- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:179-186
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者揭露了斯巴达人剥夺同族平民的土地与自由、令其承担前线死险并遭监察官任意处决的不义行径,进而批判了盲目颂扬非正义胜利与武力征服的观念。
ταῦτα δὲ πράξαντας τῆς χώρας, ἧς προσῆκεν ἴσον ἔχειν ἕκαστον, αὐτοὺς μὲν λαβεῖν1 ὀλίγους ὄντας οὐ μόνον τὴν ἀρίστην, ἀλλὰ καὶ τοσαύτην ὅσην οὐδένες τῶν Ἑλλήνων ἔχουσι, τῷ δὲ πλήθει τηλικοῦτον ἀπονεῖμαι μέρος τῆς χειρίστης ὥστʼ ἐπιπόνως ἐργαζομένους μόλις ἔχειν τὸ καθʼ ἡμέραν· μετὰ δὲ ταῦτα διελόντας τὸ πλῆθος αὐτῶν ὡς οἷόν τʼ ἦν εἰς ἐλαχίστους εἰς τόπους κατοικίσαι μικροὺς καὶ πολλούς,2 ὀνόμασι μὲν προσαγορευομένους ὡς πόλεις οἰκοῦντας, τὴν δὲ δύναμιν ἔχοντας ἐλάττω τῶν δήμων τῶν παρʼ ἡμῖν·
据说,他们在做出这些举动之后,本该由每人均分其土地,他们自身虽人数寥寥,却不仅占据了最肥沃的土地,而且其广袤程度在希腊人中首屈一指;相反,他们分配给平民大众的最劣土地是如此菲薄,以至于平民即便辛劳耕作,也仅能勉强维持温饱。在此之后,他们将平民大众拆分成尽可能细小的群体,安置在众多狭小的地方,名义上称作定居于城邦,其实际力量却还不如我们这里的各个村区。
ἁπάντων δʼ ἀποστερήσαντας αὐτοὺς ὧν προσήκει μετέχειν τοὺς ἐλευθέρους, τοὺς πλείστους ἐπιθεῖναι τῶν κινδύνων αὐτοῖς· ἔν τε γὰρ ταῖς στρατείαις, αἷς ἡγεῖται βασιλεύς, κατʼ ἄνδρα συμπαρατάττεσθαι σφίσιν αὐτοῖς, ἐνίους δὲ καὶ τῆς πρώτης τάττειν,3 ἐάν τέ που δεῆσαν αὐτοὺς ἐκπέμψαι βοήθειαν φοβηθῶσιν ἢ τοὺς πόνους ἢ τοὺς κινδύνους ἢ τὸ πλῆθος τοῦ χρόνου, τούτους ἀποστέλλειν προκινδυνεύσοντας τῶν ἄλλων.
他们从平民大众那里剥夺了自由人理应享有的一切权利,却将绝大部分危险强加于他们。因为在由国王统帅的征战中,他们让平民与自己逐人并肩列阵,甚至将其中一部分人安置在最前列;如果有时因需要派出援军,而斯巴达人自己畏惧劳苦、危险或时间的漫长,他们便派遣这些人去替其他人率先冒死涉险。
καὶ τί δεῖ μακρολογεῖν ἁπάσας διεξιόντα τὰς ὕβρεις τὰς περὶ τὸ πλῆθος γιγνομένας, ἀλλὰ μὴ τὸ μέγιστον εἰπόντα τῶν κακῶν ἀπαλλαγῆναι τῶν ἄλλων; τῶν γὰρ οὕτω μὲν ἐξ ἀρχῆς δεινὰ πεπονθότων, ἐν δὲ τοῖς παροῦσι καιροῖς χρησίμων ὄντων, ἔξεστι τοῖς ἐφόροις ἀκρίτους ἀποκτεῖναι τοσούτους ὁπόσους ἂν βουληθῶσιν· ἃ τοῖς ἄλλοις Ἕλλησιν οὐδὲ τοὺς πονηροτάτους τῶν οἰκετῶν ὅσιόν ἐστι μιαιφονεῖν.4
然而,何必详述对平民大众所施加的一切凌辱而长篇大论呢?难道不该道出其中最大的一桩罪恶而略去其余吗?因为这些从一开始便遭受如此严酷对待、而在如今危急关头又极有用处的人,监察官们竟可以不经审判,想处死其中多少人便处死多少人;而这类杀戮,在其他希腊人看来,纵使施加于最恶劣的家奴身上也是不合神意的。
τούτου δʼ ἕνεκα περὶ τῆς οἰκειότητος καὶ τῶν ἡμαρτημένων εἰς αὐτοὺς διὰ πλειόνων διῆλθον, ἵνʼ ἔρωμαι τοὺς ἀποδεχομένους ἁπάσας τὰς Σπαρτιατῶν πράξεις, εἰ καὶ ταύτας ἀποδέχονται, καὶ τὰς μάχας εὐσεβεῖς εἶναι νομίζουσι καὶ καλὰς τὰς πρὸς τούτους γεγενημένας.
