← 伊索克拉底

泛雅典娜节演说

§240-247

双重论辩的用意与揭示深意的顾虑

斯巴达的赞美者看破伊索克拉底乃是特意运用模棱两可的言辞,暗中兼顾对先祖与斯巴达双方的颂扬;他还预料到,自己将这篇演说深藏的立意公之于众,反倒会被作者斥责为剥夺了精读者探究所带来的崇高声誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§240

ζητῶν δὲ τὰ τοιαῦτα ῥᾳδίως εὑρεῖν λόγους ἀμφιβόλους1 καὶ μηδὲν μᾶλλον μετὰ τῶν ἐπαινούντων ἢ τῶν ψεγόντων ὄντας, ἀλλʼ ἐπαμφοτερίζειν δυναμένους καὶ πολλὰς ἀμφισβητήσεις ἔχοντας, οἷς χρῆσθαι περὶ μὲν συμβολαίων καὶ περὶ πλεονεξίας ἀγωνιζόμενον αἰσχρὸν καὶ πονηρίας οὐ μικρὸν σημεῖον, περὶ δὲ φύσεως ἀνθρώπων διαλεγόμενον καὶ πραγμάτων καλὸν καὶ φιλόσοφον.

在追求此类效果时,你认为很容易找到那些模棱两可、既不偏向赞美者亦不偏向指责者的说辞,它们能够骑墙两可,引发诸多争议;在就契约与私利进行争辩时运用此类言辞是可耻的,是恶劣品质的显著标志;然而在探讨人性与事理时,这却是高尚而富有哲思的。

§241

οἷός περ ὁ λόγος ὁ διαναγνωσθείς ἐστιν, ἐν ᾧ πεποίηκας τοὺς μὲν σοὺς προγόνους εἰρηνικοὺς καὶ φιλέλληνας καὶ τῆς ἰσότητος τῆς ἐν ταῖς πολιτείαις ἡγεμόνας, Σπαρτιάτας δʼ ὑπεροπτικοὺς καὶ πολεμικοὺς καὶ πλεονέκτας, οἵους περ αὐτοὺς εἶναι πάντες ὑπειλήφασιν. τοιαύτην δʼ ἑκατέρων ἐχόντων τὴν φύσιν, τοὺς μὲν ὑπὸ πάντων ἐπαινεῖσθαι καὶ δοκεῖν εὔνους εἶναι τῷ πλήθει, τοῖς δὲ τοὺς μὲν πολλοὺς φθονεῖν καὶ δυσμενῶς ἔχειν, ἔστι δʼ οὓς καὶ ἐπαινεῖν αὐτοὺς καὶ θαυμάζειν,2 καὶ τολμᾶν λέγειν ὡς ἀγαθὰ μείζω τυγχάνουσιν ἔχοντες τῶν τοῖς προγόνοις τοῖς σοῖς προσόντων· τήν τε γὰρ ὑπεροψίαν σεμνότητος μετέχειν, εὐδοκίμου πράγματος, καὶ δοκεῖν ἅπασι μεγαλοφρονεστέρους εἶναι τοὺς τοιούτους ἢ τοὺς τῆς ἰσότητος προεστῶτας, τούς τε πολεμικοὺς πολὺ διαφέρειν τῶν εἰρηνικῶν· τοὺς μὲν γὰρ οὔτε κτητικοὺς εἶναι τῶν οὐκ ὄντων οὔτε φύλακας δεινοὺς τῶν ὑπαρχόντων, τοὺς δʼ ἀμφότερα δύνασθαι, καὶ λαμβάνειν ὧν ἂν ἐπιθυμῶσι καὶ σώζειν ἅπερ ἂν ἅπαξ κατάσχωσιν· ἃ ποιοῦσιν οἱ τέλειοι δοκοῦντες εἶναι τῶν ἀνδρῶν.

方才宣读的那篇演说正是如此,在其中,你将自己的先祖描绘成爱好和平、心系希腊、在城邦政制中倡导平等的领袖,而将斯巴达人描绘成傲慢、好战且贪得无厌之徒,正如所有人一向对他们所认定的那样。既然双方各具此种天性,前者便受到万人的赞美,显得对民众充满善意,而对后者,大多数人则心怀嫉妒与敌意。然而,亦有些人甚至赞扬并敬佩他们,并敢于声称他们所拥有的善好远胜于你先祖所具备的品德。因为在他们看来,傲慢分有庄严崇高这一受人尊崇的品质,此类人物在所有人眼中都显得比那些平等的拥护者更具伟大气魄;而好战之士亦远胜于和平之民:因为后者既不善于获取尚未拥有的事物,亦非守卫已有之物的得力看管者,前者却两者兼备,既能攫取所贪图的一切,又能守住一旦夺得之物——而这正是那些被公认为完人者所做的事。

