- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:36-45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底阐述了自己在暮年承担宏大事业的决心与动机,并指出要公正赞美城邦必须将其与同等实力的城邦(斯巴达)进行对比。他以特洛伊战争后的历史为开端,着手论述雅典祖先如何维护希腊同胞的团结与开疆拓土,与斯巴达的贪婪行径形成鲜明对照。
οὐκ ἀγνοῶ δʼ ἡλίκος ὢν ὅσον ἔργον ἐνίσταμαι τὸ μέγεθος,1 ἀλλʼ ἀκριβῶς εἰδὼς καὶ πολλάκις εἰρηκὼς ὅτι τὰ μὲν μικρὰ τῶν πραγμάτων ῥᾴδιον τοῖς λόγοις αὐξῆσαι, τοῖς δʼ ὑπερβάλλουσι τῶν ἔργων καὶ τῷ μεγέθει καὶ τῷ κάλλει χαλεπὸν ἐξισῶσαι τοὺς ἐπαίνους.
我并非不清楚以自己的年龄所着手的事业具有多么浩大的规模,我清楚地知道且多次说过,通过言辞夸大琐碎的小事固然容易,但要使颂词配得上那些在规模与壮美上皆卓越非凡的伟绩,却极为困难。
ἀλλʼ ὅμως οὐδὲν μᾶλλον ἀποστατέον αὐτῶν ἐστιν, ἀλλʼ ἐπιτελεστέον, ἤν περ ἔτι ζῆν δυνηθῶμεν, ἄλλως τε καὶ πολλῶν με παροξυνόντων γράφειν αὐτόν, πρῶτον μὲν τῶν εἰθισμένων ἀσελγῶς κατηγορεῖν τῆς πόλεως ἡμῶν, ἔπειτα τῶν χαριέντως μὲν ἀπειροτέρως δὲ καὶ καταδεεστέρως ἐπαινούντων αὐτήν, ἔτι δὲ τῶν ἑτέρων μᾶλλον εὐλογεῖν τολμώντων οὐκ ἀνθρωπίνως ἀλλʼ οὕτως ὥστε πολλοὺς ἀντιτάττεσθαι πρὸς αὐτούς, πάντων δὲ μάλιστα τῆς ἡλικίας τῆς παρούσης, ἣ τοὺς ἄλλους πέφυκεν ἀποτρέπειν· ἐλπίζω γὰρ, ἢν μὲν κατορθώσω, μείζω λήψεσθαι δόξαν τῆς ὑπαρχούσης, ἢν δʼ ἐνδεέστερον τύχω διαλεχθείς, πολλῆς συγγνώμης τεύξεσθαι παρὰ τῶν ἀκουόντων.
然而,我们绝不能因此就退缩不前,而是只要还能活下去,就必须将它完成;更何况有许多因素在激励着我撰写它:首先是那些惯于肆意指控我们城邦的人,其次是那些虽辞藻华丽却甚为生疏且力有不逮地称赞她的人,再者是那些胆敢比其他人更甚地颂扬〔她〕、所言非同常人以致激起许多人反对他们的人,而最主要的则是如今这本该让所有人退避的暮年。因为我期待着,如果我获得成功,我将获得比现有更大的声誉;而倘若我的演说恰好有所不足,我也将从听众那里获得极大的宽容。
ἃ μὲν οὖν ἐβουλήθην καὶ περὶ ἐμαυτοῦ καὶ περὶ τῶν ἄλλων ὥσπερ χορὸς πρὸ τοῦ ἀγῶνος προαναβαλέσθαι2 ταῦτʼ ἐστίν. ἡγοῦμαι δὲ χρῆναι τοὺς βουλομένους ἐγκωμιάσαι τινὰ τῶν πόλεων ἀκριβῶς καὶ δικαίως μὴ μόνον περὶ αὐτῆς ποιεῖσθαι τοὺς λόγους ἧς προῃρημένοι τυγχάνουσιν, ἀλλʼ ὥσπερ τὴν πορφύραν καὶ τὸν χρυσὸν θεωροῦμεν καὶ δοκιμάζομεν ἕτερα παραδεικνύοντες τῶν καὶ τὴν ὄψιν ὁμοίαν ἐχόντων καὶ τῆς τιμῆς τῆς αὐτῆς ἀξιουμένων, οὕτω καὶ ταῖς πόλεσι παριστάναι μὴ τὰς μικρὰς ταῖς μεγάλαις, μηδὲ τὰς πάντα τὸν χρόνον ὑφʼ ἑτέραις οὔσας ταῖς ἄρχειν εἰθισμέναις, μηδὲ τὰς σώζεσθαι δεομένας πρὸς τὰς σώζειν δυναμένας, ἀλλὰ τὰς παραπλησίαν καὶ τὴν δύναμιν ἐχούσας καὶ περὶ τὰς αὐτὰς πράξεις γεγενημένας καὶ ταῖς ἐξουσίαις ὁμοίαις κεχρημένας· οὕτω γὰρ ἂν μάλιστα τῆς ἀληθείας τύχοιεν.
