← 伊索克拉底

泛雅典娜节演说

§224-231

团结的利弊与作者对赞誉的反思

作者指出团结本身未必皆善、亦可沦为挑起内讧与侵略的手段,以此驳倒了辩论对手,随后却反省了自己在青年们的喝彩下所滋生的虚荣与浮躁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§224

γνοίη δʼ ἄν τις ἐκεῖθεν· τὰ γὰρ αὐτὰ πανταχῇ καὶ μηδαμῇ διαφέροντα τοῖς μὲν ὠφέλιμα τοῖς δὲ βλαβερὰ γίγνεται. καίτοι τὴν μὲν φύσιν ἕκαστον τῶν ὄντων τὴν ἐναντίαν αὐτὴν αὑτῇ καὶ μὴ αὐτὴν οὐκ εὔκολόν ἐστιν·1 τὸ δὲ μηδὲν τῶν αὐτῶν συμβαίνειν τοῖς ὀρθῶς καὶ δικαίως πράττουσι καὶ τοῖς ἀσελγῶς τε καὶ κακῶς, τίνι τῶν ὀρθῶς λογιζομένων οὐκ ἂν εἰκότως ταῦτα γίγνεσθαι δόξειεν;

人们可从以下之点认识到这一点:因为完全相同、在任何方面都毫无二致的事物,对某些人产生益处,对另一些人却造成危害。然而,每一种存在的事物要具有与自身相反且并非其自身的本性,绝非易事;但对于行事正直公义之人与行事放肆邪恶之人,竟无任何相同的后果降临,在明智推演之人看来,又有谁会不觉得这是合情合理的呢?

§225

ὁ δʼ αὐτὸς οὗτος λόγος καὶ περὶ τὰς ὁμονοίας ἂν ἁρμόσειεν· καὶ γὰρ ἐκεῖναι τὴν φύσιν εἰσὶν οὐκ ἀνόμοιαι τοῖς εἰρημένοις, ἀλλὰ τὰς μὲν αὐτῶν εὕροιμεν ἂν πλείστων ἀγαθῶν αἰτίας γιγνομένας, τὰς δὲ τῶν μεγίστων κακῶν καὶ συμφορῶν. ὧν μίαν εἶναί φημι καὶ τὴν Σπαρτιατῶν· εἰρήσεται γὰρ τἀληθές, εἰ καί τισι δόξω λίαν παράδοξα λέγειν.

这完全相同的论点亦可适用于团结一心之上;因为团结就其本性而言也与上述事物别无二致,我们自会发现其中一些团结成为极多善果的根源,另一些却成为极深祸患与灾厄的肇端。我坚称斯巴达人的团结亦属后者之一;因为哪怕有人会认为我言论过于骇人听闻,真话也必须要说出来。

§226

οὗτοι γὰρ τῷ ταὐτὰ γιγνώσκειν περὶ τῶν ἔξω πραγμάτων ἀλλήλοις στασιάζειν τοὺς Ἕλληνας ὥσπερ τέχνην ἔχοντες, ἐποίουν,2 καὶ τὸ χαλεπώτατον ταῖς ἄλλαις πόλεσι τῶν κακῶν γιγνόμενον, τοῦθʼ αὑτοῖς ἁπάντων συμφορώτατον ἐνόμιζον εἶναι· τὰς γὰρ οὕτω διακειμένας ἐξῆν αὐτοῖς, ὅπως ἠβούλοντο, διοικεῖν. ὥστʼ οὐδεὶς ἂν αὐτοὺς διά γε τὴν ὁμόνοιαν δικαίως ἐπαινέσειεν, οὐδὲν μᾶλλον ἢ τοὺς καταποντιστὰς καὶ λῃστὰς καὶ τοὺς περὶ τὰς ἄλλας ἀδικίας ὄντας· καὶ γὰρ ἐκεῖνοι σφίσιν αὐτοῖς ὁμονοοῦντες τοὺς ἄλλους ἀπολλύουσιν.

