← 伊索克拉底

泛雅典娜节演说

§257-263

赞颂斯巴达的意义与发表演说的建议

这位前学生指出斯巴达人定会因演说颂扬了其光辉历史而心怀感激,称赞伊索克拉底在世的盛名与死后的不朽,并建议他切勿销毁演说,而应附上辩论的全过程后予以发表。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§257

ἐξεῖναι γὰρ εἰπεῖν αὐτοῖς1 ὅτι σφεῖς μὲν ὄντες οὕτως ὀλίγοι τὸν ἀριθμὸν οὐδεμιᾷ πώποτε τῶν μυριάνδρων πόλεων ἠκολούθησαν οὐδʼ ἐποίησαν τὸ προσταττόμενον, ἀλλʼ αὐτόνομοι διετέλεσαν ὄντες, αὐτοὶ δʼ ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς βαρβάρους πάντων τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, καὶ τῆς τιμῆς ταύτης ἔτυχον οὐκ ἀλόγως, ἀλλὰ διὰ τὸ μάχας ποιησάμενοι πλείστας ἀνθρώπων κατʼ ἐκεῖνον τὸν χρόνον μηδεμίαν ἡττηθῆναι2 τούτων ἡγουμένου βασιλέως, ἀλλὰ νενικηκέναι πάσας, οὗ τεκμήριον οὐδεὶς ἂν δύναιτο μεῖζον εἰπεῖν ἀνδρίας καὶ καρτερίας καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας, πλὴν ἢ τὸ ῥηθήσεσθαι μέλλον· τοσούτων γὰρ τὸ πλῆθος τῶν πόλεων τῶν Ἑλληνίδων οὐσῶν, τῶν μὲν ἄλλων οὐδεμίαν οὐδένʼ εἰπεῖν οὐδʼ εὑρεῖν,3 ἥτις οὐ περιπέπτωκε ταῖς συμφοραῖς ταῖς εἰθισμέναις γίγνεσθαι ταῖς πόλεσιν, ἐν δὲ τῇ Σπαρτιατῶν οὐδεὶς ἂν ἐπιδείξειεν οὔτε στάσιν οὔτε σφαγὰς οὔτε φυγὰς ἀνόμους γεγενημένας, οὐδʼ ἁρπαγὰς χρημάτων οὐδʼ αἰσχύνας γυναικῶν καὶ παίδων, ἀλλʼ οὐδὲ πολιτείας μεταβολὴν οὐδὲ χρεῶν ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν οὐδʼ ἄλλʼ οὐδὲν τῶν ἀνηκέστων κακῶν. περὶ ὧν διεξιόντας οὐκ ἔστιν ὅπως οὐ καὶ σοῦ, τοῦ τʼ ἀθροίσαντος καὶ διαλεχθέντος οὕτω καλῶς περὶ αὐτῶν, μεμνήσεσθαι καὶ πολλὴν χάριν ἕξειν.

因为他们可以说:他们的人数虽然如此稀少,却从未依附于拥有数万人口的任何城邦,亦从未听从指令行事,而是始终保持着独立自主;在抵御异族的战争中,他们自己成为了全希腊人的领袖,并且他们获得此项荣誉绝非出于侥幸,而是因为在那个时代的人们之中他们经历了最多的战斗,且在国王统率之下未曾输掉其中任何一场,反而战胜了所有战役——除开即将陈述的这点之外,再无人能够举出任何比这更有力地证明其英勇、坚毅以及彼此同心同德的证据。因为在希腊城邦数量如此众多的情况下,谈及其他城邦,无人能够列举或找到任何一座未曾遭遇城邦惯常降临的不幸的城邦;但在斯巴达人的城邦中,没有任何人能够指出曾发生过内讧、屠杀或非法的流放,亦未曾发生掠夺钱财、凌辱妇孺之事,甚至绝无政体更迭、免除债务、重新分配土地,或任何其他无法挽回的祸患。细数这些往事,他们绝无可能不铭记您——将这些汇集起来并对此作出如此精彩论述的人——并且深表感激。

