- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:205-213
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底驳斥了斯巴达人是最优良生活规范发明者的观点,指出这在历史上荒谬不经,并揭露斯巴达人目不识丁、在体制上训练男童在乡野行窃以谋求擢升的卑劣行径。
τούτων δʼ οὕτως ἐχόντων, εἰ μὲν τυγχάνεις ἀληθῆ λέγων τούτους φάσκων εὑρετὰς γεγενῆσθαι τῶν καλλίστων ἐπιτηδευμάτων, ἀναγκαῖόν ἐστι τοὺς πολλαῖς γενεαῖς πρότερον γεγονότας, πρὶν Σπαρτιάτας ἐνταῦθα κατοικῆσαι, μὴ μετέχειν αὐτῶν, μήτε τοὺς ἐπὶ Τροίαν στρατευσαμένους μήτε τοὺς περὶ Ἡρακλέα καὶ Θησέα γεγονότας μήτε Μίνω τὸν Διὸς μήτε Ῥαδάμανθυν μήτʼ Αἰακὸν μήτε τῶν ἄλλων μηδένα τῶν ὑμνουμένων ἐπὶ ταῖς ἀρεταῖς ταύταις, ἀλλὰ ψευδῆ τὴν δόξαν ταύτην ἅπαντας ἔχειν· εἰ δὲ σὺ μὲν φλυαρῶν τυγχάνεις, προσήκει δὲ τοὺς ἀπὸ θεῶν γεγονότας καὶ χρῆσθαι ταύταις μᾶλλον τῶν ἄλλων καὶ καταδεῖξαι τοῖς ἐπιγιγνομένοις, οὐκ ἔστιν ὅπως οὐ1 μαίνεσθαι δόξεις ἅπασι τοῖς ἀκούσασιν, οὕτως εἰκῇ καὶ παρανόμως οὓς ἂν τύχῃς ἐπαινῶν. ἔπειτʼ εἰ μὲν εὐλόγεις αὐτοὺς οὐδὲν ἀκηκοὼς τῶν ἐμῶν, ἐλήρεις μὲν ἄν, οὐ μὴν ἐναντία γε λέγων ἐφαίνου σαυτῷ· νῦν δʼ ἐπῃνεκότι σοι τὸν ἐμὸν λόγον, τὸν ἐπιδεικνύντα πολλὰ καὶ δεινὰ Λακεδαιμονίους περὶ τε τοὺς συγγενεῖς τοὺς αὑτῶν καὶ περὶ τοὺς ἄλλους Ἕλληνας διαπεπραγμένους, πῶς οἷόν τʼ ἦν ἔτι σοὶ λέγειν τοὺς ἐνόχους ὄντας τούτοις, ὡς τῶν καλλίστων ἐπιτηδευμάτων ἡγεμόνες γεγόνασιν;2
既然情况如此,倘若你坚称他们是最美好生活规范的发明者是说出了实情,那么必然的结论便是:那些早在斯巴达人定居该地之前许多世代出生的人,都与这些规范无涉——无论是远征特洛伊的英雄,还是与赫拉克勒斯和忒修斯同时代的人物,抑或是宙斯之子米诺斯、拉达曼堤斯、埃阿科斯,以及因这些美德而受人颂扬的其他任何人,无一例外,他们全都徒具虚名。但倘若你纯属胡言乱语,而神明的后裔理当比其他人更身体力行这些美德并将其垂范于后世,那么在所有听众眼中,你断无不被视作发疯之理,因为你如此随意且违背常理地逢人便赞。再者,若你未曾听闻我的文辞便赞美他们,你固然是在说蠢话,但尚不致显出自我矛盾;然而如今,你既已赞赏了我的论说——其中揭露了拉栖代梦人对其同族以及其余希腊人所犯下的诸多骇人罪行——你又怎能还对背负这些罪责的人妄言,称他们成了最美好生活规范的引路人呢?
πρὸς δὲ τούτοις κἀκεῖνό σε λέληθεν, ὅτι τὰ παραλελειμμένα τῶν ἐπιτηδευμάτων καὶ τῶν τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων οὐχ οἱ τυχόντες εὑρίσκουσιν, ἀλλʼ οἱ τάς τε φύσεις διαφέροντες καὶ μαθεῖν πλεῖστα τῶν πρότερον εὑρημένων δυνηθέντες καὶ προσέχειν τὸν νοῦν τῷ ζητεῖν μᾶλλον τῶν ἄλλων ἐθελήσαντες.
除这些之外,你还忽略了这一点:在各种规范、技艺及其他一切事务中未被开辟的领域,绝非泛泛之辈所能发现,而是有赖于那些天赋出众、能掌握前人最多发明、且比常人更愿潜心钻研之人。
ὧν Λακεδαιμόνιοι πλέον ἀπέχουσι τῶν βαρβάρων· οἱ μὲν γὰρ ἂν φανεῖεν πολλῶν εὑρημάτων καὶ μαθηταὶ καὶ διδάσκαλοι γεγονότες, οὗτοι δὲ τοσοῦτον ἀπολελειμμένοι τῆς κοινῆς παιδείας καὶ φιλοσοφίας εἰσὶν ὥστʼ οὐδὲ γράμματα μανθάνουσιν, ἃ τηλικαύτην ἔχει δύναμιν ὥστε τοὺς ἐπισταμένους καὶ χρωμένους αὐτοῖς μὴ μόνον ἐμπείρους γίγνεσθαι τῶν ἐπὶ τῆς ἡλικίας τῆς αὑτῶν πραχθέντων ἀλλὰ καὶ τῶν πώποτε γενομένων.
