← 伊索克拉底

泛雅典娜节演说

§18-26

智者的诽谤与教育论述的引言

得知智者们在吕克昂对自己加以诽谤后,伊索克拉底权衡了应对方式,决定在重拾雅典与斯巴达的比较之前,先阐明自己对教育和诗人的真正看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

ἀπαντήσαντες γάρ τινές μοι τῶν ἐπιτηδείων ἔλεγον ὡς ἐν τῷ Λυκείῳ συγκαθεζόμενοι τρεῖς ἢ τέτταρες τῶν ἀγελαίων σοφιστῶν καὶ πάντα φασκόντων εἰδέναι καὶ ταχέως πανταχοῦ γιγνομένων διαλέγοιντο περί τε τῶν ἄλλων ποιητῶν καὶ τῆς Ἡσιόδου καὶ τῆς Ὁμήρου ποιήσεως, οὐδὲν μὲν παρʼ αὑτῶν λέγοντες, τὰ δʼ ἐκείνων ῥαψῳδοῦντες καὶ τῶν πρότερον ἄλλοις τισὶν εἰρημένων τὰ χαριέστατα μνημονεύοντες· ἀποδεξαμένων δὲ τῶν περιεστώτων τὴν διατριβὴν αὐτῶν ἕνα τὸν τολμηρότατον ἐπιχειρῆσαί με διαβάλλειν,1 λέγονθʼ ὡς ἐγὼ πάντων καταφρονῶ τῶν τοιούτων, καὶ τάς τε φιλοσοφίας τὰς τῶν ἄλλων καὶ τὰς παιδείας ἁπάσας ἀναιρῶ, καί φημι πάντας ληρεῖν πλὴν τοὺς μετεσχηκότας τῆς ἐμῆς διατριβῆς· τούτων δὲ ῥηθέντων ἀηδῶς τινας τῶν παρόντων διατεθῆναι πρὸς ἡμᾶς.

事实上,我的一些熟人遇见我并告知:有三四位庸俗的智者——他们声称无所不知且迅速无处不在——正坐在吕克昂,讨论着其他诗人们以及赫西俄德与荷马的诗作,没有说出任何出于自己的话,只是吟诵那些诗人的作品,并复述以往某些人所说过的最巧妙的言辞;而当围观的听众赞赏他们的研讨时,其中最大胆的一个竟试图诽谤我,声称我蔑视所有此类事物,不仅否定他人的哲学以及所有的教育体系,还扬言除了参与我自身学馆活动的人之外所有人都在胡言乱语;而在这些话说出之后,在场的一些人便对我产生了反感。

§20

ὡς μὲν οὖν ἐλυπήθην καὶ συνεταράχθην ἀκούσας ἀποδέξασθαί τινας τοὺς λόγους τούτους, οὐκ ἂν δυναίμην εἰπεῖν· ᾤμην γὰρ οὕτως ἐπιφανὴς εἶναι τοῖς ἀλαζονευομένοις πολεμῶν καὶ περὶ ἐμαυτοῦ μετρίως διειλεγμένος, μᾶλλον δὲ ταπεινῶς, ὥστε μηδένʼ ἄν ποτε γενέσθαι πιστὸν τῶν λεγόντων ὡς ἐγὼ τοιαύταις ἀλαζονείαις ἐχρησάμην.

听闻有些人竟接受了这些言论,我心中有多么悲痛与纷乱,实非言语所能表达;因为我本以为自己在与妄自尊大者作斗争方面是如此为人熟知,且谈及自己时是如此适度、甚至近于谦卑,以至于那些声称我曾有过如此狂妄言行的人中,绝不会有一人取信于人。

§21

ἀλλὰ γὰρ οὐκ ἀλόγως ὠδυράμην ἐν ἀρχῇ τὴν ἀτυχίαν τὴν παρακολουθοῦσάν μοι πάντα τὸν χρόνον ἐν τοῖς τοιούτοις· αὕτη γάρ ἐστιν αἰτία καὶ τῆς ψευδολογίας τῆς περί με γιγνομένης καὶ τῶν διαβολῶν καὶ τοῦ φθόνου καὶ τοῦ μὴ δύνασθαί με τυχεῖν τῆς δόξης ἧς ἄξιός εἰμι, μηδὲ τῆς ὁμολογουμένης, μηδʼ ἣν ἔχουσί τινες τῶν πεπλησιακότων μοι καὶ πανταχῇ τεθεωρηκότων ἡμᾶς.