§260

οὐ τὴν αὐτὴν δὲ γνώμην ἔχω περὶ σοῦ νῦν καὶ πρότερον. ἐν μὲν γὰρ τοῖς παρελθοῦσι χρόνοις ἐθαύμαζόν σου τήν τε φύσιν καὶ τὴν τοῦ βίου τάξιν καὶ τὴν φιλοπονίαν καὶ μάλιστα τὴν ἀλήθειαν τῆς φιλοσοφίας, νῦν δὲ ζηλῶ σε καὶ μακαρίζω τῆς εὐδαιμονίας· δοκεῖς γάρ μοι ζῶν μὲν λήψεσθαι δόξαν οὐ μείζω μὲν ἧς ἄξιος εἶ, χαλεπὸν γάρ, παρὰ πλείοσι δὲ καὶ μᾶλλον ὁμολογουμένην τῆς νῦν ὑπαρχούσης, τελευτήσας δὲ τὸν βίον μεθέξειν ἀθανασίας, οὐ τῆς τοῖς θεοῖς παρούσης, ἀλλὰ τῆς τοῖς ἐπιγιγνομένοις περὶ τῶν διενεγκόντων ἐπί τινι τῶν καλῶν ἔργων μνήμην ἐμποιούσης.

我对您的看法如今已不同于往昔。在过去的岁月中,我固然钦佩您的天资、生活规程、勤勉,尤其是您哲学的真实纯正;但如今,我则羡慕您并为您的福运祝福。因为在我看来,在您有生之年,您所获得的声望虽不会高于您所应得的(因为那实属难能),却将在更多人之中获得比现在更具共识的承认;而在您寿终之后,您将分享不朽——并非神明所拥有的那种不朽,而是令后人永志那些在崇高事业上卓尔不群之士的那种不朽。

§261

καὶ δικαίως τεύξει τούτων· ἐπῄνεκας γὰρ τὰς πόλεις ἀμφοτέρας καλῶς καὶ προσηκόντως, τὴν μὲν κατὰ τὴν δόξαν τὴν τῶν πολλῶν, ἧς οὐδεὶς τῶν ὀνομαστῶν ἀνδρῶν καταπεφρόνηκεν, ἀλλʼ ἐπιθυμοῦντες τυχεῖν αὐτῆς οὐκ ἔστιν ὅντινα κίνδυνον οὐχ ὑπομένουσι, τὴν δὲ κατὰ τὸν λογισμὸν τῶν πειρωμένων4 στοχάζεσθαι τῆς ἀληθείας, παρʼ οἷς εὐδοκιμεῖν ἄν τινες ἕλοιντο μᾶλλον ἢ παρὰ τοῖς ἄλλοις διπλασίοις γενομένοις ἢ νῦν εἰσιν.

并且您理应获得这些;因为您出色且得体地赞颂了两个城邦:对前一个城邦,您依据大众的舆论加以赞美,这种声誉没有一个知名人物曾经轻视,反倒是为了获得它而甘冒一切危险;对后一个城邦,您则依据那些试图探求真理之人的理性判断加以赞美,在这些人心中享有声誉,有些人宁愿选择它,也不愿在人数即使比现在增加一倍的其他所有人当中享有声誉。