拉栖代梦人距离这些素质比蛮族更远;因为蛮族尚可证明曾是诸多发明的学习者与传授者,而这些人却与通识教养和哲学疏离至深,以致连文字都不曾学习——尽管文字拥有如此巨大的力量,能使通晓并运用它的人不仅洞悉自己时代所发生的事,更能通晓历代以来的所有事件。
ἀλλʼ ὅμως σὺ καὶ τοὺς τῶν τοιούτων ἀμαθεῖς ὄντας ἐτόλμησας εἰπεῖν ὡς εὑρεταὶ τῶν καλλίστων ἐπιτηδευμάτων γεγόνασι, καὶ ταῦτʼ εἰδὼς ὅτι τοὺς παῖδας τοὺς ἑαυτῶν ἐθίζουσι περὶ τοιαύτας πραγματείας διατρίβειν, ἐξ ὧν ἐλπίζουσιν αὐτοὺς οὐκ εὐεργέτας γενήσεσθαι τῶν ἄλλων, ἀλλὰ κακῶς ποιεῖν μάλιστα δυνήσεσθαι τοὺς Ἕλληνας.
即便如此,你竟敢声称连对这些事物一窍不通的人也成了最美好生活规范的发明者,而且你明明深知他们惯于让自己的子弟沉湎于此类营生,企望他们由此而成的绝非他人的恩人,而是最有能力残害希腊人的人。
ἃς πάσας μὲν διεξιὼν πολὺν ὄχλον ἐμαυτῷ τʼ ἂν παράσχοιμι καὶ τοῖς ἀκούουσιν, μίαν δὲ μόνον εἰπών, ἣν ἀγαπῶσι καὶ περὶ ἣν μάλιστα σπουδάζουσιν, οἶμαι δηλώσειν ἅπαντα τὸν τρόπον αὐτῶν. ἐκεῖνοι γὰρ καθʼ ἑκάστην τὴν ἡμέραν εὐθὺς ἐξ εὐνῆς ἐκπέμπουσι τοὺς παῖδας, μεθʼ ὧν ἂν ἕκαστοι βουληθῶσι, λόγῳ μὲν ἐπὶ θήραν, ἔργῳ δʼ ἐπὶ κλωπείαν τῶν ἐν τοῖς ἀγροῖς κατοικούντων· ἐν ᾗ συμβαίνει τοὺς μὲν ληφθέντας ἀργύριον ἀποτίνειν καὶ πληγὰς λαμβάνειν, τοὺς δὲ πλεῖστα κακουργήσαντας καὶ λαθεῖν δυνηθέντας ἔν τε τοῖς παισὶν εὐδοκιμεῖν μᾶλλον τῶν ἄλλων, ἐπειδὰν δʼ εἰς ἄνδρας συντελῶσιν, ἢν ἐμμείνωσι τοῖς ἤθεσιν οἷς παῖδες ὄντες ἐμελέτησαν, ἐγγὺς εἶναι τῶν μεγίστων ἀρχῶν.
倘若将这些营生一一列举,必将给我自己和听者带来极大的烦扰;但只要提及其中一项他们钟爱且最为热衷的营生,我认为便足以揭示他们的全貌。因为他们每天一早从床榻上爬起,便打发子弟随各自中意之人外出,名义上是去狩猎,实际上却是去盗窃田野乡民的财物;在这一勾当里,被抓获者需赔付金钱并遭受鞭笞,而作恶最多且能逃避发觉者,在同伴中则享有高于他人的声誉,待其成年编入公民队伍后,若继续恪守少时所习练的品性,便可接近最高的官职。
καὶ ταύτης ἤν τις ἐπιδείξῃ παιδείαν μᾶλλον ἀγαπωμένην ἢ σπουδαιοτέραν παρʼ αὐτοῖς εἶναι νομιζομένην, ὁμολογῶ μηδὲν ἀληθὲς εἰρηκέναι μηδὲ περὶ ἑνὸς πώποτε πράγματος. καίτοι τί τῶν τοιούτων ἔργων καλόν ἐστιν ἢ σεμνόν, ἀλλʼ οὐκ αἰσχύνης ἄξιον; πῶς δʼ οὐκ ἀνοήτους χρὴ νομίζειν τοὺς ἐπαινοῦντας τοὺς τοσοῦτον τῶν νόμων τῶν κοινῶν ἐξεστηκότας καὶ μηδὲν τῶν αὐτῶν μήτε τοῖς Ἕλλησι μήτε τοῖς βαρβάροις γιγνώσκοντας;
倘若有人能指明他们当中存在比这更受喜爱、或被认为更受重视的教育,我愿承认自己平生未曾就任何一件事说过一句真话。然而,此类行径究竟有何高尚或尊严可言,难道不完全是奇耻大辱?对于那些如此背离人类普遍法则、与希腊人和蛮族皆无任何共同认知的人,去赞美他们的人,又怎能不被视作荒谬愚蠢呢?
- 206οὐκ ἔστιν ὅπως οὐ
双重否定构成的惯用表达(意为“不可能不……”、“必定……”)。否定词 οὐκ 与由 ὅπως οὐ 引导的从句搭配,后接直陈式动词 δόξεις,表示无可避免的必然性与确定性。
- 207τοὺς ἐνόχους ὄντας τούτοις, ὡς τῶν καλλίστων ἐπιτηδευμάτων ἡγεμόνες γεγόνασιν
前置预取结构(prolepsis)。从属从句(ὡς 从句)的逻辑主语 τοὺς ἐνόχους ὄντας τούτοις 被提前至连词之前,充当主句动词 λέγειν 的宾格宾语。逻辑语义为“说这些负有罪责之人成了最美好生活规范的引路人”。