§243

ἀλλὰ μὴν καὶ περὶ τῆς πλεονεξίας καλλίους ἔχειν οἴονται λόγους τῶν εἰρημένων· τοὺς μὲν γὰρ ἀποστεροῦντας τὰ συμβόλαια καὶ τοὺς παρακρουομένους καὶ παραλογιζομένους οὐχ ἡγοῦνται δικαίως καλεῖσθαι πλεονεκτικούς, διὰ γὰρ τὸ πονηρὰν ἔχειν τὴν δόξαν ἐν ἅπασιν αὐτοὺς ἐλαττοῦσθαι τοῖς πράγμασι, τὰς δὲ Σπαρτιατῶν πλεονεξίας καὶ τὰς τῶν βασιλέων καὶ τὰς τῶν τυράννων εὐκτὰς μὲν εἶναι, καὶ ἅπαντας αὐτῶν ἐπιθυμεῖν, οὐ μὴν ἀλλὰ λοιδορεῖσθαι καὶ καταρᾶσθαι τοῖς τὰς τηλικαύτας ἔχουσι δυναστείας· οὐδένα δὲ τοιοῦτον εἶναι τὴν φύσιν ὅστις οὐκ ἂν εὔξαιτο τοῖς θεοῖς μάλιστα μὲν αὐτὸς τυχεῖν τῆς ἐξουσίας ταύτης, εἰ δὲ μή, τοὺς οἰκειοτάτους· ᾧ καὶ φανερόν ἐστιν ὅτι μέγιστον τῶν ἀγαθῶν ἅπαντες εἶναι νομίζομεν τὸ πλέον ἔχειν τῶν ἄλλων. τὴν μὲν οὖν περιβολὴν τοῦ λόγου δοκεῖς μοι ποιήσασθαι μετὰ τοιαύτης διανοίας.

不仅如此,谈及贪求更多,他们自认为拥有比此前所述更为动听的论据。因为在他们看来,那些背弃契约、欺诈拐骗与算计他人者并不配被称为真正的贪利者,因为由于背负恶名,他们在一切事情上反倒沦为受损者;相反,斯巴达人的贪利,以及君王和僭主的豪夺,却是为人所企盼的,举世之人皆对其心向往之;尽管人们对掌握如此大权之人大加斥责与诅咒,但没有任何人天性如此,以至于不向诸神祈求,但愿自己能获得此等权柄,若不可得,亦祈愿最亲近之人能够得到。由此亦显然可见,我们所有人都认定占有胜过他人之物乃是至善。因此,在我看来,你正是怀着这样的意图构建了这篇演说的全盘布局。

§245

εἰ μὲν οὖν ἡγούμην ἀφέξεσθαι σε τῶν εἰρημένων καὶ παραλείψειν ἀνεπιτίμητον τὸν λόγον τοῦτον, οὐδʼ ἂν αὐτὸς ἔτι λέγειν ἐπεχείρουν· νῦν δʼ ὅτι μὲν οὐκ ἀπεφηνάμην περὶ ὧν παρεκλήθην σύμβουλος, οὐδὲν οἶμαί σοι μελήσειν, οὐδὲ γὰρ ὅτε συνῆγες ἡμᾶς, ἐδόκεις μοι σπουδάζειν περὶ αὐτῶν, προελόμενον δέ σε συνθεῖναι λόγον μηδὲν ὅμοιον τοῖς ἄλλοις, ἀλλὰ τοῖς μὲν ῥᾳθύμως ἀναγιγνώσκουσιν ἁπλοῦν εἶναι δόξοντα καὶ ῥᾴδιον καταμαθεῖν, τοῖς δʼ ἀκριβῶς διεξιοῦσιν αὐτόν, καὶ πειρωμένοις κατιδεῖν ὃ τοὺς ἄλλους λέληθεν, χαλεπὸν φανούμενον καὶ δυσκαταμάθητον καὶ πολλῆς μὲν ἱστορίας γέμοντα καὶ φιλοσοφίας, παντοδαπῆς δὲ μεστὸν ποικιλίας καὶ ψευδολογίας, οὐ τῆς εἰθισμένης μετὰ κακίας βλάπτειν τοὺς συμπολιτευομένους, ἀλλὰ τῆς δυναμένης μετὰ παιδιᾶς ὠφελεῖν ἢ τέρπειν τοὺς ἀκούοντας, —ὧν οὐδὲν ἐάσαντά με φήσειν τὸν τρόπον τοῦτον ἔχειν ὡς ἐβουλεύσω σὺ περὶ αὐτῶν, ἀλλὰ τήν τε δύναμιν τῶν λεγομένων διδάσκοντα καὶ τὴν σὴν διάνοιαν ἐξηγούμενον οὐκ αἰσθάνεσθαι3 τοσούτῳ τὸν λόγον ἀδοξότερον διʼ ἐμὲ γιγνόμενον, ὅσῳ περ αὐτὸν φανερώτερον ἐποίουν καὶ γνωριμώτερον τοῖς ἀναγιγνώσκουσιν· ἐπιστήμην γὰρ τοῖς οὐκ εἰδόσιν ἐνεργαζόμενον ἔρημον τὸν λόγον με ποιεῖν καὶ τῆς τιμῆς ἀποστερεῖν τῆς γιγνομένης ἂν αὐτῷ διὰ τοὺς πονοῦντας καὶ πράγματα σφίσιν αὐτοῖς παρέχοντας.

