- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:196-204
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞颂了先辈击溃入侵者后所展现的节制与美德,并叙述了自己在原本准备结束全篇时召来一位亲斯巴达的学生审读,因其辩护斯巴达的制度而被迫展开驳斥的经过。
τούτους δʼ ἅπαντας οὓς διῆλθον,1 οὐ μετʼ ἀλλήλων εἰσβαλόντας οὐδὲ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀλλʼ ὡς οἵ τε καιροὶ καὶ τὸ συμφέρον ἑκάστοις καὶ τὸ βούλεσθαι συνέπιπτε, μάχῃ νικήσαντες καὶ τῆς ὕβρεως παύσαντες, οὐκ ἐξέστησαν αὑτῶν2 τηλικαῦτα διαπραξάμενοι τὸ μέγεθος, οὐδʼ ἔπαθον ταὐτὸ τοῖς διὰ μὲν τὸ καλῶς καὶ φρονίμως βουλεύσασθαι καὶ πλούτους μεγάλους καὶ δόξας καλὰς κτησαμένοις, διὰ δὲ τὰς ὑπερβολὰς τὰς τούτων ὑπερηφάνοις γενομένοις καὶ τὴν φρόνησιν διαφθαρεῖσι καὶ κατενεχθεῖσιν εἰς χείρω πράγματα καὶ ταπεινότερα τῶν πρότερον αὐτοῖς ὑπαρχόντων, ἀλλὰ πάντα τὰ τοιαῦτα διαφυγόντες ἐνέμειναν τοῖς ἤθεσιν οἷς εἶχον διὰ τὸ πολιτεύεσθαι καλῶς, μεῖζον φρονοῦντες ἐπὶ τῇ τῆς ψυχῆς ἕξει καὶ ταῖς διανοίαις ταῖς αὑτῶν ἢ ταῖς μάχαις ταῖς γεγενημέναις, καὶ μᾶλλον ὑπὸ τῶν ἄλλων θαυμαζόμενοι διὰ τὴν καρτερίαν ταύτην καὶ σωφροσύνην ἢ διὰ τὴν ἀνδρίαν τὴν ἐν τοῖς κινδύνοις αὐτοῖς παραγενομένην·
而在通过战斗击溃了我所列举的所有这些入侵者并遏制其骄横气焰之后——这些人并非彼此呼应、亦非在同一时期侵入,而是各自在时机、利害与意图相互吻合时进犯——我们的先辈尽管建立了如此巨大的功业,却并未丧失理智,也没有重蹈那些人的覆辙:那些人虽因良好而审慎的筹划获得了巨额财富与良好声誉,却因这些东西的过度充裕而变得狂妄自大,心智受到败坏,进而堕入比原先境况更加恶劣、更加低微的境地;相反,他们避开了所有此类灾祸,坚守着因优良治国而形成的品性,为自己心灵的操守与志向所感到的自豪,更甚于为所取得的胜战;而其余的人敬佩他们,也更多是因为这种坚忍与节制,胜过于因为他们在危险中所展现的勇武。
ἑώρων γὰρ πάντες τὴν μὲν εὐψυχίαν τὴν πολεμικὴν πολλοὺς ἔχοντας καὶ τῶν ταῖς κακουργίαις ὑπερβαλλόντων, τῆς δὲ χρησίμης ἐπὶ πᾶσι καὶ πάντας δυναμένης ὠφελεῖν οὐ κοινωνοῦντας τοὺς πονηρούς, ἀλλὰ μόνοις ἐγγιγνομένην τοῖς καλῶς γεγονόσι καὶ τεθραμμένοις καὶ πεπαιδευμένοις, ἅπερ προσῆν τοῖς τότε τὴν πόλιν διοικοῦσι καὶ τῶν εἰρημένων ἀγαθῶν ἁπάντων αἰτίοις καταστᾶσιν.
