- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:248-256
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲话者主张,与其隐匿演说的真意,不如将其公之于众,以期斯巴达的明达之士能够准确领会并增进作者声誉,且指出他们必将乐于探讨文中赞颂其多利安先祖征服并确立霸权的事迹。
ἐγὼ δʼ ὁμολογῶ μὲν ἀπολελεῖφθαι τὴν ἐμὴν φρόνησιν τῆς σῆς ὡς δυνατὸν πλεῖστον, οὐ μὴν ἀλλʼ ὥσπερ τοῦτʼ οἶδα, κἀκεῖνο τυγχάνω γιγνώσκων, ὅτι τῆς πόλεως τῆς ὑμετέρας βουλευομένης περὶ τῶν μεγίστων οἱ μὲν ἄριστα φρονεῖν δοκοῦντες ἐνίοτε διαμαρτάνουσι τοῦ συμφέροντος, τῶν δὲ φαύλων νομιζομένων εἶναι καὶ καταφρονουμένων ἔστιν ὅτε κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν·1
至于我自己,我固然承认自己的见识与您相比差之极远,然而正如我知道这一点,我也同样明白:当贵邦商议最重大的国事时,那些被认为最具智慧的人有时也会未能切中利害,而在那些被视作平庸低下、为人轻视的人之中,偶有寻常之人恰能切中要害,并显得发表了最明智的建言。
ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ περὶ τοῦ νῦν ἐνεστῶτος τοιοῦτόν τι συμβέβηκεν, ὅπου σὺ μὲν οἴει μάλιστʼ εὐδοκιμήσειν, ἢν ὡς πλεῖστον χρόνον διαλάθῃς ἣν ἔχων γνώμην τὰ περὶ τὸν λόγον ἐπραγματεύθης, ἐγὼ δʼ ἡγοῦμαι βέλτιστά σε πράξειν, ἢν δυνηθῇς τὴν διάνοιαν, ᾗ χρώμενος αὐτὸν συνέθηκας, ὡς τάχιστα φανερὰν ποιῆσαι τοῖς τʼ ἄλλοις ἅπασι καὶ Λακεδαιμονίοις, περὶ ὧν πεποίησαι πολλοὺς λόγους, τοὺς μὲν δικαίους καὶ σεμνούς, τοὺς δʼ ἀσελγεῖς καὶ λίαν φιλαπεχθήμονας.
因此,倘若在当前这件事上也发生了类似情形,那亦绝不足为奇:您自以为若是能尽可能长久地隐匿自己撰写这篇演说时的真意,便能博得极大的盛名;我却认为,假若您能将构思此文的意图尽快公之于众,昭示给所有其他人,尤其是昭示给拉刻代蒙人——对于他们,您发表了诸多言辞,有些公正崇高,有些则肆意妄为且充满敌意——,您方能获得最圆满的结果。
οὓς εἴ τις ἐπέδειξεν αὐτοῖς πρὶν ἐμὲ διαλεχθῆναι περὶ αὐτῶν, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν2 καὶ δυσκόλως πρὸς σὲ διετέθησαν ὡς κατηγορίαν γεγραφότα καθʼ αὑτῶν. νῦν δʼ οἴομαι τοὺς μὲν πλείστους Σπαρτιατῶν ἐμμενεῖν τοῖς ἤθεσιν οἷσπερ καὶ τὸν ἄλλον χρόνον, τοῖς δὲ λόγοις τοῖς ἐνθάδε γραφομένοις οὐδὲν μᾶλλον προσέξειν τὸν νοῦν ἢ τοῖς ἔξω τῶν Ἡρακλέους στηλῶν λεγομένοις, τοὺς δὲ φρονιμωτάτους αὐτῶν καὶ τῶν λόγων τινὰς ἔχοντας τῶν σῶν καὶ θαυμάζοντας, τούτους, ἢν λάβωσι τὸν ἀναγνωσόμενον καὶ χρόνον ὥστε συνδιατρῖψαι σφίσιν αὐτοῖς, οὐδὲν ἀγνοήσειν τῶν μετʼ ἀποδείξεως εἰρημένων περὶ τῆς πόλεως τῆς ἑαυτῶν, καὶ τῶν λοιδοριῶν καταφρονήσειν τῶν εἰκῇ μὲν τοῖς πράγμασι λεγομένων πικρῶς δὲ τοῖς ὀνόμασι κεχρημένων, καὶ νομιεῖν τὰς μὲν βλασφημίας τὰς ἐνούσας ἐν τῷ βιβλίῳ τὸν φθόνον ὑποβαλεῖν, τὰς δὲ πράξεις καὶ τὰς μάχας, ἐφʼ αἷς αὐτοί τε μέγα φρονοῦσι καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῦσι, σὲ γεγραφέναι καὶ μνημονεύεσθαι πεποιηκέναι, συναγαγόντα πάσας αὐτὰς καὶ θέντα παρʼ ἀλλήλας, αἴτιον δʼ εἶναι καὶ τοῦ πολλοὺς ποθεῖν ἀναγνῶναι καὶ διελθεῖν αὐτάς, οὐ τὰς ἐκείνων ἐπιθυμοῦντας ἀκοῦσαι πράξεις, ἀλλὰ πῶς σὺ διείλεξαι περὶ αὐτῶν μαθεῖν βουλομένους. ταῦτʼ ἐνθυμουμένους καὶ διεξιόντας οὐδὲ τῶν παλαιῶν ἔργων ἀμνημονήσειν, διʼ ὧν ἐγκεκωμίακας τοὺς προγόνους αὐτῶν, ἀλλὰ καὶ πολλάκις διαλέξεσθαι πρὸς σφᾶς αὐτούς, πρῶτον μὲν ὅτι Δωριεῖς ὄντες, ἐπειδὴ κατεῖδον τὰς πόλεις τὰς ἑαυτῶν ἀδόξους καὶ μικρὰς καὶ πολλῶν ἐνδεεῖς οὔσας, ὑπεριδόντες ταύτας ἐστράτευσαν ἐπὶ τὰς ἐν Πελοποννήσῳ πρωτευούσας, ἐπʼ Ἄργος καὶ Λακεδαίμονα καὶ Μεσσήνην, μάχῃ δὲ νικήσαντες τοὺς μὲν ἡττηθέντας ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἐξέβαλον, αὐτοὶ δὲ τὰς κτήσεις ἁπάσας τὰς ἐκείνων τότε κατασχόντες ἔτι καὶ νῦν ἔχουσιν, οὗ μεῖζον ἔργον καὶ θαυμαστότερον οὐδεὶς ἐπιδείξει κατʼ ἐκεῖνον τὸν χρόνον γενόμενον, οὐδὲ πρᾶξιν εὐτυχεστέραν καὶ θεοφιλεστέραν τῆς τοὺς χρησαμένους τῆς μὲν οἰκείας ἀπορίας ἀπαλλαξάσης, τῆς δʼ ἀλλοτρίας εὐδαιμονίας κυρίους ποιησάσης.3
假使在我就这些言辞发表议论之前有人将它们展示给斯巴达人,他们绝无可能不痛恨您,并将您视作撰写了针对他们的控诉状而对您怀恨在心。然而事到如今,我认为斯巴达的大多数人仍将恪守一如既往的风俗,对在此地撰写的文字绝不会比对在赫拉克勒斯之柱以外流传的话语多加一分留意;但在他们之中那些最具远见、收藏并赞赏您某些篇章的人,只要他们能觅得诵读者并有彼此共处的闲暇,便绝不会忽略就他们的城邦所作的任何言之成理的论述,而会对那些就事实而言纯属信口开河、仅在字句上显得辛辣刻毒的谩骂付之一嗤,并认为书中所包含的诋毁之辞乃是嫉妒所唆使;他们会认为,正是您将他们自身引以为傲且备受他人推崇的丰功伟绩与诸多战役汇集一处并相互对照,从而记录成文并使之流芳百世,且正是您促使许多人渴望通读并探究这些篇章——这些人并非渴望听闻他们的战功,而是渴望了解您究竟如何论述这些功绩。深思并细察这些要点,他们亦绝不会忘却您用来称颂其祖先的远古伟业,反倒会屡屡在彼此之间畅谈:首先,作为多利安人,当他们洞察到自己的城邦声名未显、规模狭小且匮乏甚多时,便毅然弃之,发兵进取伯罗奔尼撒的首要城邦——阿尔戈斯、拉刻代蒙与美塞尼亚;在战场上击溃敌军后,他们将败者驱逐出城邦与国土,自己则一举夺取并至今仍占有那些人的全副产业;没有任何人能证明在那个时代曾发生过比这更伟大、更令人叹服的壮举,亦没有任何作为能比这项彻底解除了实施者自身的窘迫、使他们成为他人富足家园主人的行动更为幸运、更得神宠。
