← 伊索克拉底

泛雅典娜节演说

§232-239

关于销毁讲稿的犹豫与门生的隐微解读

作者因讲辞中对斯巴达的严厉指责而懊悔不已,甚至考虑销毁讲稿,遂召集门生朗读并征求意见;但那位崇拜斯巴达的学者质疑作者的懊恼,指出这实则是对门生的试探以及一种明贬暗褒的隐微写作策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§232

ἐπὶ δὲ τοῖς περὶ Λακεδαιμονίων ἐλυπήθην καὶ βαρέως ἔφερον· οὐ γὰρ μετρίως ἐδόκουν μοι διειλέχθαι περὶ αὐτῶν οὐδʼ ὁμοίως τοῖς ἄλλοις, ἀλλʼ ὀλιγώρως καὶ λίαν πικρῶς καὶ παντάπασιν ἀνοήτως· ὥστε πολλάκις ὁρμήσας ἐξαλείφειν αὐτὸν ἢ κατακάειν μετεγίγνωσκον, ἐλεῶν τὸ γῆρας τοὐμαυτοῦ καὶ τὸν πόνον τὸν περὶ τὸν λόγον γεγενημένον.

然而,关于涉及拉栖代梦人的部分,我却感到痛心且难以承受;因为在我看来,自己对他们的论述有欠适度,也不像对待其他话题那样,而是显得傲慢、过于辛辣,且完全有失分寸。因此,我虽屡次萌生将讲稿抹去或付之一炬的冲动,却又每每改变主意,怜惜起自己的垂暮之年以及在这篇演说上耗费的心血。

§233

ἐν τοιαύτῃ δὲ μοι ταραχῇ καθεστηκότι καὶ μεταβολὰς ποιουμένῳ πολλὰς ἔδοξε κράτιστον εἶναι παρακαλέσαντι τῶν πεπλησιακότων τοὺς ἐπιδημοῦντας βουλεύσασθαι μετʼ αὐτῶν, πότεροι1 ἀφανιστέος παντάπασίν ἐστιν ἢ διαδοτέος τοῖς βουλομένοις λαμβάνειν, ὁπότερα δʼ ἂν ἐκείνοις δόξῃ, ταῦτα ποιεῖν. τούτων γνωσθέντων οὐδεμίαν διατριβὴν ἐποιησάμην, ἀλλʼ εὐθὺς παρεκέκληντο μὲν οὓς εἶπον, προειρηκὼς δʼ ἦν αὐτοῖς ἐφʼ ἃ συνεληλυθότες ἦσαν, ἀνέγνωστο δʼ ὁ λόγος, ἐπῃνημένος δʼ ἦν καὶ τεθορυβημένος καὶ τετυχηκὼς ὧνπερ οἱ κατορθοῦντες ἐν ταῖς ἐπιδείξεσιν.

正当我陷于如此心绪翻腾、主意反复不定之际,我觉得最好的办法莫过于召集客居于城中的门生,与他们商议究竟应当将讲稿彻底销毁,还是分发给愿得之人,凡经他们决定的,我便照办。主意既定,我便毫不拖延;方才提到的那些人立时受邀而至,我向他们预先交代了集会的原委,随后演说得以朗读。演说赢得了交口赞赏与阵阵喝彩,获得了公开展示演讲大获成功者所享有的全套礼遇。

§234

ἁπάντων δὲ τούτων ἐπιτετελεσμένων οἱ μὲν ἄλλοι διελέγοντο πρὸς σφᾶς αὐτούς, δῆλον ὅτι περὶ τῶν ἀναγνωσθέντων· ὃν δʼ ἐξ ἀρχῆς μετεπεμψάμεθα σύμβουλον, τὸν Λακεδαιμονίων ἐπαινέτην, πρὸς ὃν πλείω διελέχθην τοῦ δέοντος, σιωπὴν ποιησάμενος καὶ πρὸς ἐμὲ βλέψας ἀπορεῖν ἔφασκεν ὅ τι χρήσηται τοῖς παροῦσιν· οὔτε γὰρ ἀπιστεῖν βούλεσθαι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, οὔτε πιστεύειν δύνασθαι παντάπασιν αὐτοῖς.

