← 伊索克拉底

泛雅典娜节演说

§46-54

波斯战争的功绩与同盟统治的优越

作者将雅典造福全体希腊人的功业与斯巴达自私征服伯罗奔尼撒的行径进行对比,通过波斯战争中萨拉米斯海战的贡献与统帅忒弥斯托克利的功绩、海上霸权交接以及斯巴达残暴的十人统治与雅典同盟政策的对照,确立了雅典的优越地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46

ἀλλὰ μαθόντες ἐξ αὐτῶν τῶν συμβεβηκότων κατὰ μὲν τοὺς νόμους τάς τε πόλεις καὶ τὰς χώρας τούτων εἶναι δοκούσας, τῶν ὀρθῶς καὶ νομίμως κτησαμένων, κατὰ δὲ τὴν ἀλήθειαν τούτων γιγνομένας, τῶν τὰ περὶ τὸν πόλεμον μάλιστʼ ἀσκούντων1 καὶ νικᾶν ἐν ταῖς μάχαις τοὺς πολεμίους δυναμένων, ταῦτα διανοηθέντες, ἀμελήσαντες γεωργιῶν καὶ τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων, οὐδὲν ἐπαύοντο κατὰ μίαν ἑκάστην τῶν πόλεων τῶν ἐν Πελοποννήσῳ πολιορκοῦντες καὶ κακῶς ποιοῦντες, ἕως ἁπάσας κατεστρέψαντο πλὴν τῆς Ἀργείων.

相反,他们从实际事变中认识到,依据法律,城邦与土地看似属于那些正当且合法地获得它们的人,但依据实情,它们却归属于那些最勤勉操练战事且能在战斗中击败敌人的人;他们作此考虑后,便荒废了农耕、技艺以及所有其他事务,不断围攻并残害伯罗奔尼撒的每一座城邦,直至将除阿哥斯人之外的所有城邦悉数征服。

§47

συνέβαινεν οὖν ἐξ ὧν μὲν ἡμεῖς ἐπράττομεν, αὐξάνεσθαί τε τὴν Ἑλλάδα καὶ τὴν Εὐρώπην κρείττω γίγνεσθαι τῆς Ἀσίας, καὶ πρὸς τούτοις τῶν μὲν Ἑλλήνων τοὺς ἀποροῦντας πόλεις λαμβάνειν καὶ χώρας, τῶν δὲ βαρβάρων τοὺς εἰθισμένους ὑβρίζειν ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον· ἐξ ὧν δὲ Σπαρτιᾶται, τὴν ἐκείνων μόνην μεγάλην γίγνεσθαι, καὶ πασῶν μὲν τῶν ἐν Πελοποννήσῳ πόλεων ἄρχειν, ταῖς δʼ ἄλλαις φοβερὰν εἶναι καὶ πολλῆς θεραπείας τυγχάνειν παρʼ αὐτῶν.

因此,由我们的作为所带来的结果是:希腊日益强盛,欧洲压倒了亚洲;此外,贫困无依的希腊人获得了城邦和土地,而惯于肆意妄为的异族则被驱逐出自己的国土,心气远逊于从前。反观由斯巴达人的作为所带来的结果,则是唯独他们的城邦变得庞大,统治了伯罗奔尼撒的所有城邦,并使其他城邦畏惧退避,从中博得大量的迎合奉承。

§48

ἐπαινεῖν μὲν οὖν δίκαιόν ἐστι τὴν τοῖς ἄλλοις πολλῶν ἀγαθῶν αἰτίαν γεγενημένην, δεινὴν δὲ νομίζειν τὴν αὑτῇ τὰ συμφέροντα διαπραττομένην, καὶ φίλους μὲν ποιεῖσθαι τοὺς ὁμοίως αὑτοῖς τε καὶ τοῖς ἄλλοις χρωμένους, φοβεῖσθαι δὲ καὶ δεδιέναι τοὺς πρὸς σφᾶς μὲν αὐτοὺς ὡς δυνατὸν οἰκειότατα διακειμένους, πρὸς δὲ τοὺς ἄλλους ἀλλοτρίως καὶ πολεμικῶς τὴν αὑτῶν διοικοῦντας. τὴν μὲν οὖν ἀρχὴν ἑκατέρα τοῖν πολέοιν τοιαύτην ἐποιήσατο.