因此,倘若我认为你会放弃此前所言,任凭这篇演说免受评判,我自己绝不会再试图多言;然而现今,对于我未曾就受邀担任顾问之事发表意见一节,我想你必全不在意,因为即便在当初召集我们时,我看你对那些议题也并未当真;相反,你决意撰写一篇绝不同于流俗之作的演说,对于漫不经心地阅读之人而言,它看似单纯且易于领会,但对于那些精审细究、试图看清常人未曾察觉之处的人而言,它将显得艰深而难以捉摸,不仅蕴含丰富的史实与哲理,更充斥着各色精巧构思与虚构手法——这并非通常出于恶意以损害城邦同胞的那种虚构,而是能在戏谑之中惠及或愉悦听众的虚构;——面对这一切,我想你必会说,我没有让其中任何一点保持在你为此所谋划的那种状态,反而讲授所言之辞的奥妙并阐发你的深意,却未曾察觉正因我的缘故,这篇演说在读者面前变得愈发明朗易懂,其声誉反倒成比例地遭到削损;因为通过将见识灌输给那些蒙昧之人,我使这篇演说变得一览无余,从而剥夺了那些甘愿为之付出辛劳、自讨苦吃深研的读者本该赋予它的崇高荣誉。”

语法注3 条
  1. 240ζητῶν δὲ τὰ τοιαῦτα ῥᾳδίως εὑρεῖν λόγους ἀμφιβόλους

    分词 ζητῶν 与前文的主语(第二人称单数,即伊索克拉底)一致,不定式 εὑρεῖν 则承接前文结尾处表示思虑的动词(σκοπεῖσθαι)或暗含的心智动词,构成“在追求此类效果时,[你认为]容易找到模棱两可的说辞”的句式主干。

  2. 241τοῖς δὲ τοὺς μὲν πολλοὺς φθονεῖν καὶ δυσμενῶς ἔχειν, ἔστι δʼ οὓς καὶ ἐπαινεῖν αὐτοὺς καὶ θαυμάζειν

    在两相对比的结构中,τοῖς δέ 为指代斯巴达人的与格,作 φθονεῖν 和 δυσμενῶς ἔχειν 的补足语(“对他们,众人心怀嫉妒与敌意”)。其后的 ἔστι δʼ οὓς 为惯用存在句式(相当于 ἐνίους,“亦有些人”),作不定式 ἐπαινεῖν 和 θαυμάζειν 的逻辑主语。

  3. 247ὧν οὐδὲν ἐάσαντά με φήσειν τὸν τρόπον τοῦτον ἔχειν ὡς ἐβουλεύσω σὺ περὶ αὐτῶν, ἀλλὰ ... οὐκ αἰσθάνεσθαι

    在长句插入修饰语(προελόμενον δέ σε...)之后,承接前文 οἶμαι 的带不定式的大结构得以收束。φήσειν 以第二人称单数代词 σε(由 προελόμενον δέ σε 预先提示)为逻辑主语;而说话者 ἐμέ(带分词 ἐάσαντα、διδάσκοντα、ἐξηγούμενον 修饰)则担任 οὐκ αἰσθάνεσθαι 的逻辑主语。其中不定式 τὸν τρόπον τοῦτον ἔχειν 受 ἐάσαντα(宾语为 ὧν οὐδὲν)支配,整句形成了“我想你必会说,我没有让其中任何一点保持在你所谋划的状态……却未曾察觉到……”的嵌套宾格不定式复杂结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:240-247