← 伊索克拉底

泛雅典娜节演说

§187-195

虽败犹荣的义举与雅典早期击退外敌

伊索克拉底以温泉关之役为例论证了虽败犹荣的正义之举,对比了斯巴达的贪婪霸占与雅典对全希腊赞誉的追求,并开始详述雅典在王政时代所击退的多次异族与外邦入侵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§187

ἔχοιμι δʼ ἂν τῷ λόγῳ τούτῳ χρήσασθαι καὶ περὶ τῆς συμφορᾶς τῆς Σπαρτιάταις ἐν Θερμοπύλαις γενομένης, ἣν ἅπαντες ὅσοι περ ἀκηκόασιν ἐπαινοῦσι καὶ θαυμάζουσι μᾶλλον ἢ τὰς μάχας καὶ τὰς νίκας τὰς κρατησάσας μὲν τῶν ἐναντίων, πρὸς οὓς δʼ οὐκ ἐχρῆν γεγενημένας· ἃς εὐλογεῖν τινες τολμῶσι, κακῶς εἰδότες ὡς οὐδὲν οὔθʼ ὅσιον οὔτε καλόν ἐστι τῶν μὴ μετὰ δικαιοσύνης καὶ λεγομένων καὶ πραττομένων.

我也完全可以将这番论述用于斯巴达人在温泉关所遭受的灾难上。凡是听说过这场灾难的人,无不赞叹敬佩它,远甚于赞叹那些虽击溃了对手、却指向不该攻打之人的战役与胜利;有些人竟敢称颂这些战役,却浑然不知,凡非出于正义的言行,没有一样是虔敬或崇高的。

§188

ὧν Σπαρτιάταις μὲν οὐδὲν πώποτʼ ἐμέλησεν· βλέπουσι γὰρ εἰς οὐδὲν ἄλλο πλὴν ὅπως ὡς πλεῖστα τῶν ἀλλοτρίων κατασχήσουσιν· οἱ δʼ ἡμέτεροι περὶ οὐδὲν οὕτω τῶν ὄντων ἐσπούδαζον ὡς τὸ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν· ἡγοῦντο γὰρ οὐδεμίαν ἂν γενέσθαι κρίσιν οὔτʼ ἀληθεστέραν οὔτε δικαιοτέραν τῆς ὑπὸ παντὸς τοῦ γένους γνωσθείσης.

斯巴达人从未将这些放在心上,因为他们除了如何尽可能多地霸占他人的产业之外,心无旁骛;而我们的先辈对于世间万事,最为热切追求的莫过于在希腊人中赢得美名,因为他们认为,再没有比全民族所作出的裁决更真实、更公正的判断了。

§189

δῆλοι δʼ ἦσαν οὕτως ἔχοντες ἔν τε τοῖς ἄλλοις οἷς διῴκουν τὴν πόλιν, καὶ τοῖς μεγίστοις τῶν πραγμάτων. τριῶν γὰρ πολέμων γενομένων ἄνευ τοῦ Τρωικοῦ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους, ἐν ἅπασι τούτοις πρωτεύουσαν αὐτὴν παρέσχον. ὧν εἷς μὲν ἦν ὁ πρὸς Ξέρξην, ἐν ᾧ πλέον διήνεγκαν Λακεδαιμονίων ἐν ἅπασι τοῖς κινδύνοις ἢ ʼκεῖνοι τῶν ἄλλων, δεύτερος δʼ ὁ περὶ τὴν κτίσιν τῶν ἀποικιῶν, εἰς ὃν Δωριέων μὲν οὐδεὶς ἦλθε συμπολεμήσων, ἡ δὲ πόλις ἡμῶν ἡγεμὼν καταστᾶσα τῶν οὐκ εὐπορούντων καὶ τῶν ἄλλων τῶν βουλομένων τοσοῦτον τὰ πράγματα μετέστησεν, ὥστʼ εἰθισμένων τῶν βαρβάρων τὸν ἄλλον χρόνον τὰς μεγίστας πόλεις τῶν Ἑλληνίδων καταλαμβάνειν ἐποίησε τοὺς Ἕλληνας, ἃ πρότερον ἔπασχον, ταῦτα δύνασθαι ποιεῖν.