因此,称赞那座为他人带来诸多善果的城邦是公正的,而应当将那座只为自身谋取利益的城邦视为可怕之邦;应当与那些对待他人如同对待自己一样的人为友,而应当提防并畏惧那些内部成员尽可能亲密无间、对待他人却疏离敌视地治理自身城邦的人。 两座城邦便是各自以这般面貌开启了序幕。

§49

χρόνῳ δʼ ὕστερον γενομένου τοῦ Περσικοῦ πολέμου, καὶ Ξέρξου τοῦ τότε βασιλεύοντος τριήρεις μὲν συναγαγόντος τριακοσίας καὶ χιλίας, τῆς δὲ πεζῆς στρατιᾶς πεντακοσίας μὲν μυριάδας τῶν ἁπάντων, ἑβδομήκοντα δὲ τῶν μαχίμων, τηλικαύτῃ δὲ δυνάμει στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας, Σπαρτιᾶται μὲν ἄρχοντες Πελοποννησίων εἰς τὴν ναυμαχίαν τὴν ποιήσασαν ῥοπὴν ἅπαντος τοῦ πολέμου δέκα μόνον συνεβάλοντο τριήρεις, οἱ δὲ πατέρες ἡμῶν ἀνάστατοι γενόμενοι καὶ τὴν πόλιν ἐκλελοιπότες διὰ τὸ μὴ τετειχίσθαι κατʼ ἐκεῖνον τὸν χρόνον πλείους ναῦς παρέσχοντο καὶ μείζω δύναμιν ἐχούσας ἢ σύμπαντες οἱ συγκινδυνεύσαντες· καὶ στρατηγὸν οἱ μὲν Εὐρυβιάδην, ὃς εἰ τέλος ἐπέθηκεν οἷς διενοήθη πράττειν, οὐδὲν ἂν ἐκώλυεν ἀπολωλέναι τοὺς Ἕλληνας, οἱ δʼ ἡμέτεροι Θεμιστοκλέα2 τὸν ὁμολογουμένως ἅπασιν αἴτιον εἶναι δόξαντα καὶ τοῦ τὴν ναυμαχίαν γενέσθαι κατὰ τρόπον καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν ἐκείνῳ τῷ χρόνῳ κατορθωθέντων.

此后,当波斯战争爆发,当时的统治者薛西斯集结了一千三百艘三列桨战船,陆军总兵力达五百万,其中战斗人员达七十万,率领如此庞大的军队进犯希腊之时,斯巴达人身为伯罗奔尼撒人的领袖,却仅向决定整场战争胜负的那场海战派遣了区区十艘三列桨战船;而我们的父辈虽流离失所,且因当时城邦未筑城墙而弃城撤离,所提供的舰船数量与战力却超过了所有共同分担危难者的总和。在统帅方面,斯巴达人推举了欧律比亚德,此人若将心中所构想的计划付诸实行,希腊人的灭亡将不可避免;而我们的先辈则推举了忒弥斯托克利,所有人一致公认他是海战以得当方式展开以及在那个时期所取得的一切成就的缔造者。

§52

τεκμήριον δὲ μέγιστον· ἀφελόμενοι γὰρ Λακεδαιμονίους τὴν ἡγεμονίαν3 οἱ συγκινδυνεύσαντες τοῖς ἡμετέροις παρέδοσαν. καίτοι τίνας ἄν τις κριτὰς ἱκανωτέρους ποιήσαιτο καὶ πιστοτέρους τῶν τότε πραχθέντων ἢ τοὺς ἐν αὐτοῖς τοῖς ἀγῶσι παραγενομένους; τίνα δʼ ἄν τις εὐεργεσίαν εἰπεῖν ἔχοι ταύτης μείζω, τῆς ἅπασαν τὴν Ἑλλάδα σῶσαι δυνηθείσης;

最大的明证在于:共同涉险的城邦从拉刻代蒙人手中夺走领导权,并将其转交给了我们的先辈。然而,对于当时所发生的一切,谁能找到比亲临那些战役的人更为合格、更值得信赖的裁判呢?又有谁能指出比这一拯救了全希腊的恩惠更为伟大的功德呢?

§53

μετὰ ταῦτα τοίνυν συνέβη κυρίαν ἑκατέραν γενέσθαι τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, ἣν ὁπότεροι ἂν κατάσχωσιν, ὑπηκόους ἔχουσι τὰς πλείστας τῶν πόλεων. ὅλως μὲν οὖν οὐδετέραν ἐπαινῶ· πολλὰ γὰρ ἄν τις αὐταῖς ἐπιτιμήσειεν· οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν ἐπιμέλειαν ταύτην οὐκ ἔλαττον αὐτῶν διηνέγκαμεν ἢ περὶ τὰς πράξεις τὰς ὀλίγῳ πρότερον εἰρημένας.