因为这些人正是通过对外在事务持有完全一致的见解,仿佛掌握一门专门技巧一般,唆使希腊各邦陷于彼此内讧,并将其他城邦所遭遇的最严酷之祸患,视为在一切事物中对自己最为有利之事;因为他们得以随心所欲地摆布陷入此等境地的城邦。因而,绝无人能单因斯巴达人的同心协力而合情合理地赞扬他们,正如没有人会因此赞扬海盗、劫匪以及从事其他不法勾当之徒一样;因为那些人也是在彼此同心同德的同时,毁灭所有其他的人。

§227

εἰ δέ τισι δοκῶ τὴν παραβολὴν ἀπρεπῆ πεποιῆσθαι πρὸς τὴν ἐκείνων δόξαν, ταύτην μὲν ἐῶ, λέγω δὲ Τριβαλλούς, οὓς ἅπαντές φασιν ὁμονοεῖν μὲν ὡς οὐδένας ἄλλους ἀνθρώπους, ἀπολλύναι δʼ οὐ μόνον τοὺς ὁμόρους καὶ τοὺς πλησίον οἰκοῦντας, ἀλλὰ καὶ τοὺς ἄλλους ὅσων ἂν ἐφικέσθαι δυνηθῶσιν.

如果有人认为我对照他们的名声作出了不相称的比拟,我且放下此例不论,而谈论特里巴利人:所有人都说他们同心一体之深非任何其他人类可比,然而他们不仅毁灭毗邻相接及近处居住之人,而且还要消灭自己凡能触及的其他所有人。

§228

οὓς οὐ χρὴ μιμεῖσθαι τοὺς ἀρετῆς ἀντιποιουμένους, ἀλλὰ πολὺ μᾶλλον τὴν τῆς σοφίας καὶ τῆς δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν δύναμιν. αὗται μὲν γὰρ οὐ τὰς σφετέρας αὐτῶν φύσεις εὐεργετοῦσιν, ἀλλʼ οἷς ἂν παραγενόμεναι παραμείνωσιν, εὐδαίμονας καὶ μακαρίους ποιοῦσιν· Λακεδαιμόνιοι δὲ τοὐναντίον, οἷς μὲν ἂν πλησιάσωσιν, ἀπολλύουσι, τὰ δὲ τῶν ἄλλων ἀγαθὰ πάντα περὶ σφᾶς αὐτοὺς ποιοῦνται.”

自命修养德行之人断不当效仿他们,而远应效仿明智、正义及其他诸德的力量。因为诸德并非造福自身之本性,而是使那些有它们降临并常驻之人获得繁荣与至福;拉栖代梦人却恰恰相反:他们走近谁,就毁灭谁,并将他人所有的一切财物尽数据为己有。”

§229

ταῦτʼ εἰπὼν κατέσχον πρὸς ὃν τοὺς λόγους ἐποιούμην,3 ἄνδρα δεινὸν καὶ πολλῶν ἔμπειρον καὶ περὶ τὸ λέγειν γεγυμνασμένον οὐδενὸς ἧττον τῶν ἐμοὶ πεπλησιακότων. οὐ μὴν τὰ μειράκια τὰ πᾶσι παραγεγενημένα τούτοις τὴν αὐτὴν ἐμοὶ γνώμην ἔσχεν, ἀλλʼ ἐμὲ μὲν ἐπῄνεσαν ὡς διειλεγμένον τε νεαρωτέρως ἢ προσεδόκησαν ἠγωνισμένον τε καλῶς, ἐκείνου δὲ κατεφρόνησαν, οὐκ ὀρθῶς γιγνώσκοντες, ἀλλὰ διημαρτηκότες ἀμφοτέρων ἡμῶν. ὁ μὲν γὰρ ἀπῄει φρονιμώτερος γεγενημένος καὶ συνεσταλμένην ἔχων τὴν διάνοιαν, ὥσπερ χρὴ τοὺς εὖ φρονοῦντας, καὶ πεπονθὼς τὸ γεγραμμένον ἐν Δελφοῖς, αὑτόν τʼ ἐγνωκὼς καὶ τὴν Λακεδαιμονίων φύσιν μᾶλλον ἢ πρότερον· ἐγὼ δʼ ὑπελειπόμην ἐπιτυχῶς μὲν ἴσως διειλεγμένος, ἀνοητότερος δὲ διʼ αὐτὸ τοῦτο γεγενημένος, καὶ φρονῶν μεῖζον ἢ προσῆκε τοὺς τηλικούτους, καὶ ταραχῆς μειρακιώδους μεστὸς ὤν.