然而,我在开头哀叹在这些事情上一生伴随着我的不幸,实非无缘无故;这正是一切针对我编造的谎言、诽谤、嫉妒,以及使我无法获得我应得的声誉、公认的名望,乃至某些亲近我且在各方面考察过我们的人所持有的〔对我的〕评价的原因。

§22

ταῦτα μὲν οὖν οὐχ οἷόν τʼ ἄλλως ἔχειν, ἀλλʼ ἀνάγκη στέργειν τοῖς ἤδη συμβεβηκόσι. πολλῶν δέ μοι λόγων ἐφεστώτων, ἀπορῶ πότερον ἀντικατηγορῶ2 τῶν εἰθισμένων ἀεί τι ψεύδεσθαι περί μου καὶ λέγειν ἀνεπιτήδειον τολμώντων· ἀλλʼ εἰ φανείην σπουδάζων καὶ πολλοὺς λόγους ποιούμενος περὶ ἀνθρώπων οὓς οὐδεὶς ὑπείληφεν ἀξίους εἶναι λόγου, δικαίως ἂν μωρὸς εἶναι δοκοίην.

既然这些境遇无法改变,便只能逆来顺受于已经发生的事实。 然而,面对着许多亟待陈述的言论,我不知究竟是否该反诉那些习惯于总是捏造关于我的谎言并胆敢口出不逊之人;但若我显出认真之态,就那些无人认为值得一提的家伙大做文章,我自会被理所当然地视为愚蠢。

§23

ἀλλὰ τούτους ὑπεριδὼν ἀπολογῶμαι πρὸς τοὺς ἀδίκως μοι τῶν ἰδιωτῶν φθονοῦντας, καὶ πειρῶμαι διδάσκειν αὐτοὺς ὡς οὐ δικαίως οὐδὲ προσηκόντως περί μου ταύτην ἔχουσι τὴν γνώμην; καὶ τίς οὐκ ἂν καταγνοίη μου πολλὴν ἄνοιαν, εἰ τοὺς μηδὲν διʼ ἕτερον δυσκόλως πρός με διακειμένους ἢ διὰ τὸ δοκεῖν χαριέντως εἰρηκέναι περὶ τινων, τούτους οἰηθείην ὁμοίως διαλεχθεὶς ὥσπερ πρότερον παύσειν ἐπὶ τοῖς λεγομένοις λυπουμένους, ἀλλʼ οὐ μᾶλλον ἀλγήσειν, ἄλλως τε κἂν φανῶ μηδὲ νῦν πω τηλικοῦτος ὢν πεπαυμένος παραληρῶν;

抑或是,我当轻蔑地忽略这些人,向那些不公正地嫉妒我的寻常平民进行辩解,并试图开导他们,使他们明白对我抱有这种看法既不公正亦不恰当?然而,若面对那些仅仅因为我似乎对某些议题论述精妙而对我心怀不满的人,我竟以为采用与以往相同的方式进行交谈便能阻止他们因所听之言而感到痛苦,而不是让他们更加难受——特别是当我甚至在如此高龄之下还表现得尚未停止胡言乱语时——又有谁不会判定我极其荒唐呢?

§24

ἀλλὰ μὴν οὐδʼ ἐκεῖνο ποιεῖν οὐδεὶς ἄν μοι συμβουλεύσειεν, ἀμελήσαντι τούτων καὶ μεταξὺ καταβαλόντι3 περαίνειν τὸν λόγον, ὃν προῄρημαι βουλόμενος ἐπιδεῖξαι τὴν πόλιν ἡμῶν πλειόνων ἀγαθῶν αἰτίαν γεγενημένην τοῖς Ἕλλησιν ἢ τὴν Λακεδαιμονίων· εἰ γὰρ τοῦτʼ ἤδη ποιοίην μήτε τέλος ἐπιθεὶς τοῖς γεγραμμένοις μήτε συγκλείσας τὴν ἀρχὴν τῶν ῥηθήσεσθαι μελλόντων τῇ τελευτῇ τῶν ἤδη προειρημένων, ὅμοιος ἂν εἶναι δόξαιμι τοῖς εἰκῇ καὶ φορτικῶς καὶ χύδην ὅ τι ἂν ἐπέλθῃ λέγουσιν· ἃ φυλακτέον ἡμῖν ἐστιν.