因为所有人都看到,战场上的骁勇即便在那些作恶多端之辈中也有许多人具备,但那种在一切处境中皆有用处且能造福所有人的德行,邪恶之徒却无从分享,它只会在那些出身优良、抚育有方且受过良好教育的人身上产生——这些品质正是当时治理城邦并成为上述一切福祉之肇始者的人所具备的。
τοὺς μὲν οὖν ἄλλους ὁρῶ περὶ τὰ μέγιστα τῶν ἔργων καὶ μάλιστα μνημονευθησόμενα τοὺς λόγους καταλύοντας, ἐγὼ δὲ σωφρονεῖν μὲν νομίζω τοὺς ταῦτα γιγνώσκοντας καὶ πράττοντας, οὐ μὴν συμβαίνει μοι ταὐτὸ ποιεῖν ἐκείνοις, ἀλλʼ ἔτι λέγειν ἀναγκάζομαι. τὴν δʼ αἰτίαν διʼ ἥν, ὀλίγον ὕστερον ἐρῶ, μικρὰ πάνυ προδιαλεχθείς.
固然,我看到其他人都在最伟大、最值得铭记的事迹周围结束自己的言论,我也认为持有这种见解并如此行事的人展现了节制;然而,我却未能如他们那样行事,反倒被迫继续讲下去。至于其中的缘由,容我稍作简短的前言之后,片刻再予详述。
ἐπηνώρθουν μὲν γὰρ τὸν λόγον τὸν μέχρι τῶν ἀναγνωσθέντων γεγραμμένον μετὰ μειρακίων τριῶν ἢ τεττάρων τῶν εἰθισμένων μοι συνδιατρίβειν· ἐπειδὴ δὲ διεξιοῦσιν ἡμῖν ἐδόκει καλῶς ἔχειν καὶ προσδεῖσθαι τελευτῆς μόνον, ἔδοξέ μοι μεταπέμψασθαί τινα τῶν ἐμοὶ μὲν πεπλησιακότων, ἐν ὀλιγαρχίᾳ δὲ πεπολιτευμένον, προῃρημένον δὲ Λακεδαιμονίους ἐπαινεῖν, ἵνʼ εἴ τι παρέλαθεν ἡμᾶς ψεῦδος εἰρημένον, ἐκεῖνος κατιδὼν δηλώσειεν ἡμῖν.
原来,我正与三四位常与我共处的青年一同修订写至方才朗读处的文稿;当我们通读后认为文稿已妥当、仅缺一个结尾时,我决定召来一位曾跟随我求学、但曾参与寡头政治并一贯主张赞美拉栖代梦人的人,以便倘若我们在言辞中有任何未加察觉的虚妄之处,他能看清并向我们指明。
ἐλθὼν δʼ ὁ κληθεὶς καὶ διαναγνοὺς τὸν λόγον ʽτὰ γὰρ μεταξὺ τί δεῖ λέγοντα διατρίβειν;ʼ, ἐδυσχέρανε μὲν ἐπʼ οὐδενὶ τῶν γεγραμμένων, ἐπῄνεσε δʼ ὡς δυνατὸν μάλιστα, καὶ διελέχθη περὶ ἑκάστου τῶν μερῶν παραπλησίως οἷς ἡμεῖς ἐγιγνώσκομεν· οὐ μὴν ἀλλὰ φανερὸς ἦν οὐχ ἡδέως ἔχων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις.
此人应召前来并读完了这篇言论——其间的琐事何须赘述耗时?——他对文稿中所写的任何内容都未加抱怨,反而竭尽全力予以赞美,对各个部分的评价也与我们的看法相差无几;然而,显而易见的是,他对关于拉栖代梦人的论述感到十分不悦。
ἐδήλωσε δὲ διὰ ταχέων· ἐτόλμησε γὰρ εἰπεῖν ὡς εἰ καὶ μηδὲν ἄλλο πεποιήκασι τοὺς Ἕλληνας ἀγαθόν, ἀλλʼ οὖν ἐκεῖνό γε δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιεν, ὅτι τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων εὑρόντες αὐτοί τε χρῶνται καὶ τοῖς ἄλλοις κατέδειξαν.