καὶ ταῦτα μὲν μετὰ πάντων συστρατευσαμένων ἔπραξαν· ἐπειδὴ δὲ πρὸς Ἀργείους καὶ Μεσσηνίους τὴν χώραν διείλοντο καὶ καθʼ αὑτοὺς ἐν Σπάρτῃ κατῴκησαν, ἐν τούτοις τοῖς καιροῖς τοσοῦτον φρονῆσαι φῂς αὐτούς,4 ὥστε ὄντας οὐ πλείους τότε δισχιλίων οὐχ ἡγήσασθαι σφᾶς αὐτοὺς ἀξίους εἶναι ζῆν, εἰ μὴ δεσπόται πασῶν τῶν ἐν Πελοποννήσῳ πόλεων γενέσθαι δυνηθεῖεν, ταῦτα δὲ διανοηθέντας καὶ πολεμεῖν ἐπιχειρήσαντας οὐκ ἀπειπεῖν, ἐν πολλοῖς κακοῖς καὶ κινδύνοις γιγνομένους, πρὶν ἁπάσας ταύτας ὑφʼ αὑτοῖς ἐποιήσαντο πλὴν τῆς Ἀργείων πόλεως, ἔχοντας δʼ ἤδη καὶ χώραν πλείστην καὶ δύναμιν μεγίστην καὶ δόξαν τοσαύτην ὅσην προσήκει τοὺς τηλικαῦτα διαπεπραγμένους οὐχ ἧττον διακεῖσθαι φιλοτίμως, ὅτι λόγος ὑπῆρχεν αὐτοῖς ἴδιος καὶ καλὸς μόνοις τῶν Ἑλλήνων·
而这些乃是他们与所有共同出征者合力完成的;然而,当他们与阿尔戈斯人及美塞尼亚人瓜分土地、独居于斯巴达之后,您说他们在那段岁月里抱负极其宏大,以至于当时人数虽不超过两千,却认定自己若不能成为伯罗奔尼撒所有城邦的主人便不配活于世上;怀抱此等意图并着手发动战争之后,他们身陷重重灾难与险境却从未轻言放弃,直至将除阿尔戈斯城之外的所有这些城邦尽数收入麾下;当他们已坐拥最广袤的疆土、最庞大的实力以及与立下如此功业者相称的崇高威名时,他们亦毫不逊色地引以为傲,因为在全体希腊人之中,唯有他们拥有一番独有而美好的言辞:
- 248κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν
直陈式不定过去时 κατώρθωσεν 与 ἔδοξεν 在此并非指过去发生的单次事件,而是充当表达普遍真理或规律的“格言式不定过去时(gnomic aorist)”。它在语义上与前半句的现在时 διαμαρτάνουσι 相对等,表示“偶有寻常之人恰能切中要害,并显得发表了最明智的建言”这一常态化经验。
- 250οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν
双重否定结构,由 οὐκ ἔστιν ὅπως(“不可能……”)与否定词 οὐκ 叠加,表达强烈的肯定语气,意为“绝无可能不痛恨/必然会痛恨”。它作为带有 ἄν 的直陈式不定过去时(过去与事实相反的归结分句),承接前面的条件从句 εἰ ... ἐπέδειξεν(直陈式过去时)。
- 254οὐδὲ πρᾶξιν εὐτυχεστέραν καὶ θεοφιλεστέραν τῆς τοὺς χρησαμένους τῆς μὲν οἰκείας ἀπορίας ἀπαλλαξάσης, τῆς δʼ ἀλλοτρίας εὐδαιμονίας κυρίους ποιησάσης
τῆς 为代指前文阴性名词 πρᾶξιν 的定冠词单数属格,由比较级 εὐτυχεστέραν καὶ θεοφιλεστέραν 所统辖,构成“比较属格”。其后的分词 ἀπαλλαξάσης 与 ποιησάσης 充当定语与 τῆς 保持性数格一致,整体构成“比起那项解除了实施者自身的窘迫、使他们成为他人富足家园主人的行动”之结构。
- 255ἐν τούτοις τοῖς καιροῖς τοσοῦτον φρονῆσαι φῂς αὐτούς
动词 φῂς(“您说”)引导间接引语,指涉伊索克拉底在演说文本中所陈述的内容。αὐτούς 作不定式 φρονῆσαι 的宾格主语,与 τοσοῦτον 相呼应,其后引出带有结果从句 ὥστε 的连环结构(包含 οὐχ ἡγήσασθαι)。