§262

ἀπλήστως δὲ διακείμενος ἐν τῷ παρόντι πρὸς τὸ λέγειν, καὶ πόλλʼ ἂν εἰπεῖν ἔχων ἔτι καὶ περὶ σοῦ καὶ περὶ τοῖν πολέοιν καὶ περὶ τοῦ λόγου, ταῦτα μὲν ἐάσω, περὶ ὧν δὲ παρακληθῆναί με σὺ φῄς, περὶ τούτων ἀποφανοῦμαι. συμβουλεύω γάρ σοι μήτε κατακάειν τὸν λόγον μήτʼ ἀφανίζειν, ἀλλʼ εἴ τινος ἐνδεής ἐστι, διορθώσαντα καὶ προσγράψαντα πάσας τὰς διατριβὰς τὰς περὶ αὐτὸν γεγενημένας διδόναι τοῖς βουλομένοις λαμβάνειν, εἴπερ βούλει χαρίσασθαι μὲν τοῖς ἐπιεικεστάτοις τῶν Ἑλλήνων καὶ τοῖς ὡς ἀληθῶς φιλοσοφοῦσιν ἀλλὰ μὴ προσποιουμένοις, λυπῆσαι δὲ τοὺς θαυμάζοντας μὲν τὰ σὰ μᾶλλον τῶν ἄλλων, λοιδορουμένους δὲ τοῖς λόγοις τοῖς σοῖς ἐν τοῖς ὄχλοις τοῖς πανηγυρικοῖς, ἐν οἷς πλείους εἰσὶν οἱ καθεύδοντες τῶν ἀκροωμένων, καὶ προσδοκῶντας, ἢν παρακρούσωνται τοὺς τοιούτους, ἐναμίλλους τοὺς αὑτῶν γενήσεσθαι τοῖς ὑπὸ σοῦ γεγραμμένοις, κακῶς εἰδότας ὅτι πλέον ἀπολελειμμένοι τῶν σῶν εἰσιν ἢ τῆς Ὁμήρου δόξης οἱ περὶ τὴν αὐτὴν ἐκείνῳ ποίησιν γεγονότες.”

我眼下虽意犹未尽,关于您、关于这两个城邦以及关于这篇演说尚有诸多话语可说,但我且将这些搁置一旁,就您所称召我前来的那些事项表明见解。我建议您既不要焚毁这篇演说,亦不要将它隐没;倘若尚有欠缺之处,在加以修正并补记围绕它所发生的所有讨论之后,便将它分发给那些渴望得到它的人,假使您确愿取悦希腊人中最公正公允之士以及那些真正从事哲学而非徒有虚名之人,同时令那些一方面比他人更钦佩您的作品、另一方面却在倾听者少于入睡者的节日集会大众面前谩骂您的演说,并妄图一旦蒙蔽了此类人群自身的作品便能与您所撰写的相匹敌的人感到懊恼——他们浑然不知,自己与您的作品之间的差距,比从事与荷马相同诗作的人同荷马声誉之间的差距还要巨大。”

语法注4 条
  1. 257ἐξεῖναι γὰρ εἰπεῖν αὐτοῖς

    不定式 ἐξεῖναι 是前一节(§256)中由思考/言说动词(νομιεῖν, ἀμνημονήσειν, διαλέξεσθαι)所引导的间接引语结构的句法延续,承接了斯巴达人之间的交谈内容。该不定式作非人称用法,αὐτοῖς 为表示动作主体的与格(“对他们而言可以说……”)。

  2. 257διὰ τὸ μάχας ποιησάμενοι πλείστας ἀνθρώπων κατʼ ἐκεῖνον τὸν χρόνον μηδεμίαν ἡττηθῆναι

    在介词引导的带冠词不定式结构 διὰ τὸ ... μηδεμίαν ἡττηθῆναι 之中,嵌入了主格分词 ποιησάμενοι。由于该不定式的逻辑主语与主句主语(斯巴达人)一致,根据主格与不定式连用(nominativus cum infinitivo)的同格引申规则,分词采取了主格而非宾格。

  3. 258τῶν μὲν ἄλλων οὐδεμίαν οὐδένʼ εἰπεῖν οὐδʼ εὑρεῖν

    在此宾格加不定式结构中,οὐδένα(省略为 οὐδένʼ)充当不定式 εἰπεῖν 与 εὑρεῖν 的宾格主语,而 τῶν μὲν ἄλλων οὐδεμίαν 则是其宾语。该结构延续了间接引语或承前省略的表示可能的动词(如 ἔστιν / ἐξεῖναι),意为“没有人能够指出或找到其他城邦中的任何一座”。

  4. 261τὴν μὲν κατὰ τὴν δόξαν τὴν τῶν πολλῶν ... τὴν δὲ κατὰ τὸν λογισμὸν τῶν πειρωμένων

    τὴν μέν 与 τὴν δέ 均为宾格,作为前文 τὰς πόλεις ἀμφοτέρας 的部分同位语。结合伊索克拉底通篇的对比语境,前者(依据大众舆论赞美的城邦)指雅典,后者(依据探求真理者的理性反思赞美的城邦)指斯巴达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:257-263