他很快就表明了这一点:他竟敢宣称,即便拉栖代梦人没有为希腊人带来任何其他益处,所有人也理当仅凭这一点向他们表达感激,那就是他们发现并亲自实践了最美好的生活规范,并向其余的人作出了示范。
τοῦτο δὲ ῥηθὲν οὕτω βραχὺ καὶ μικρὸν αἴτιον ἐγένετο τοῦ μήτε καταλῦσαί με τὸν λόγον ἐφʼ ὧν ἐβουλήθην, ὑπολαβεῖν θʼ ὡς αἰσχρὸν ποιήσω3 καὶ δεινόν, εἰ παρὼν περιόψομαί τινα τῶν ἐμοὶ πεπλησιακότων πονηροῖς λόγοις χρώμενον. ταῦτα δὲ διανοηθεὶς ἠρόμην αὐτὸν εἰ μηδὲν φροντίζει τῶν παρόντων, μηδʼ αἰσχύνεται λόγον εἰρηκὼς ἀσεβῆ καὶ ψευδῆ καὶ πολλῶν ἐναντιώσεων μεστόν.
这番虽简短微不足道的言论,成了既阻碍我在原本意图之处结束言论、又使我认为如果亲临现场却听任跟随过自己的人使用拙劣论调将是卑鄙而恶劣之举的原因。思及此处,我便问他是否对在场之人毫不顾及,在发表了如此不虔、虚假且充满重重矛盾的言论后难道不觉羞愧。
“γνώσει δʼ ὡς ἔστι τοιοῦτος, ἢν ἐρωτήσῃς τινὰς τῶν εὖ φρονούντων ποῖα τῶν ἐπιτηδευμάτων κάλλιστα νομίζουσιν εἶναι, καὶ μετὰ ταῦτα πόσος χρόνος ἐστὶν ἐξ οὗ Σπαρτιᾶται τυγχάνουσιν ἐν Πελοποννήσῳ κατοικοῦντες. οὐδεὶς γὰρ ὅστις οὐ τῶν μὲν ἐπιτηδευμάτων προκρινεῖ4 τὴν εὐσέβειαν τὴν περὶ τοὺς θεοὺς καὶ τὴν δικαιοσύνην τὴν περὶ τοὺς ἀνθρώπους καὶ τὴν φρόνησιν τὴν περὶ τὰς ἄλλας πράξεις, Σπαρτιάτας δʼ ἐνταῦθα κατοικεῖν οὐ πλείω φήσουσιν ἐτῶν ἑπτακοσίων.
“只要你询问任何明智之人,他们认为哪些生活规范最为美好,接着再问他们斯巴达人在伯罗奔尼撒定居以来已经历了多少时光,你就会明白这番言论正是如此。因为绝不会有人不把对神明的虔敬、对人类的正义以及在其他事务中的明智推崇为最佳规范,而对于斯巴达人在此定居的年代,他们定会说不超过七百年。”
- 196τούτους δʼ ἅπαντας οὓς διῆλθον
句首的宾格短语 τούτους δʼ ἅπαντας 带有定语从句 οὓς διῆλθον。在句法上,它并非后文不及物主动词 οὐκ ἐξέστησαν 的宾语,而是从属分词短语 μάχῃ νικήσαντες καὶ τῆς ὕβρεως παύσαντες 的宾语。此处的倒装前置(hyperbaton)将先辈征服的敌手提前至句首以示强调。
- 196οὐκ ἐξέστησαν αὑτῶν
这是由不及物第二不定过去时 ἐξέστησαν 与反身代词属格 αὑτῶν(夺格/分离属格)结合构成的习语,字面意为“未脱离自身”,即“未丧失理智/未狂妄自失”。
- 203αἴτιον ἐγένετο τοῦ μήτε καταλῦσαί με τὸν λόγον ἐφʼ ὧν ἐβουλήθην, ὑπολαβεῖν θʼ ὡς αἰσχρὸν ποιήσω
短语 αἴτιον ἐγένετο(成为……的原因)统辖由冠词属格 τοῦ 引导的两个并列不定式(τοῦ μήτε καταλῦσαι... ὑπολαβεῖν θʼ)。宾格代词 με 充当这两个不定式的共同逻辑主语。
- 204οὐδεὶς γὰρ ὅστις οὐ τῶν μὲν ἐπιτηδευμάτων προκρινεῖ
惯用双重否定短语 οὐδεὶς ὅστις οὐ(“没有人不……/所有人都会……”)。关系从句中的将来时动词 προκρινεῖ 支配并列的宾格(τὴν εὐσέβειαν, τὴν δικαιοσύνην, τὴν φρόνησιν),而 τῶν ἐπιτηδευμάτων 则作前缀 προ- 所隐含比较意味的部分属格。