无论在治理城邦的其他政务上,还是在最为重大的事迹中,他们都显然持有这种态度。因为除了特洛伊战争之外,在希腊人与异族人之间爆发的三次战争中,他们使自己的城邦在所有这些战争中都名列首位。其中之一是抗击薛西斯的战争,在所有的艰险之中,他们超越拉栖代梦人的程度,更甚于拉栖代梦人超越其余希腊人;第二次是围绕建立殖民地的战争,在这次战争中多利斯人无一人前来参战,而我们的城邦挺身而出,成为贫困者以及其他所有自愿参与者的领袖,从而彻底扭转了局势:以往历来都是异族人惯于侵占希腊最大的城邦,而我邦却使希腊人能够反过来对异族人施行他们以往所遭受的行径。

§191

περὶ μὲν οὖν τοῖν δυοῖν πολέμοιν ἐν τοῖς ἔμπροσθεν ἱκανῶς εἰρήκαμεν, περὶ δὲ τοῦ τρίτου ποιήσομαι τοὺς λόγους, ὃς ἐγένετο τῶν μὲν Ἑλληνίδων πόλεων ἄρτι κατῳκισμένων, τῆς δʼ ἡμετέρας ἔτι βασιλευομένης. ἐφʼ ὧν καὶ πόλεμοι πλεῖστοι καὶ κίνδυνοι μέγιστοι συνέπεσον, οὓς ἅπαντας μὲν οὔθʼ εὑρεῖν οὔτʼ εἰπεῖν ἂν δυνηθείην, παραλιπὼν δὲ τὸν πλεῖστον ὄχλον τῶν ἐν ἐκείνῳ μὲν τῷ χρόνῳ πραχθέντων ῥηθῆναι δὲ νῦν οὐ κατεπειγόντων, ὡς ἂν δύνωμαι συντομώτατα πειράσομαι δηλῶσαι τούς τʼ ἐπιστρατεύσαντας τῇ πόλει καὶ τὰς μάχας τὰς ἀξίας μνημονευθῆναι καὶ ῥηθῆναι καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἔτι δὲ τὰς προφάσεις ἃς ἔλεγον, καὶ τὴν δύναμιν τῶν γενῶν τῶν συνακολουθησάντων αὐτοῖς· ἱκανὰ γὰρ ἔσται ταῦτʼ εἰπεῖν πρὸς οἷς περὶ τῶν ἐναντίων εἰρήκαμεν.

关于这两次战争,在前文中我们已谈得十分充分,接下来我将论述第三次战争。这次战争发生在希腊诸城邦刚刚建立、而我们的城邦仍处于王政统治之下的时代。在那些岁月里,接连爆发了最多的战争和最大的危难,要将它们全部查明并详述殆尽,是我力所不及的;因此,我略去那个时代所发生、但眼下并不迫切需要讲述的大量琐事,尽我所能简明扼要地阐述进犯我邦的敌人、值得铭记和述说的战役及其将领,以及他们所宣称的借口和随从他们的各部族的力量;因为加上我们对对手所说过的那些话,述及这些便足够了。