这些关于我自身及他人的言辞,就是我在竞赛之前如同合唱队一样所期望预先奏响的序曲。我认为,凡是希望准确且公正地赞颂某座城邦的人,不应当仅仅论述自己恰好选定的那一座城邦;正如我们在检验和审定紫袍与黄金时,会将外貌相似且被认为具有同等价值的其他器物陈列在侧加以比对,同样地,在城邦之间进行对比时,也不该将小邦与大邦并列,不该将始终受制于人的城邦与惯于统治的城邦并列,亦不该将需要拯救的城邦与有能力拯救的城邦并列,而是应当将实力相当、经历过相同功业且拥有相近权柄的城邦相互对照;因为只有这样,人们才能最大程度地获致真相。
ἢν δή τις ἡμᾶς τὸν τρόπον τοῦτον σκοπῆται καὶ παραβάλλῃ μὴ πρὸς τὴν τυχοῦσαν πόλιν ἀλλὰ πρὸς τὴν Σπαρτιατῶν, ἣν οἱ μὲν πολλοὶ μετρίως ἐπαινοῦσιν, ἔνιοι δέ τινες ὥσπερ τῶν ἡμιθέων ἐκεῖ πεπολιτευμένων μέμνηνται περὶ αὐτῶν, φανησόμεθα καὶ τῇ δυνάμει καὶ ταῖς πράξεσι καὶ ταῖς εὐεργεσίαις ταῖς περὶ τοὺς Ἕλληνας πλέον ἀπολελοιπότες αὐτοὺς ἢ ʼκεῖνοι τοὺς ἄλλους.3
因此,如果有人以此种方式考察我们,不是将我们与任意城邦相比,而是与斯巴达人的城邦相对比——大众对后者仅有适度的称赞,而某些人提及他们时却仿佛是由半神在治理一般——那么我们将显而易见地在实力、功业以及对希腊人所施予的恩泽上超越他们,其差距甚至大于他们对其他城邦的超越。
τοὺς μὲν οὖν παλαιοὺς ἀγῶνας τοὺς ὑπὲρ τῶν Ἑλλήνων γεγενημένους ὕστερον ἐροῦμεν, νῦν δὲ ποιήσομαι περὶ ἐκείνων τοὺς λόγους ἀρξάμενος, ἐπειδὴ κατέσχον τὰς πόλεις τὰς Ἀχαιίδας καὶ πρὸς Ἀργείους καὶ Μεσσηνίους διείλοντο τὴν χώραν· ἐντεῦθεν γὰρ προσήκει διαλέγεσθαι περὶ αὐτῶν. οἱ μὲν τοίνυν ἡμέτεροι πρόγονοι φανήσονται τήν τε πρὸς τοὺς Ἕλληνας ὁμόνοιαν καὶ τὴν πρὸς τοὺς βαρβάρους ἔχθραν, ἣν παρέλαβον ἐκ τῶν Τρωικῶν, διαφυλάττοντες καὶ μένοντες ἐν τοῖς αὐτοῖς.