这一切结束之后,其余的人都三三两两地交头接耳,显然是在谈论方才朗读的内容;而那位我们起初延请来作为顾问、拉栖代梦人的赞美者,即那位曾与我作了过多争辩之人,却默然不语,随后注视着我,声称自己不知该如何应对眼前的局面;因为他既不愿怀疑我所言之事,却又无法全然相信。

§235

“θαυμάζω γὰρ εἴθʼ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες,2 οὓς οἶσθʼ ἀκριβῶς ἅπαν ὅ τι ἂν σὺ λέγῃς ἢ πράττῃς ἐπαινοῦντας. εἰθισμένοι δʼ εἰσὶν οἱ νοῦν ἔχοντες ἀνακοινοῦσθαι, περὶ ὧν ἂν σπουδάζωσι, μάλιστα μὲν τοῖς ἄμεινον αὑτῶν φρονοῦσιν, εἰ δὲ μή, τοῖς μέλλουσιν ἀποφαίνεσθαι τὴν αὑτῶν γνώμην· ὧν τἀναντία σὺ πεποίηκας.

“因为令我大惑不解的是,究竟是真如你所说,你因论及拉栖代梦人的言辞而如此痛心且沉重——因为在这些文字中我并未看出有任何此类成分——,抑或你是真心希望以我们为演说的顾问才召集我们——你明知无论你说什么做什么,我们无不赞扬佩服。然而,但凡头脑明智之人,在关涉重大之事需要与人商榷时,最上者莫过于求教于见识胜过自己之人,退而求其次,也当求教于敢于直抒己见之人;而你所做的,恰恰与这些原则背道而驰。

§236

τούτων μὲν οὖν οὐδέτερον ἀποδέχομαι τῶν λόγων, δοκεῖς δέ μοι ποιήσασθαι τήν τε παράκλησιν τὴν ἡμετέραν καὶ τὸν ἔπαινον τὸν τῆς πόλεως οὐχ ἁπλῶς, οὐδʼ ὡς διείλεξαι πρὸς ἡμᾶς, ἀλλʼ ἡμῶν μὲν πεῖραν λαβεῖν βουλόμενος, εἰ φιλοσοφοῦμεν καὶ μεμνήμεθα τῶν ἐν ταῖς διατριβαῖς λεγομένων καὶ συνιδεῖν δυνηθεῖμεν ἂν ὃν τρόπον ὁ λόγος τυγχάνει γεγραμμένος, τὴν δὲ πόλιν ἐπαινεῖν προελέσθαι τὴν σαυτοῦ σωφρονῶν, ἵνα τῷ τε πλήθει τῷ τῶν πολιτῶν χαρίσῃ καὶ παρὰ τοῖς εὐνοϊκῶς πρὸς ὑμᾶς διακειμένοις εὐδοκιμήσῃς. ταῦτα δὲ γνοὺς ὑπέλαβες ὡς εἰ μὲν περὶ μόνης αὐτῆς ποιήσει τοὺς λόγους καὶ τὰ μυθώδη περὶ αὐτῆς ἐρεῖς ἃ πάντες θρυλοῦσιν, ὅμοια φανεῖται τὰ λεγόμενα τοῖς ὑπὸ τῶν ἄλλων γεγραμμένοις, ἐφʼ ᾧ σὺ μάλιστʼ ἂν αἰσχυνθείης καὶ λυπηθείης·3 ἐὰν δʼ ἐάσας ἐκεῖνα λέγῃς τὰς πράξεις τὰς ὁμολογουμένας καὶ πολλῶν ἀγαθῶν αἰτίας τοῖς Ἕλλησι γεγενημένας, καὶ παραβάλλῃς αὐτὰς πρὸς τὰς Λακεδαιμονίων, καὶ τὰς μὲν τῶν προγόνων ἐπαινῇς, τῶν δʼ ἐκείνοις πεπραγμένων κατηγορῇς, ὅ τε λόγος ἐναργέστερος εἶναι δόξει τοῖς ἀκούουσι καὶ σὺ μενεῖς ἐν τοῖς αὐτοῖς, ὃ μᾶλλον ἄν τινες θαυμάσειαν τῶν τοῖς ἄλλοις γεγραμμένων.