在此之后,两邦先后执掌了海上霸权,无论哪一方掌握这一霸权,都会使大多数城邦沦为属邦。总的来说,我对两者皆不赞同,因为人们尽可以对它们多加非议;然而,即便在这项统治管理上,我们的优越之处也绝不逊于刚才提到的那些作为。

§54

οἱ μὲν γὰρ ἡμέτεροι πατέρες ἔπειθον τοὺς συμμάχους ποιεῖσθαι πολιτείαν ταύτην, ἥνπερ αὐτοὶ διετέλουν ἀγαπῶντες· ὃ σημεῖόν ἐστιν εὐνοίας καὶ φιλίας, ὅταν τινὲς παραινῶσι τοῖς ἄλλοις χρῆσθαι τούτοις, ἅπερ ἂν σφίσιν αὐτοῖς συμφέρειν ὑπολάβωσιν· Λακεδαιμόνιοι δὲ κατέστησαν οὔθʼ ὁμοίαν τῇ παρʼ αὑτοῖς οὔτε ταῖς ἄλλοθί που γεγενημέναις, ἀλλὰ δέκα μόνους ἄνδρας κυρίους ἑκάστης τῆς πόλεως ἐποίησαν, ὧν ἐπιχειρήσας ἄν τις κατηγορεῖν τρεῖς ἢ τέτταρας ἡμέρας συνεχῶς οὐδὲν ἂν μέρος εἰρηκέναι δόξειε τῶν ἐκείνοις ἡμαρτημένων.4

因为我们的父辈说服同盟者建立他们自己始终由衷热爱的政体——凡是劝导他人采用自己认为有益之事物的人,便是展现出善意与友爱之征兆;而拉刻代蒙人建立的政体,既不同于他们本邦的体制,也不同于他处曾出现过的任何政体,而是让区区十人掌控每一座城邦。倘若有人试图连续指控这些人的罪行三四天,恐怕连他们所犯过恶的极小一部分都还未曾道尽。

语法注4 条
  1. 46κατὰ μὲν τοὺς νόμους τάς τε πόλεις καὶ τὰς χώρας τούτων εἶναι δοκούσας, τῶν ὀρθῶς καὶ νομίμως κτησαμένων, κατὰ δὲ τὴν ἀλήθειαν τούτων γιγνομένας, τῶν τὰ περὶ τὸν πόλεμον μάλιστʼ ἀσκούντων

    在 τούτων εἶναι δοκούσας 与 τούτων γιγνομένας 中,指示代词属格 τούτων 与 εἶναι / γιγνομένας 构成属格表语(所有性属格),后随的实体化分词短语 τῶν ... κτησαμένων 及 τῶν ... ἀσκούντων 作为同位语对 τούτων 作出具体限定。整句由分词 μαθόντες 引领间接引语,形成法律形式(所有权归合法取得者)与现实真相(所有权归善战者)的严整对比。

  2. 50καὶ στρατηγὸν οἱ μὲν Εὐρυβιάδην, ... οἱ δʼ ἡμέτεροι Θεμιστοκλέα

    此句承前省略了主动词 παρέσχοντο(派遣/提供),构成省略性的双重宾格结构。主格的 οἱ μέν(斯巴达人)与 οἱ δʼ ἡμέτεροι(雅典先辈)形成对比,分别以 στρατηγόν 作为述语宾格(充当统帅),以 Εὐρυβιάδην 和 Θεμιστοκλέα 作为直接宾格对象。

  3. 52ἀφελόμενοι γὰρ Λακεδαιμονίους τὴν ἡγεμονίαν

    动词 ἀφαιρέω(剥夺/夺走)带人与物的双重宾格结构(ἀφαιρεῖσθαί τινα τί)。此处 Λακεδαιμονίους 为被剥夺者(人)的宾格,τὴν ἡγεμονίαν 为被剥夺之物(领导权)的直接宾格。

  4. 54ὧν ἐπιχειρήσας ἄν τις κατηγορεῖν τρεῖς ἢ τέτταρας ἡμέρας συνεχῶς οὐδὲν ἂν μέρος εἰρηκέναι δόξειε τῶν ἐκείνοις ἡμαρτημένων

    关系代词 ὧν 指代前文的“十人”(δέκα μόνους ἄνδρας),作动词 κατηγορεῖν 的属格宾语。全句主干为带 ἄν 的潜能祈愿式 δόξειε,分词 ἐπιχειρήσας 处前置的 ἄν 起先引作用,分词本身表条件(“若有人试图……”)。τῶν ἐκείνοις ἡμαρτημένων 为中性复数完成时被动态分词,作 οὐδὲν μέρος 的部分属格,意为“由他们所犯下罪恶的任何一部分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:46-54