← 伊索克拉底

泛雅典娜节演说

§27-35

真正受教育者的四条标准与主题转换

作者指出几何学等学科有益于年轻人的品行修养却不适于成年人,并提出了真正受过教育之人的四条标准,随后决定暂且搁置对诗人的讨论,转入其核心主题——阐述雅典的功德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

ἀλλʼ ὅμως ἐγὼ τοῖς ὡρμημένοις ἐπὶ ταῦτα παρακελεύομαι πονεῖν καὶ προσέχειν τὸν νοῦν ἅπασι τούτοις, λέγων ὡς εἰ καὶ μηδὲν ἄλλο δύναται τὰ μαθήματα ταῦτα ποιεῖν ἀγαθόν, ἀλλʼ οὖν ἀποτρέπει γε1 τοὺς νεωτέρους πολλῶν ἄλλων ἁμαρτημάτων. τοῖς μὲν οὖν τηλικούτοις οὐδέποτʼ ἂν εὑρεθῆναι νομίζω διατριβὰς ὠφελιμωτέρας τούτων οὐδὲ μᾶλλον πρεπούσας·

尽管如此,我依然劝勉那些致力于这些学科的人付出劳力,全神贯注于所有这些门类,并指出,即使这些学问不能产生任何其他益处,但至少也能使年轻人远离许多其他过错。因此,对于这般年纪的人来说,我认为绝不可能找到比这更有益、更适宜的研习活动了。

§28

τοῖς δὲ πρεσβυτέροις καὶ τοῖς εἰς ἄνδρας δεδοκιμασμένοις2 οὐκέτι φημὶ τὰς μελέτας ταύτας ἁρμόττειν. ὁρῶ γὰρ ἐνίους τῶν ἐπὶ τοῖς μαθήμασι τούτοις οὕτως ἀπηκριβωμένων ὥστε καὶ τοὺς ἄλλους διδάσκειν, οὔτʼ εὐκαίρως ταῖς ἐπιστήμαις αἷς ἔχουσι χρωμένους, ἔν τε ταῖς ἄλλαις πραγματείαις ταῖς περὶ τὸν βίον ἀφρονεστέρους ὄντας τῶν μαθητῶν· ὀκνῶ γὰρ εἰπεῖν τῶν οἰκετῶν.

然而,对于年长者以及已经通过成人审查的人,我断言这些研习已不再相宜。因为我看到,某些在这类学科上钻研得如此精深以致能够传授他人的人,既不能适时运用他们所掌握的知识,在日常生活的其他实际事务中,甚至比他们的学生——我实在羞于说是比他们的奴仆——还要缺乏理智。

§29

τὴν αὐτὴν δὲ γνώμην ἔχω καὶ περὶ τῶν δημηγορεῖν δυναμένων καὶ τῶν περὶ τὴν γραφὴν τὴν τῶν λόγων εὐδοκιμούντων, ὅλως δὲ περὶ ἁπάντων τῶν περὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις διαφερόντων. οἶδα γὰρ καὶ τούτων τοὺς πολλοὺς οὔτε τὰ περὶ σφᾶς αὐτοὺς καλῶς διῳκηκότας οὔτʼ ἐν ταῖς ἰδίαις συνουσίαις ἀνεκτοὺς ὄντας, τῆς τε δόξης τῆς τῶν συμπολιτευομένων ὀλιγωροῦντας, ἄλλων τε πολλῶν καὶ μεγάλων ἁμαρτημάτων γέμοντας· ὥστʼ οὐδὲ τούτους ἡγοῦμαι μετέχειν τῆς ἕξεως περὶ ἧς ἐγὼ τυγχάνω διαλεγόμενος.

对于那些善于向民众演说的人、因撰写演说辞而享有盛誉的人,以及在技艺、科学和专门才能方面出类拔萃的所有人,我也持有同样的看法。因为我知道,这些人中的多数同样既不能妥善料理自己的私事,在私人交往中亦难以容忍,轻视同邦公民的评价,并且充满许多其他重大的过失;因此我认为他们并未分有我此刻所论及的那种心性品质。

§30

τίνας οὖν καλῶ πεπαιδευμένους, ἐπειδὴ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις ἀποδοκιμάζω; πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι, καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας3 καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέροντος· ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμιλοῦντας τοῖς ἀεὶ πλησιάζουσι, καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δʼ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας· ἔτι τοὺς τῶν μὲν ἡδονῶν ἀεὶ κρατοῦντας, τῶν δὲ συμφορῶν μὴ λίαν ἡττωμένους, ἀλλʼ ἀνδρωδῶς ἐν αὐταῖς διακειμένους καὶ τῆς φύσεως ἀξίως ἧς μετέχοντες τυγχάνομεν· τέταρτον, ὅπερ μέγιστον, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδʼ ἐξισταμένους αὑτῶν μηδʼ ὑπερηφάνους γιγνομένους, ἀλλʼ ἐμμένοντας τῇ τάξει τῇ τῶν εὖ φρονούντων, καὶ μὴ μᾶλλον χαίροντας τοῖς διὰ τύχην ὑπάρξασιν ἀγαθοῖς ἢ τοῖς διὰ τὴν αὑτῶν φύσιν καὶ φρόνησιν ἐξ ἀρχῆς γιγνομένοις. τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων ἀλλὰ καὶ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ τελέους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.