我之所以较为详尽地陈述他们之间的同族关联以及对平民所犯下的罪过,就是为了质问那些赞同斯巴达人一切作为的人:他们是否也赞同这些行径,并且认为针对这些同胞所进行的战斗也是虔敬而崇高的?
ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλας μὲν αὐτὰς γεγενῆσθαι καὶ δεινὰς καὶ πολλῶν αἰτίας τοῖς μὲν ἡττηθεῖσι κακῶν τοῖς δὲ κατορθώσασι λημμάτων, ὧνπερ ἕνεκα πολεμοῦντες ἅπαντα τὸν χρόνον διατελοῦσιν, οὐ μὴν ὁσίας οὐδὲ καλὰς οὐδὲ πρεπούσας τοῖς ἀρετῆς ἀντιποιουμένοις, μὴ τῆς ἐπὶ τῶν τεχνῶν ὀνομαζομένης καὶ πολλῶν ἄλλων, ἀλλὰ τῆς τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνδρῶν ἐν ταῖς ψυχαῖς μετʼ εὐσεβείας καὶ δικαιοσύνης ἐγγιγνομένης, περὶ ἧς ἅπας ὁ λόγος ἐστίν.
在我看来,那些战斗确实规模宏大而残酷惊人,给战败者带来了无数灾难,给成功者带来了丰厚的斩获——他们终生不断发动战争正是为了这等收益;然而,那些战斗绝非虔敬,亦非崇高,更不配属于那些自命拥有德性的人。这里所说的德性,并非技艺及许多其他事物上所称的德性,而是与虔敬和正义相伴、在优秀高尚之士的心灵中生出的德性,整个这篇演说所论述的正是此种德性。
ἧς ὀλιγωροῦντές τινες ἐγκωμιάζουσι τοὺς πλείω τῶν ἄλλων ἡμαρτηκότας, καὶ οὐκ αἰσθάνονται τὰς διανοίας ἐπιδεικνύντες τὰς σφετέρας αὐτῶν, ὅτι κἀκείνους ἂν ἐπαινέσειαν, τοὺς πλείω μὲν κεκτημένους τῶν ἱκανῶν, ἀποκτεῖναι δʼ ἂν τολμήσαντας τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν καὶ τοὺς ἑταίρους καὶ τοὺς κοινωνοὺς ὥστε καὶ τἀκείνων λαβεῖν· ὅμοια γὰρ τὰ τοιαῦτα τῶν ἔργων ἐστὶ τοῖς ὑπὸ Σπαρτιατῶν πεπραγμένοις, ἃ τοὺς ἀποδεχομένους ἀναγκαῖόν ἐστι καὶ περὶ τῶν εἰρημένων ἄρτι τὴν αὐτὴν ἔχειν γνώμην.
