← 伊索克拉底

泛雅典娜节演说

§264-272

演说的发表、执笔经纬与结语

面对前弟子的阐释以及在座众人的热烈赞同,伊索克拉底并未断言其深意揣测之是非,而是顺应建议予以发表;随后他详述了自己在重病缠身及九十七岁高龄之际坚持完成该篇演说的经过,并在结尾赞扬了珍视严肃教益性言论的听众,同时告诫轻率的批评者切莫盲目断言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§264

ταῦτʼ εἰπόντος αὐτοῦ καὶ τοὺς παρόντας ἀξιώσαντος ἀποφήνασθαι περὶ ὧν παρεκλήθησαν, οὐκ ἐθορύβησαν, ὃ ποιεῖν εἰώθασιν ἐπὶ τοῖς χαριέντως διειλεγμένοις, ἀλλʼ ἀνεβόησαν ὡς ὑπερβαλλόντως εἰρηκότος,1 καὶ περιστάντες αὐτὸν ἐπῄνουν, ἐζήλουν, ἐμακάριζον, καὶ προσθεῖναι μὲν οὐδὲν εἶχον τοῖς εἰρημένοις οὐδʼ ἀφελεῖν, συναπεφαίνοντο δὲ καὶ συνεβούλευόν μοι ποιεῖν ἅπερ ἐκεῖνος παρῄνεσεν.

当他说完这些话并要求在座的人就所召集的事项表明见解时,他们没有像对待优雅的论述那样循例发出喧噪的赞许,而是大声欢呼,认为他说得极其出色;他们围拢着他,赞扬他、羡慕他、为他祝贺,并且对于所说的话他们既无可增益亦无可删削,而是共同表明见解并建议我遵从他的劝告行事。

§265

οὐ μὴν οὐδʼ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλʼ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθʼ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν,2 ἀλλʼ εἴων αὐτὸν οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν.

当然,站在一旁的我也未曾保持沉默,而是赞扬了他的天资与勤勉,但关于他所谈及的其他事项,我却未发一言,既未说他凭推测猜中了我的心意,亦未说他偏离了要领,而是由他保持在自己所设定的状态之中。

§266

περὶ μὲν οὖν ὧν ὑπεθέμην ἱκανῶς εἰρῆσθαι νομίζω· τὸ γὰρ ἀναμιμνήσκειν καθʼ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς3 λόγοις τοῖς τοιούτοις· βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. ἐγὼ γὰρ ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον· ἤδη δὲ τῶν ἡμισέων γεγραμμένων ἐπιγενομένου μοι νοσήματος ῥηθῆναι μὲν οὐκ εὐπρεποῦς, δυναμένου δʼ ἀναιρεῖν οὐ μόνον τοὺς πρεσβυτέρους ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀλλὰ καὶ τῶν ἀκμαζόντων πολλούς, τούτῳ διατελῶ τρίʼ ἔτη μαχόμενος, οὕτω φιλοπόνως ἑκάστην τὴν ἡμέραν διάγων, ὥστε τοὺς εἰδότας καὶ τοὺς παρὰ τούτων πυνθανομένους μᾶλλόν με θαυμάζειν διὰ τὴν καρτερίαν ταύτην ἢ διʼ ἃ πρότερον ἐπῃνούμην.

关于我所提出的主旨,我认为已经阐述充分;因为逐一重温说过的话并不适宜于此类演说。但我希望谈谈关于这篇演说发生在我身上的个人经历。因为我是在达到篇首所预先言明的岁数时,方才着手撰写它的;而在已经写就一半时,一种羞于言齿的疾病降临到我身上,这种疾病不仅能在三四天内夺去老年人的性命,亦能夺去许多正值壮年者的生命。我与这种病症抗争了整整三年,每日以如此勤勉的毅力度过,以至于知情者以及从他们那里听闻此事的人,由于这种坚韧而对我的赞叹,更甚于我先前受人称赞的那些理由。

§268

ἤδη δʼ ἀπειρηκότος καὶ διὰ τὴν νόσον καὶ διὰ τὸ γῆρας, τῶν ἐπισκοπούντων τινές με καὶ πολλάκις ἀνεγνωκότων τὸ μέρος τοῦ λόγου τὸ γεγραμμένον, ἐδέοντό μου καὶ συνεβούλευον μὴ καταλιπεῖν αὐτὸν ἡμιτελῆ μηδʼ ἀδιέργαστον, ἀλλὰ πονῆσαι μικρὸν χρόνον καὶ προσέχειν τοῖς λοιποῖς τὸν νοῦν.

当我因病痛和衰老而力竭放弃时,某些探视我且多次阅读已写就部分的演说的人,恳求我并劝告我不要让它半途而废、未经琢磨,而是再稍加辛劳,将心思投入到余下的部分中。

§269

οὐχ ὁμοίως δὲ διελέγοντο περὶ τούτων τοῖς ἀφοσιουμένοις, ἀλλʼ ὑπερεπαινοῦντες μὲν τὰ γεγραμμένα, τοιαῦτα δὲ λέγοντες, ὧν εἴ τινες ἤκουον μήτε συνήθεις ἡμῖν ὄντες μήτʼ εὔνοιαν μηδεμίαν ἔχοντες, οὐκ ἔστιν ὅπως οὐκ ἂν ὑπέλαβον τοὺς μὲν φενακίζειν, ἐμὲ δὲ διεφθάρθαι καὶ παντάπασιν εἶναι μωρόν, εἰ πείσομαι τοῖς λεγομένοις. οὕτω δʼ ἔχων ἐφʼ οἷς εἰπεῖν ἐτόλμησαν ἐπείσθην ʽτί γὰρ δεῖ μακρολογεῖν;ʼ γενέσθαι πρὸς τῇ τῶν λοιπῶν πραγματείᾳ γεγονὼς μὲν ἔτη τρία μόνον ἀπολείποντα τῶν ἑκατόν, οὕτω δὲ διακείμενος ὡς ἕτερος ἔχων οὐχ ὅπως γράφειν ἂν λόγον ἐπεχείρησεν, ἀλλʼ οὐδʼ ἄλλου δεικνύοντος καὶ πονήσαντος ἠθέλησεν ἀκροατὴς γενέσθαι.