那么,既然我排斥技艺、科学与专门才能,我又将何种人称为受过良好教育的人呢?首先,是那些能妥善处理每日所遭遇的事务,具有切合时宜的判断力,且通常能准确把握何为有利之事的人;其次,是那些能以合宜且公正的态度与日常交往之人相处,宽容且轻松地承受他人的不快与粗暴,同时在同处者面前尽可能展现出轻松随和与适度节制的人;再者,是那些始终克制欲望,不为厄运所过度压垮,而是在逆境中保持刚毅、不负我们所分有的人类本性的人;第四点,也是最重要的一点,是那些不被顺境所腐蚀、不丧失理智亦不变得傲慢自大,而是坚守明智者的阵营,并且对因侥幸而得的美好事物并不比对由自身的本性与明智从一开始便产生的美好事物更为欣喜的人。至于那些不仅在一项品质上、而是在所有这些方面都使心灵状态调谐合宜的人,我断言他们既是明智且完满的人,亦具备了一切美德。

§33

περὶ μὲν οὖν τῶν πεπαιδευμένων τυγχάνω ταῦτα γιγνώσκων. περὶ δὲ τῆς Ὁμήρου καὶ τῆς Ἡσιόδου καὶ τῆς τῶν ἄλλων ποιήσεως ἐπιθυμῶ μὲν εἰπεῖν, οἶμαι γὰρ ἂν παῦσαι τοὺς ἐν τῷ Λυκείῳ ῥαψῳδοῦντας τἀκείνων καὶ ληροῦντας περὶ αὐτῶν, αἰσθάνομαι δʼ ἐμαυτὸν ἔξω φερόμενον τῆς συμμετρίας τῆς συντεταγμένης τοῖς προοιμίοις.

关于受过良好教育的人,我所持有的看法大抵如此。至于荷马、赫西俄德以及其他诗人的诗作,我固然渴望加以评论——因为我认为自己能够使那些在吕克昂吟诵其作品并妄发议论的人闭口不言——但我察觉到自己正在被带出前言所规定的匀称比例之外。

§34

ἔστι δʼ ἀνδρὸς νοῦν ἔχοντος μὴ τὴν εὐπορίαν ἀγαπᾶν, ἢν ἔχῃ τις περὶ τῶν αὐτῶν πλείω τῶν ἄλλων εἰπεῖν, ἀλλὰ τὴν εὐκαιρίαν διαφυλάττειν ὑπὲρ ὧν ἂν ἀεὶ τυγχάνῃ διαλεγόμενος· ὅπερ ἐμοὶ ποιητέον ἐστίν. περὶ μὲν οὖν τῶν ποιητῶν αὖθις ἐροῦμεν, ἢ μή με προανέλῃ τὸ γῆρας, ἢ περὶ σπουδαιοτέρων πραγμάτων ἔχω τι λέγειν4 ἢ τούτων.

一个有理智的人的职责,并不在于贪图言辞的丰富——哪怕他就同一主题比别人有更多的话可说——而在于针对当下所论述的主题时刻保持适度;而这正是我应当做到的。因此,关于诗人们的事情我们留待来日再谈,除非衰老过早夺去我的生命,抑或我有比这些更为重大的事务需要陈述。

§35

περὶ δὲ τῶν τῆς πόλεως εὐεργεσιῶν τῶν εἰς τοὺς Ἕλληνας ἤδη ποιήσομαι τοὺς λόγους, οὐχ ὡς οὐ πλείους ἐπαίνους πεποιημένος περὶ αὐτῆς ἢ σύμπαντες οἱ περὶ τὴν ποίησιν καὶ τοὺς λόγους ὄντες· οὐ μὴν ὁμοίως καὶ νῦν. τότε μὲν γὰρ ἐν λόγοις περὶ ἑτέρων πραγμάτων ἐμεμνήμην αὐτῆς, νῦν δὲ περὶ ταύτης τὴν ὑπόθεσιν ποιησάμενος.

现在,我将转而论述我们城邦对希腊人所施予的恩德;这并非因为我过去为她所作的颂词不及所有从事诗歌和演说的人的总和,然而此刻的情况却与往昔不同。因为当时我是在关于其他事务的言辞中提及她,而如今则是以她本身作为我论述的核心主题。

语法注4 条
  1. 27εἰ καὶ μηδὲν ἄλλο δύναται τὰ μαθήματα ταῦτα ποιεῖν ἀγαθόν, ἀλλʼ οὖν ἀποτρέπει γε

    在以 εἰ καί 引出的让步从句(接陈述语气)之后,主句开头使用连词组合 ἀλλʼ οὖν ... γε,表示“即使……至少……”,构成对让步内容的底线肯定与限制性断言的惯用句式。

  2. 28τοῖς εἰς ἄνδρας δεδοκιμασμένοις

    短语 δοκιμάζω εἰς ἄνδρας 是雅典公民权审查制度(dokimasia)的专门用语,指经过资格审查并被正式列入成年公民名册的人。在此用来指代脱离学徒期、获得政治与社会完全承认的成熟成年人。

  3. 30τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας

    形容词 ἐπιτυχής 源自兼表“击中/遇合”的动词 ἐπιτυγχάνω,在此支配宾格性属格 τῶν καιρῶν,意为“具有能够准确把握时机/顺应时势的(判断力)”。

  4. 34ἢ μή με προανέλῃ τὸ γῆρας, ἢ περὶ σπουδαιοτέρων πραγμάτων ἔχω τι λέγειν

    短语 ἢ μή(相当于 ἢν μή / εἰ μή)与不定过去时虚拟语气 προανέλῃ 连用,引导否定条件从句(“除非衰老过早夺去我”),随后的 ἢ 则引出平行的除外条件(“抑或我有……可陈述”),构成带有假设/限制性的从属结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:27-35