← 伊索克拉底

泛雅典娜节演说

§214-223

弟子的辩解与对滥用军事训练的谴责

辩难者辩解称自己此前的赞美仅限于斯巴达的军事训练与同心合力;演说者虽接纳其陈述,但随即严厉驳斥,指出将本用于谋福的规范用来残害同胞是更为严重的罪孽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§214

οἱ μὲν γὰρ ἄλλοι τοὺς κακουργοῦντας καὶ κλέπτοντας πονηροτέρους τῶν οἰκετῶν νομίζουσιν, ἐκεῖνοι δὲ τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων πρωτεύοντας βελτίστους εἶναι τῶν παίδων ὑπολαμβάνουσι καὶ μάλιστα τιμῶσιν. καίτοι τίς ἂν τῶν εὖ φρονούντων οὐκ ἂν τρὶς ἀποθανεῖν ἕλοιτο μᾶλλον, ἢ διὰ τοιούτων ἐπιτηδευμάτων γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος;”1

因为其他人皆视作恶和行窃者比家奴更为下贱,他们却将在此类勾当中拔得头筹者视为少年中最优秀的人,并给予极高的尊重。然而,凡有理智之人,谁不宁愿死上三次,也不愿因通过此类行径来锤炼美德而为人所知呢?”

§215

ταῦτʼ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδʼ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλʼ ἔλεγεν ὅτι “οὐ μὲν πεποίησαι τοὺς λόγους” ἐμὲ λέγων “ὡς ἅπαντʼ ἀποδεχομένου μου2 τἀκεῖ καὶ καλῶς ἔχειν νομίζοντος· ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις, ἐμοῦ δʼ οὐ δικαίως κατηγορεῖν. ἐγὼ γὰρ ἐλυπήθην μὲν τὸν λόγον ἀναγιγνώσκων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐ μὴν οὕτως ὡς ἐπὶ τῷ μηδὲν ἀντειπεῖν ὑπὲρ αὐτῶν δύνασθαι τοῖς γεγραμμένοις, εἰθισμένος τὸν ἄλλον χρόνον ἐπαινεῖν. εἰς τοιαύτην δʼ ἀπορίαν καταστὰς εἶπον ὅπερ ἦν λοιπόν, ὡς εἰ καὶ μηδὲν διʼ ἄλλο, διά γʼ ἐκεῖνο δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιμεν, ὅτι τοῖς καλλίστοις τῶν ἐπιτηδευμάτων χρώμενοι τυγχάνουσιν.

听罢此言,他虽未敢蛮横反驳所言之事中的任何一条,却也未完全保持缄默,而是说道:“您发表这番议论,”他指的是我,“并不是在预设我完全接纳当地的一切并认为其尽善尽美;在我看来,您就少年的放任行为以及其他诸多事项对他们提出责难固属合情合理,但对我施加指责却有失公允。因为我在阅读这篇演说时,固然为其中论及拉栖代梦人的内容而感到痛心,却远不如因自己平素习惯于称赞他们、如今面对文中白纸黑字却无法为他们做出任何反驳而感到的痛苦深重。陷入如此困窘之境,我便说出了仅存的说辞:即便不因其他任何缘故,单凭他们奉行最美好的生活规范这一条,我们所有人理当对他们心存感激。

§217

ταῦτα δʼ εἶπον οὐ πρὸς τὴν εὐσέβειαν οὐδὲ πρὸς τὴν δικαιοσύνην οὐδὲ πρὸς τὴν φρόνησιν ἀποβλέψας, ἃ σὺ διῆλθες, ἀλλὰ πρὸς τὰ γυμνάσια τἀκεῖ καθεστηκότα καὶ πρὸς τὴν ἄσκησιν τῆς ἀνδρίας καὶ τὴν ὁμόνοιαν καὶ συνόλως τὴν περὶ τὸν πόλεμον ἐπιμέλειαν, ἅπερ ἅπαντες ἂν ἐπαινοῖεν, καὶ μάλιστʼ ἂν αὐτοῖς ἐκείνους χρῆσθαι φήσειαν.”