关于为希腊人所进行的远古争战,我们留待后文陈述;如今我将从斯巴达人夺取阿开亚人的各城邦并与阿哥斯人及美塞尼亚人瓜分土地之时开始,展开对他们的论述;因为从那一时期开始讨论他们是恰当的。 那么,我们的先辈将被证明始终保持着从特洛伊战争中继承下来的对希腊人的和睦共处与对异族的敌对态度,并坚持着同样的原则。
καὶ πρῶτον μὲν τὰς Κυκλάδας νήσους, περὶ ἃς ἐγένοντο πολλαὶ πραγματεῖαι κατὰ τὴν Μίνω τοῦ Κρητὸς δυναστείαν, ταύτας τὸ τελευταῖον ὑπὸ Καρῶν κατεχομένας, ἐκβαλόντες ἐκείνους οὐκ ἐξιδιώσασθαι τὰς χώρας ἐτόλμησαν, ἀλλὰ τοὺς μάλιστα βίου τῶν Ἑλλήνων δεομένους κατῴκισαν εἰς αὐτάς· καὶ μετὰ ταῦτα πολλὰς πόλεις ἐφʼ ἑκατέρας τῶν ἠπείρων καὶ μεγάλας ἔκτισαν, καὶ τοὺς μὲν βαρβάρους ἀνέστειλαν ἀπὸ τῆς θαλάττης, τοὺς δʼ Ἕλληνας ἐδίδαξαν ὃν τρόπον διοικοῦντες τὰς αὑτῶν πατρίδας καὶ πρὸς οὓς πολεμοῦντες μεγάλην ἂν τὴν Ἑλλάδα ποιήσειαν.
首先,关于在克里特的米诺斯称霸时期曾引起诸多纷扰、最终被卡里亚人占据的基克拉泽斯群岛,他们在驱逐卡里亚人之后,并未敢于将这些土地据为己有,而是将希腊人中生计最为困窘的人安置在这些岛屿上;此后,他们又在两块大陆上建立了许多宏伟的城邦,将异族赶离海洋,同时教导希腊人应当以何种方式治理自己的祖国,以及应当同谁作战才能使希腊走向强大。
Λακεδαιμόνιοι δὲ περὶ τὸν αὐτὸν χρόνον τοσοῦτον ἀπέσχον τοῦ πράττειν τι τῶν αὐτῶν τοῖς ἡμετέροις καὶ τοῦ τοῖς μὲν βαρβάροις πολεμεῖν τοὺς δʼ Ἕλληνας εὐεργετεῖν, ὥστʼ οὐδʼ ἡσυχίαν ἄγειν ἠθέλησαν, ἀλλʼ ἔχοντες πόλιν ἀλλοτρίαν καὶ χώραν οὐ μόνον ἱκανήν, ἀλλʼ ὅσην οὐδεμία πόλις τῶν Ἑλληνίδων, οὐκ ἔστερξαν ἐπὶ τούτοις,
相反,拉刻代蒙人在同一时期非但绝不采取与我们先辈相同的行动,不与异族作战亦不向希腊人施恩,甚至连安分守己都不愿意;他们占据了别人的城邦和土地,不仅土地充裕,而且辽阔程度为希腊其他任何城邦所不及,却依然不满足于这些财富,
- 36ἡλίκος ὢν ὅσον ἔργον ἐνίσταμαι τὸ μέγεθος
双重间接疑问/感叹结构。分词短语中的 ἡλίκος ὢν(“处于何等高龄”)与主句支配的宾语 ὅσον ἔργον(“何等宏大的事业”)形成对照;τὸ μέγεθος 则作为限制宾格(修饰 ὅσον ἔργον),明确指称规模上的宏大。
- 39ὥσπερ χορὸς πρὸ τοῦ ἀγῶνος προαναβαλέσθαι
προαναβάλλεσθαι 借用了合唱乐律术语,指“在正式竞赛(ἀγών)前弹奏前奏/序曲”。在句法上,句首的关系从句 ἃ μὲν οὖν ἐβουλήθην... 作为前置主语,与表语 ταῦτʼ ἐστίν 相接,构成“我所期望如合唱队般预作前奏者,即是这些”的倒装结构。
- 41πλέον ἀπολελοιπότες αὐτοὺς ἢ ʼκεῖνοι τοὺς ἄλλους
动词 ἀπολείπω 带宾格时具有“甩在身后、超越”之意。此处 αὐτούς(斯巴达人)为分词 ἀπολελοιπότες 的宾语,结合比较级 πλέον 与 ἢ 构成比率对比结构,意为“我们拉开他们的距离,甚于他们甩开其他城邦的距离”。
