哪些为希腊人带来诸多益处的其他作为,反而会试图指责我们的城邦——正如他们一贯所为的那样,逐一列举海上霸权时期发生的最令人反感的作为,诽谤在我国为同盟者举行的诉讼与判决以及贡金的征收,并尤为纠缠于米洛斯人、斯基奥内人和托罗内人的苦难,妄图以此等指控来玷污刚才所提及的我邦恩惠。
- 55ἀλλʼ ἅπερ ἅπασιν, ὅτι
承接前句的 οὐδὲν ἐπέρχεταί μοι τοιοῦτον(我并无此等巧思涌上心头),此处 ἀλλʼ ἅπερ ἅπασιν 省略了动词 [ἐπέρχεται](唯有浮现在所有人脑海之事)。随后的 ὅτι 从句作为 ἅπερ 的同位语从句,具体阐明其内容。
- 56πάντες ἴσασι τὰς πόλεις τὰς ὑφʼ ἑτέροις γιγνομένας, ὅτι πλεῖστον χρόνον τούτοις παραμένουσιν
典型的预取结构(prolepsis)。在逻辑上作为 ὅτι 引导的从属从句主语的 τὰς πόλεις τὰς ὑφʼ ἑτέροις γιγνομένας,被提前作为主句动词 ἴσασι 的直接宾语(宾格)。
- 57ἐν ᾗ τὴν μὲν ἡμετέραν εὕροι τις ἄν... δυνηθεῖσαν, Λακεδαιμονίους δὲ ...
以 εὕροι τις ἄν(人们会发现)为主导动词,由宾格加分词构成长句中的两相对比:τὴν μὲν ἡμετέραν... δυνηθεῖσαν 对照 Λακεδαιμονίους δὲ ... ἀποστερηθέντας / χρησαμένους。随后的句子(καὶ πρὸς τούτοις τὴν μὲν... ἀναλαβοῦσαν, Σπαρτιάτας δὲ ... δυνηθέντας)同样延续了受该动词统辖的宾格加分词结构。
- 60τὴν δὴ καὶ τὰς συνθήκας... πῶς οὐ δίκαιον ἐπαινεῖν καὶ τιμᾶν μᾶλλον ἢ τὴν ἐν ἅπασι τούτοις ἀπολελειμμένην;
长篇修辞性反问句。句首阴性宾格冠词 τὴν 统领一系列修饰雅典的同格分词(ποιησαμένην, γεγενημένην, ἀφελομένην, κτησαμένην, παύσασαν, πολεμήσασαν, διαλυσαμένην),充当末尾 πῶς οὐ δίκαιον 之后的不定词 ἐπαινεῖν καὶ τιμᾶν 的直接宾语;其通过 μᾶλλον ἤ 与后文指代斯巴达的 τὴν ... ἀπολελειμμένην 形成鲜明对照。