我说出这番话,并非着眼于您所详述的虔敬、正义与明智,而是着眼于当地确立的体育锻炼、对勇敢的磨砺、团结同心,以及总体上对军事的专心投入——这些正是所有人都会称赞、且都会承认他们最身体力行的事。”

§218

ταῦτα δʼ αὐτοῦ διαλεχθέντος ἀπεδεξάμην μέν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλʼ ὡς ἀποκρυπτόμενον3 τὸ πικρότατον τῶν τότε ῥηθέντων οὐκ ἀπαιδεύτως ἀλλὰ νοῦν ἐχόντως, καὶ περὶ τῶν ἄλλων ἀπολελογημένον σωφρονέστερον ἢ τότε παρρησιασάμενον· οὐ μὴν ἀλλʼ ἐκεῖνʼ ἐάσας περὶ αὐτῶν τούτων ἔφασκον κατηγορίαν ἔχειν πολὺ δεινοτέραν ἢ περὶ τῆς τῶν παίδων κλωπείας.

待他讲完这些,我便认可了他的话,这并非因为他洗清了所受指责中的任何一项,而是因为他非但不显粗鄙、反倒颇具智巧地掩饰了当时所言中最尖锐刺耳的部分,并在其他各点上比先前放言无忌时更为审慎地为自己进行了辩解。然而,撇开那些不谈,我宣称恰恰针对这些事情,我持有一项远比针对少年盗窃更为可怕的控诉。

§219

“ἐκείνοις μὲν γὰρ τοῖς ἐπιτηδεύμασιν ἐλυμαίνοντο τοὺς αὑτῶν παῖδας, οἷς δʼ ὀλίγῳ πρότερον σὺ διῆλθες, τοὺς Ἕλληνας ἀπώλλυσαν. ῥᾴδιον δʼ, ὡς οὕτως εἶχε ταῦτα, συνιδεῖν. οἶμαι γὰρ ἅπαντας ἂν ὁμολογῆσαι κακίστους ἄνδρας εἶναι καὶ μεγίστης ζημίας ἀξίους, ὅσοι τοῖς πράγμασι τοῖς εὑρημένοις ἐπʼ ὠφελίᾳ, τούτοις ἐπὶ βλάβῃ χρώμενοι τυγχάνουσι, μὴ πρὸς τοὺς βαρβάρους μηδὲ πρὸς τοὺς ἁμαρτάνοντας μηδὲ πρὸς τοὺς εἰς τὴν αὑτῶν χώραν εἰσβάλλοντας, ἀλλὰ πρὸς τοὺς οἰκειοτάτους καὶ τῆς αὐτῆς συγγενείας μετέχοντας· ἅπερ ἐποίουν Σπαρτιᾶται. καίτοι πῶς ὅσιόν ἐστι φάσκειν καλῶς χρῆσθαι τοῖς περὶ τὸν πόλεμον ἐπιτηδεύμασιν, οἵτινες οὓς προσῆκε σώζειν, τούτους ἀπολλύοντες ἅπαντα τὸν χρόνον διετέλεσαν;

“因为他们凭借先前那些行径败坏的是自己的子弟,而凭借你刚才所列举的规范,他们毁灭的却是希腊人。要看出事实确系如此并非难事。因为我认为所有人都会同意:凡将为谋求福祉而创立的事物用于造成危害之人,无一不是最恶劣之徒,且当受最严厉的惩罚;即那些并非针对蛮族,亦非针对有过犯者,亦非针对入侵自己国土者,而是施之于最亲近的同胞和同族血亲之人——这正是斯巴达人所为。然而,对于那些把本该守护的人始终加以毁灭之人,断言他们妥善运用了军事相关的各项规范,又怎能称得上合乎天理?