§193

Θρᾷκες μὲν γὰρ μετʼ Εὐμόλπου τοῦ Ποσειδῶνος εἰσέβαλον εἰς τὴν χώραν ἡμῶν, ὃς ἠμφισβήτησεν Ἐρεχθεῖ τῆς πόλεως, φάσκων Ποσειδῶ πρότερον Ἀθηνᾶς καταλαβεῖν αὐτήν· Σκύθαι δὲ μετʼ Ἀμαζόνων τῶν ἐξ Ἄρεως γενομένων, αἳ τὴν στρατείαν ἐφʼ Ἱππολύτην ἐποιήσαντο, τὴν τούς τε νόμους παραβᾶσαν τοὺς παρʼ αὐταῖς κειμένους, ἐρασθεῖσάν τε Θησέως καὶ συνακολουθήσασαν ἐκεῖθεν καὶ συνοικήσασαν αὐτῷ· Πελοποννήσιοι δὲ μετʼ Εὐρυσθέως, ὃς Ἡρακλεῖ μὲν οὐκ ἔδωκε δίκην ὧν ἡμάρτανεν εἰς αὐτόν, στρατεύσας δʼ ἐπὶ τοὺς ἡμετέρους προγόνους ὡς ἐκληψόμενος βίᾳ τοὺς ἐκείνου παῖδας, παρʼ ἡμῖν γὰρ ἦσαν καταπεφευγότες, ἔπαθεν ἃ προσῆκεν αὐτόν. τοσούτου γὰρ ἐδέησε κύριος γενέσθαι τῶν ἱκετῶν, ὥστε1 ἡττηθεὶς μάχῃ καὶ ζωγρηθεὶς ὑπὸ τῶν ἡμετέρων, αὐτὸς ἱκέτης γενόμενος τούτων οὓς ἐξαιτῶν ἦλθε, τὸν βίον ἐτελεύτησεν.

因为色雷斯人同波塞冬之子欧摩尔波斯一起侵入了我们的国土,欧摩尔波斯就城邦的归属同厄瑞克透斯发生争执,声称波塞冬早于雅典娜占领了这座城邦;而斯基泰人则同阿瑞斯的后代亚马逊人一同来犯,这些女战士针对希波吕忒发动了远征,因为她违背了她们固有的法令,倾心于忒修斯,并跟随他离开故土与他同居;伯罗奔尼撒人则随欧律斯透斯一同进犯,欧律斯透斯虽未曾就自己对赫拉克勒斯所犯下的罪过向他偿罪,却在为了强行带走赫拉克勒斯的子女(因他们已逃到我们这里避难)而向我们的先祖兴兵之后,落得了应有的下场。他不但没能主宰这些求庇护者,反而战败并被我们的先辈生擒,最终沦为了他前来索要的那些人的求庇护者,就这样了结了残生。

§195

μετὰ δὲ τοῦτον οἱ πεμφθέντες ὑπὸ Δαρείου τὴν Ἑλλάδα πορθήσοντες, ἀποβάντες εἰς Μαραθῶνα, πλείοσι κακοῖς καὶ μείζοσι συμφοραῖς περιπεσόντες ὧν ἤλπισαν τὴν πόλιν ἡμῶν ποιήσειν,2 ᾤχοντο φεύγοντες ἐξ ἁπάσης τῆς Ἑλλάδος.

在他之后,由大流士派遣前来劫掠希腊的军队在马拉松登陆,他们所陷入的灾祸与惨败,远比他们期望加之于我们城邦的更为深重,最终仓皇逃离了整个希腊。

语法注2 条
  1. 194τοσούτου γὰρ ἐδέησε κύριος γενέσθαι τῶν ἱκετῶν, ὥστε

    此处使用了惯用句型“τοσούτου δεῖ / ἐδέησε + 不定词 + ὥστε”(不但没有……,反而……)。属格 τοσούτου 由表示欠缺的动词 ἐδέησε 支配,字面意思为“他距离成为求庇护者的主人竟差了如此之多,以至于……”。

  2. 195ὧν ἤλπισαν τὴν πόλιν ἡμῶν ποιήσειν

    关系代词 ὧν 是由作 ποιήσειν 宾语的宾格 ἅ 受比较级结构中省略的先行词影响而被吸引为属格。此外,不定词 ποιήσειν 构成了双宾格结构(接受动作的对象 τὴν πόλιν ἡμῶν 与表示行为内容的代词 ἅ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:187-195