然而,绝不会有人建议我这样做:忽视这些事情,半途中断,径直去完成我当初为了证明我们的城邦给希腊人带来的福祉多于拉栖代梦人的城邦而选择的那篇言论;因为如果我现在就这样做,既不对已写就的部分作结,又不将即将陈述之事的开端与先前已言之事的结尾严丝合缝地衔接起来,我便会被认为与那些信口开河、粗鄙杂乱地想到什么就说什么的人毫无二致;而这是我们必须防范的。

§25

κράτιστον οὖν ἐξ ἁπάντων τούτων, περὶ ὧν τὸ τελευταῖόν με διέβαλλον ἀποφηνάμενον ἃ δοκεῖ μοι, τότʼ ἤδη λέγειν4 περὶ ὧν ἐξ ἀρχῆς διενοήθην· οἶμαι γάρ, ἢν ἐξενέγκω γράψας καὶ ποιήσω φανερὰν ἣν ἔχω γνώμην περὶ τε τῆς παιδείας καὶ τῶν ποιητῶν, παύσειν αὐτοὺς ψευδεῖς πλάττοντας αἰτίας καὶ λέγοντας ὅ τι ἂν τύχωσιν.

因此,在所有这些途径中,最好的办法乃是针对他们最近诽谤我的议题阐明我自己的看法,然后才去论述我最初所设想的事情;因为我认为,若我将自己关于教育与诗人的见解著于文字、公之于众并使之显明,便能阻止他们捏造虚假的罪名和信口胡言。

§26

τῆς μὲν οὖν παιδείας τῆς ὑπὸ τῶν προγόνων καταλειφθείσης τοσούτου δέω καταφρονεῖν,5 ὥστε καὶ τὴν ἐφʼ ἡμῶν κατασταθεῖσαν ἐπαινῶ, λέγω δὲ τήν τε γεωμετρίαν καὶ τὴν ἀστρολογίαν καὶ τοὺς διαλόγους τοὺς ἐριστικοὺς καλουμένους, οἷς οἱ μὲν νεώτεροι μᾶλλον χαίρουσι τοῦ δέοντος, τῶν δὲ πρεσβυτέρων οὐδεὶς ἔστιν ὅστις ἂν ἀνεκτοὺς αὐτοὺς εἶναι φήσειεν.

至于先祖所传下的教育,我不仅绝无蔑视之意,反而连在我们这个时代所确立的教育也予以赞赏——我指的是几何学、天文学以及所谓的论辩式对话;对于这些,年轻人固然乐此不疲、超出了应有的限度,但在年长者中却绝无一人会认为它们是可以容忍的。

语法注5 条
  1. 19ἕνα τὸν τολμηρότατον ἐπιχειρῆσαί με διαβάλλειν

    由前文 ἔλεγον ὡς(第18节)所引导的间接引语从属从句,在此转换为带宾格的不定式结构(ἐπιχειρῆσαι,其逻辑主语为 ἕνα τὸν τολμηρότατον,后文继续并列 διατεθῆναι)。这是古典希腊语在长句间接陈述中由 ὡς 从句转入不定式结构的常见句法转换。

  2. 22ἀπορῶ πότερον ἀντικατηγορῶ

    在由 ἀπορῶ(困惑、不知所措)引导的间接疑问句中,动词 ἀντικατηγορῶ(以及随后的 ἀπολογῶμαι、πειρῶμαι)为审虑连接法(deliberative subjunctive)。虽然动词 ἀντικατηγορέω 的现在时第一人称单数连接法与直陈法同形(-ῶ),但在语境中明确表达了“我是否应当反诉”的自问之意。

  3. 24ἀμελήσαντι τούτων καὶ μεταξὺ καταβαλόντι

    与格分词 ἀμελήσαντι 和 καταβαλόντι 在语法上与主句 οὐδεὶς ἄν μοι συμβουλεύσειεν 中的间接宾语 μοι 保持格一致。同时,它们在逻辑上充当后接不定式 περαίνειν 的主语(即“由我来忽视这些、半途中断并完成演讲”)。

  4. 25ἀποφηνάμενον ἃ δοκεῖ μοι, τότʼ ἤδη λέγειν

    由 κράτιστον [ἐστίν] 所支配的带宾格的不定式结构。宾格主语(ἐμέ)虽未明示,但不定过去时分词 ἀποφηνάμενον 仍以阳性单数宾格出现,表示先于主不定式 λέγειν 完成的动作(“在我阐明我的看法之后,那时再去论述”)。

  5. 26τοσούτου δέω καταφρονεῖν

    古典希腊语习惯表达 τοσούτου δέω 搭配不定式,意为“我绝不至于做某事”或“我远未做某事”。它与后文的 ὥστε 从句(ὥστε καὶ ... ἐπαινῶ)相呼应,构成强烈对比:“我不仅绝无蔑视……反而甚至赞赏……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:18-26