他们谈及这些时并非敷衍塞责,而是对所写的内容大加赞赏,并说出了这样一些话语:假如有任何既非我们故交亦无任何好感的人听到了,他们绝无可能不认为前来劝说者是在逢迎欺罔,而我若听信所言便是神志昏聩、彻底愚蠢不堪了。尽管对他们胆敢说出的话抱有如此看法,我还是被说服了——何须长篇大论?——投身于余下部分的写作。此时我的年龄距离百岁仅差三年,且身体状况若是换作旁人,不仅决计不敢尝试撰写演说,甚至在他人展示并辛劳著述时,连做一名听众都不愿为之。

§271

τίνος οὖν ἕνεκα ταῦτα διῆλθον; οὐ συγγνώμης τυχεῖν ἀξιῶν ὑπὲρ τῶν εἰρημένων, οὐ γὰρ οὕτως οἴομαι διειλέχθαι περὶ αὐτῶν, ἀλλὰ δηλῶσαι βουλόμενος τά τε περὶ ἐμὲ γεγενημένα, καὶ τῶν ἀκροατῶν ἐπαινέσαι μὲν τοὺς τόν τε λόγον ἀποδεχομένους τοῦτον καὶ τῶν ἄλλων σπουδαιοτέρους καὶ φιλοσοφωτέρους εἶναι νομίζοντας τούς τε διδασκαλικοὺς καὶ τεχνικοὺς τῶν πρὸς τὰς ἐπιδείξεις καὶ τοὺς ἀγῶνας γεγραμμένων, καὶ τοὺς τῆς ἀληθείας στοχαζομένους τῶν τὰς δόξας τῶν ἀκροωμένων παρακρούεσθαι ζητούντων, καὶ τοὺς ἐπιπλήττοντας τοῖς ἁμαρτανομένοις καὶ νουθετοῦντας τῶν πρὸς ἡδονὴν καὶ χάριν λεγομένων, συμβουλεῦσαι δὲ τοῖς τἀναντία τούτων γιγνώσκουσι πρῶτον μὲν μὴ πιστεύειν ταῖς αὑτῶν γνώμαις, μηδὲ νομίζειν ἀληθεῖς εἶναι τὰς κρίσεις τὰς ὑπὸ τῶν ῥᾳθυμούντων γιγνομένας, ἔπειτα μὴ προπετῶς ἀποφαίνεσθαι περὶ ὧν οὐκ ἴσασιν, ἀλλὰ περιμένειν ἕως ἂν ὁμονοῆσαι δυνηθῶσι τοῖς τῶν ἐπιδεικνυμένων πολλὴν ἐμπειρίαν ἔχουσιν· τῶν γὰρ οὕτω διοικούντων τὰς ἑαυτῶν διανοίας οὐκ ἔστιν ὅστις ἂν τοὺς τοιούτους ἀνοήτους εἶναι νομίσειεν.

那么,我究竟是为了什么叙述这些事情呢?并非自认需要为所说的话博得宽恕,因为我不认为自己对这些问题的论述有何不妥;而是希望阐明发生在我身上的实情,并在听众之中赞扬那些既接纳这篇演说,又认为在其他〔演说〕之中,旨在施教和具有专业规范的比起为了炫耀和竞辩而作的、追求真理的比起力图蒙蔽听众见解的、指出过错并加以劝诫的比起为了取悦求欢而说的更加严肃、更具哲学深度的人;并建议那些持有相反见解的人:首先不要轻信自己的臆断,亦不要认为懈怠之人所作出的判断是真实的;其次不要对自己不知晓的事项妄下断语,而应等待直至能够与那些在展示演说方面具有丰富经验的人达成共识。因为对于这样规范自己心智的人,绝无任何人会认为其为不明事理之人。

语法注3 条
  1. 264ὡς ὑπερβαλλόντως εἰρηκότος

    连词 ὡς 连用属格分词(此处为省略了逻辑主语 αὐτοῦ 的独立属格),表达主语(在座众人)的主观看法或理由,即认为他讲得超乎寻常地精彩而高呼。

  2. 265οὐχ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν

    由 ὡς 引导的名词性从句,作 οὐδὲν ἐφθεγξάμην 的内容宾语,意为既未说他“凭推测(ταῖς ὑπονοίαις,工具与格)猜中了(ἔτυχε)我的心意(τῆς ἐμῆς διανοίας)”,亦未说他“完全偏离(διήμαρτεν)”。

  3. 266τῶν ἀκροατῶν ἐπαινέσαι μὲν τοὺς... συμβουλεῦσαι δὲ τοῖς...

    由 μέν 和 δέ 并列的不定式结构(ἐπαινέσαι μὲν... συμβουλεῦσαι δὲ...),均依附于前面 271 节的 βουλόμενος。属格 τῶν ἀκροατῶν 为部分属格,统辖受 ἐπαινέσαι 支配的宾格实质化分词(τοὺς ἀποδεχομένους 等)以及受 συμβουλεῦσαι 支配的与格(τοῖς... γιγνώσκουσι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:264-272