§221

ἀλλὰ γὰρ οὐ σὺ μόνος ἀγνοεῖς τοὺς καλῶς χρωμένους τοῖς πράγμασιν, ἀλλὰ σχεδὸν οἱ πλεῖστοι τῶν Ἑλλήνων. ἐπειδὰν γάρ τινας ἴδωσιν ἢ πύθωνται παρά τινων ἐπιμελῶς διατρίβοντας περὶ τὰ δοκοῦντʼ εἶναι καλὰ τῶν ἐπιτηδευμάτων, ἐπαινοῦσι καὶ πολλοὺς λόγους ποιοῦνται περὶ αὐτῶν, οὐκ εἰδότες τὸ συμβησόμενον.

其实,未能明辨何为妥善运用事物之人绝非只有你一个,几乎大多数希腊人皆是如此。因为每当他们看到或从旁人处听闻有人勤勉致力于看似美好的各项规范时,便赞不绝口并大加谈论,却根本不知其终局为何。

§222

χρὴ δὲ τοὺς ὀρθῶς δοκιμάζειν βουλομένους περὶ τῶν τοιούτων ἐν ἀρχῇ μὲν ἡσυχίαν ἄγειν καὶ μηδεμίαν δόξαν ἔχειν περὶ αὐτῶν, ἐπειδὰν δʼ εἰς τὸν χρόνον ἐκεῖνον ἔλθωσιν, ἐν ᾧ καὶ λέγοντας καὶ πράττοντας αὐτοὺς ὄψονται καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τότε θεωρεῖν ἀκριβῶς ἕκαστον αὐτῶν, καὶ τοὺς μὲν νομίμως καὶ καλῶς χρωμένους οἷς ἐμελέτησαν ἐπαινεῖν καὶ τιμᾶν, τοὺς δὲ πλημμελοῦντας καὶ κακουργοῦντας ψέγειν καὶ μισεῖν καὶ φυλάττεσθαι τὸν τρόπον αὐτῶν, ἐνθυμουμένους ὡς οὐχ αἱ φύσεις αἱ τῶν πραγμάτων οὔτʼ ὠφελοῦσιν οὔτε βλάπτουσιν ἡμᾶς, ἀλλʼ ὡς αἱ τῶν ἀνθρώπων χρήσεις καὶ πράξεις ἁπάντων ἡμῖν αἴτιαι τῶν συμβαινόντων εἰσίν.

然而,凡欲对此类人物进行正确评判之人,起初理当保持克制,不对其妄下断语;待到了亲眼看见他们在私事和公事上立言行事的时期,方可对其逐一严加考察; 并且,理当对守法且得当运用其所习练之物的人予以称赞和尊崇,而对行差踏错与作恶多端的人予以谴责、唾弃并提防其为人;应当牢记:并非事物本身的性质在使我们获益或受损,恰恰是人类的运用与行为,才是一切发生在我们身上的结果的根源。”

语法注3 条
  1. 214γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος

    主格分词 ποιούμενος 与主句主语(τίς ἂν τῶν εὖ φρονούντων)一致,作被动不定词 γνωσθῆναι 的主格补充成分,意为“被认识到在进行美德的操练”。

  2. 215οὐ μὲν πεποίησαι τοὺς λόγους ... ὡς ἅπαντʼ ἀποδεχομένου μου

    由 ὡς 引导的属格独立结构 ἅπαντʼ ἀποδεχομένου μου 表明一种假定前提或主观预设(“在预设我接纳当地一切的前提下”),用以限定 πεποίησαι τοὺς λόγους。

  3. 218ἀπεδεξάμην μέν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλʼ ὡς ἀποκρυπτόμενον

    带 ὡς 的宾格分词 διαλυόμενον 与 ἀποκρυπτόμενον 表示说话者对对方说话状态的主观认定与评价(“并非视其澄清了指控,而是视其遮蔽了……”),作动词 ἀπεδεξάμην 的补语性说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:214-223