某些人蔑视这种德性,反而歌颂那些比旁人犯下更多罪恶的人,他们未曾察觉自己正暴露出内心的真实想法:他们想必也会称赞那些已拥有远超充裕财富、却敢于杀害自己的兄弟、同伴和合伙人以夺取其家财的人。因为这类行径与斯巴达人所犯下的罪行如出一辙,赞同后者的人必然也对刚才所说的这等人持有相同的看法。
θαυμάζω δʼ εἴ τινες τὰς μάχας καὶ τὰς νίκας τὰς παρὰ τὸ δίκαιον γιγνομένας μὴ νομίζουσιν5 αἰσχίους εἶναι καὶ πλειόνων ὀνειδῶν μεστὰς ἢ τὰς ἥττας τὰς ἄνευ κακίας συμβαινούσας, καὶ τοῦτʼ εἰδότες ὅτι μεγάλαι δυνάμεις πονηραὶ δὲ πολλάκις γίγνονται κρείττους ἀνδρῶν σπουδαίων καὶ κινδυνεύειν ὑπὲρ τῆς πατρίδος αἱρουμένων.
令我感到惊异的是,竟有人不认为违背正义所取得的战斗和胜利,比起毫无过错而遭受的失败更加可耻、更充满耻辱,尤其是在他们深知庞大却邪恶的力量往往会战胜那些选择为祖国冒险的高尚志士的情况下。
οὓς πολὺ ἂν δικαιότερον ἐπαινοῖμεν ἢ τοὺς περὶ τῶν ἀλλοτρίων ἑτοίμως ἀποθνήσκειν ἐθέλοντας καὶ τοῖς ξενικοῖς στρατεύμασιν ὁμοίους ὄντας· ταῦτα μὲν γάρ ἐστιν ἔργα πονηρῶν ἀνθρώπων, τὸ δὲ τοὺς χρηστοὺς ἐνίοτε χεῖρον ἀγωνίζεσθαι τῶν ἀδικεῖν βουλομένων θεῶν ἄν τις ἀμέλειαν εἶναι φήσειεν.
比起那些为他人的利益而甘愿随时赴死、形同雇佣兵团的人,我们理当更为正当地称赞这些志士。因为前一种作为乃是恶劣之人的行径;而善良之人有时在抗争中败给意欲作恶之人,人们或许会说,这乃是出于神明的疏忽。
- 179ταῦτα δὲ πράξαντας... αὐτοὺς μὲν λαβεῖν
承接前一段落末尾由间接引语动词 φασίν(人们说)所统辖的带不定式分词与宾语从句结构(A.c.I.)。分词 πράξαντας 与作为主语的宾格代词 αὐτούς 均指斯巴达统治阶层这一逻辑主语。
- 179διελόντας τὸ πλῆθος αὐτῶν ὡς οἷόν τʼ ἦν εἰς ἐλαχίστους εἰς τόπους κατοικίσαι μικροὺς καὶ πολλούς
介词短语 εἰς ἐλαχίστους 修饰分词 διελόντας(意为“分成尽可能细小的群体”),而其后的 εἰς τόπους μικροὺς καὶ πολλούς 则修饰不定式 κατοικίσαι(意为“安置于诸多狭小之所”)。理清这两个 εἰς 短语各自的修饰对象是把握该句骨架的关键。
- 180ἐνίους δὲ καὶ τῆς πρώτης τάττειν
阴性属格单数 τῆς πρώτης 省略了 τάξεως(行列)或 γραμμῆς(战线),作表示战斗序列位置的部分属格或方位属格,意为“甚至将其中一部分人安置在最前列”。
- 181ἃ τοῖς ἄλλοις Ἕλλησιν οὐδὲ τοὺς πονηροτάτους τῶν οἰκετῶν ὅσιόν ἐστι μιαιφονεῖν
关系代词 ἅ 指代前文监察官任意处决(ἀποκτεῖναι)的行径,充当 μιαιφονεῖν 的同源宾格或内在宾语。在无人称结构 ὅσιόν ἐστι(合乎法度/神意)中,与格 τοῖς ἄλλοις Ἕλλησιν 表示判断者或基准,οὐδὲ τοὺς πονηροτάτους 则作不定式 μιαιφονεῖν 的直接宾语。
- 185θαυμάζω δʼ εἴ τινες... μὴ νομίζουσιν
在表达情感的动词 θαυμάζω 之后,由 εἰ 引导的条件从句表达对现实的惊异与愤慨(“竟有人……对此我感到惊奇”)。否定词 μή 虽源于条件句的语法要求,但动词 νομίζουσιν 采用现在直陈式,表明作者确实假定现实中存在这样的人。