因此,这两种说辞我都不能苟同;在我看来,你召集我们前来,以及对城邦施加颂扬,并非出于单纯之意,亦非如你对我们所辩白的那般,而是你意欲对我们加以试探,看我们是否真在潜心研习学问,是否牢记在学舍讲授中所论之道,看我们能否洞察这篇演说是以何种手法撰写而成的;同时,你出于审慎而决意赞美自己的城邦,旨在讨得广大城邦公民的欢心,并在对你们怀有善意之人中博得崇高声望。你深思熟虑后认为,倘若单单论及自身城邦,并重复人尽皆知的那些神话传说,所言之辞势必雷同于他人之著述,而这恰是你最感羞愧与痛心之所在; 相反,倘若你舍弃那些传说,专论大家公认并给希腊人带来诸多恩泽的实际功业,将其与拉栖代梦人的作为互作比照,褒扬先辈功业而谴责彼邦所为,演说在听众耳中便会显得尤为昭彰明晰,而你亦可固守自身操守原则,这远比其他人的著述更能赢得人们的赞赏。

§239

ἐν ἀρχῇ μὲν οὖν οὕτω μοι φαίνει τάξαι καὶ βουλεύσασθαι περὶ αὐτῶν, εἰδὼς δὲ σαυτὸν ἐπῃνεκότα τὴν Σπαρτιατῶν διοίκησιν ὡς οὐδεὶς ἄλλος, φοβεῖσθαι τοὺς ἀκηκοότας, μὴ δόξῃς ὅμοιος εἶναι τοῖς λέγουσιν ὅ τι ἂν τύχωσι καὶ τούτους νῦν ψέγειν οὓς πρότερον ἐπῄνεις μᾶλλον τῶν ἄλλων· ταῦτʼ ἐνθυμηθεὶς σκοπεῖσθαι ποίους τινὰς ἂν ἑκατέρους εἶναι φήσας ἀληθῆ τε λέγειν δόξειας περὶ ἀμφοτέρων, ἔχοις τʼ ἂν τοὺς μὲν προγόνους ἐπαινεῖν, οὕσπερ βούλει, Σπαρτιατῶν δὲ δοκεῖν μὲν κατηγορεῖν τοῖς ἀηδῶς πρὸς αὐτοὺς διακειμένοις, μηδὲν δὲ ποιεῖν τοιοῦτον ἀλλὰ λανθάνειν ἐπαινῶν αὐτούς·4

因此,在我看来,你起初便是如此排布并谋划这些议题的;但因你深知自己曾对斯巴达的政制施以他人所未及之极高赞誉,便对曾听闻〔此事〕之人心存戒惧,唯恐被人视作信口雌黄之辈,且被认为如今反倒指摘起昔日自己推崇备至之人。考虑到这些,你便审慎筹谋,究竟该将双方描述为怎样的人,方能显出在双方问题上皆言之有据,既可颂扬你正意欲〔颂扬〕的先贤,又能让对斯巴达人怀有恶感之人以为你在谴责他们,实则全无此意,反倒在暗中对他们大加赞美。”

语法注4 条
  1. 233πότεροι

    此处抄本所载的 πότεροι 为 πότερον 的异文或讹误,作副词性用法引导依附于 βουλεύσασθαι 的间接疑问从句(“是……还是……”)。其后承接两个动形词 ἀφανιστέος 与 διαδοτέος,表达“究竟应当销毁此篇演说,还是予以分发”的双重抉择。

  2. 235θαυμάζω γὰρ εἴθʼ οὕτως ἐλυπήθης καὶ βαρέως ἔσχες, ὥσπερ φῄς, ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐδὲν γὰρ ἐν αὐτοῖς ὁρῶ τοιοῦτον γεγραμμένον, εἴτε συμβούλοις περὶ τοῦ λόγου χρήσασθαι βουλόμενος ἡμᾶς συνήγαγες

    θαυμάζω 支配由 εἴτε... εἴτε... 引导的双重间接疑问从句,表达疑虑或困惑(“令我纳罕的是,究竟是因为……还是因为……”),而非单纯的假设条件从句。辩论者以此表明,无论作者自称的懊恼还是召集众人的动机,都难以令人信服。

  3. 237ἐφʼ ᾧ σὺ μάλιστʼ ἂν αἰσχυνθείης καὶ λυπηθείης

    介词短语 ἐφʼ ᾧ 由介词 ἐπί 与中性单数与格关系代词 ᾧ 构成,承接前述整个小句(所言之辞沦为与常人著述相仿)作为情感产生的事由(“对此你必将深感羞愧与痛心”)。式上采用带有 ἄν 的希求法,表潜在或假设性反应。

  4. 239λανθάνειν ἐπαινῶν αὐτούς

    动词 λανθάνω 与补充分词 ἐπαινῶν 搭配,构成经典的“暗中做某事/不知不觉中做某事”句式(此处意为“暗中赞美他们”)。这揭示了演讲者所指出的深层修辞策略:表面上看似声讨谴责斯巴达人,实则掩人耳目地施以褒扬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:232-239