说完这番话,我制服了那位与我辩论之人——此人精明能干,见闻广博,在雄辩上的磨砺丝毫不亚于任何曾追随我的人。然而,目睹这一切的青年们并未抱有与我相同的看法,反而称赞我辩论起来比他们预期的更为生猛有力、交锋得十分精彩,却对那个人投以鄙夷之色;他们未能做出正确的评判,反倒对我们双方都产生了彻底的误解。因为那个人离去时变得更为睿智,精神内敛克制,一如明智之人所应有的那般,亲身印证了德尔斐的神谕铭文,比以往更认清了自己和拉栖代梦人的本性;而我虽被留在原地,或许辩论大获全胜,却因恰恰正是这一点而变得更不明智,心气自负超越了这般年纪所当有的分寸,满心充斥着少年人般的浮躁躁动。

§231

δῆλος δʼ ἦν οὕτω διακείμενος· ἐπειδὴ γὰρ ἡσυχίας ἐπελαβόμην, οὐ πρότερον ἐπαυσάμην πρὶν ὑπέβαλον τῷ παιδὶ τὸν λόγον,4 ὃν ὀλίγῳ μὲν πρότερον μεθʼ ἡδονῆς διῆλθον, μικρῷ δʼ ὕστερον ἤμελλέ με λυπήσειν. τριῶν γὰρ ἢ τεττάρων ἡμερῶν διαλειφθεισῶν ἀναγιγνώσκων αὐτὰ καὶ διεξιών, ἐπὶ μὲν οἷς περὶ τῆς πόλεως ἦν εἰρηκώς, οὐκ ἠχθόμην, καλῶς γὰρ καὶ δικαίως ἦν ἅπαντα περὶ αὐτῆς γεγραφώς,

我处于这种心境是显而易见的;因为当我获得清静之时,我便迫不及待地将这篇演说口授给仆人记录——不久前我还曾满心喜悦地陈述过这篇演说,而片刻之后它却注定要令我痛苦不堪。因为过了三四天之后,当我重新阅读并审视这些文字时,对于其中关涉我们城邦的言论,我并未感到懊恼,因为有关城邦的一切我写得都既妥善又公正,

语法注4 条
  1. 224καίτοι τὴν μὲν φύσιν ἕκαστον τῶν ὄντων τὴν ἐναντίαν αὐτὴν αὑτῇ καὶ μὴ αὐτὴν οὐκ εὔκολόν ἐστιν

    由非人称谓语 οὐκ εὔκολόν ἐστιν(不易/难以想象)所支配的宾格不定式结构,其中不定式 ἔχειν 被省略。ἕκαστον τῶν ὄντων 作逻辑主语(主格性宾格),τὴν φύσιν 作直接宾语,阴性宾格短语 τὴν ἐναντίαν ... καὶ μὴ αὐτὴν 作与 τὴν φύσιν 一致的宾语补足语。

  2. 226τῷ ταὐτὰ γιγνώσκειν περὶ τῶν ἔξω πραγμάτων ἀλλήλοις στασιάζειν τοὺς Ἕλληνας ὥσπερ τέχνην ἔχοντες, ἐποίουν

    主干结构为使役性表达 οὗτοι ... ἐποίουν στασιάζειν τοὺς Ἕλληνας(“他们使希腊人陷入内讧”)。带冠词不定式 τῷ ταὐτὰ γιγνώσκειν 作表示手段的与格,ἀλλήλοις 则修饰 ταὐτὰ γιγνώσκειν(“相互之间持有相同看法”)。

  3. 229κατέσχον πρὸς ὃν τοὺς λόγους ἐποιούμην

    动词 κατέχω 在此意为“制伏、压制、使之闭口不言(在辩论中压倒对方)”。关系从句 πρὸς ὃν ... 吸收了先行词,并与紧随其后的同位语宾格短语 ἄνδρα δεινόν ... 相呼应。

  4. 231ὑπέβαλον τῷ παιδὶ τὸν λόγον

    动词 ὑποβάλλω 支配人物与格(τῷ παιδί: 仆人/书记奴隶)与事物宾格(τὸν λόγον: 演说/底稿),是表示“向仆人口述记录”的惯用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:224-231