- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:10-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者自陈因缺乏嗓音与魄力而无法立足实际政界,遂转入探求全希腊重大议题的著作事业;他指责大众重用追逐私利的演说家却嫉妒自己,并严厉揭露那些窃用且任意篡改其作品的剽窃修辞家之卑劣品行。
οὕτω γὰρ ἐνδεὴς ἀμφοτέρων ἐγενόμην τῶν μεγίστην δύναμιν ἐχόντων παρʼ ἡμῖν, φωνῆς ἱκανῆς καὶ τόλμης, ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν πολιτῶν· ὧν οἱ μὴ τυχόντες ἀτιμότεροι περιέρχονται πρὸς τὸ δοκεῖν ἄξιοί τινος εἶναι τῶν ὀφειλόντων τῷ δημοσίῳ·1 τοῖς μὲν γὰρ ἐκτίσειν τὸ καταγνωσθὲν ἐλπίδες ὕπεισιν, οἱ δʼ οὐδέποτʼ ἂν τὴν φύσιν μεταβάλοιεν.
事实上,在我们当中最具威力的两项资质——充沛的声音与非凡的胆量上,我的匮乏程度可以说是城邦中无人能及的。未能获得这些的人,在被视作有价值之人方面,四处游走时所受的贬抑甚至甚于国库的负债者;因为对于后者,尚存偿清所判罚金的希望,而前者却永远无法改变自身的本性天资。
οὐ μὴν ἐπὶ τούτοις ἀθυμήσας περιεῖδον ἐμαυτὸν ἄδοξον οὐδʼ ἀφανῆ παντάπασι γενόμενον, ἀλλʼ ἐπειδὴ τοῦ πολιτεύεσθαι διήμαρτον, ἐπὶ τὸ φιλοσοφεῖν καὶ πονεῖν καὶ γράφειν ἃ διανοηθείην κατέφυγον, οὐ περὶ μικρῶν τὴν προαίρεσιν ποιούμενος οὐδὲ περὶ τῶν ἰδίων συμβολαίων οὐδὲ περὶ ὧν ἄλλοι τινὲς ληροῦσιν, ἀλλὰ περὶ τῶν Ἐλληνικῶν καὶ βασιλικῶν καὶ πολιτικῶν πραγμάτων, διʼ ἃ προσήκειν ᾠόμην μοι τοσούτῳ μᾶλλον τιμᾶσθαι τῶν ἐπὶ τὸ βῆμα παριόντων, ὅσῳ περ περὶ μειζόνων καὶ καλλιόνων ἢ κεῖνοι τοὺς λόγους ἐποιούμην. ὧν οὐδὲν ἡμῖν ἀποβέβηκεν.
然而,我并未因这些逆境而灰心丧气,放任自己变得毫无声誉或彻底默默无闻;相反,既然我无法从事实际政治,我便转而寄身于从事哲学、辛劳钻研以及笔录我所构思的见解。我所选择的议题并非细枝末节,亦非私人契约,更非某些人所闲扯的琐事,而是关乎全希腊的事务、君王的行迹以及城邦的根本大事。正因如此,我认为自己理应比那些登上演讲台的人享有更高的尊荣,其尊荣的程度,恰如我比他们论述了更为重大且更为美好的主题。然而,这一切期待并未在我们身上成为现实。
καίτοι πάντες ἴσασι τῶν μὲν ῥητόρων τοὺς πολλοὺς οὐχ ὑπὲρ τῶν τῇ πόλει συμφερόντων, ἀλλʼ ὑπὲρ ὧν αὐτοὶ λήψεσθαι προσδοκῶσι, δημηγορεῖν τολμῶντας, ἐμὲ δὲ καὶ τοὺς ἐμοὺς οὐ μόνον τῶν κοινῶν ἀπεχομένους μᾶλλον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν ἰδίων εἰς τὰς τῆς πόλεως χρείας ὑπὲρ τὴν δύναμιν τὴν ἡμετέραν αὐτῶν δαπανωμένους,2 ἔτι δὲ τοὺς μὲν ἢ λοιδορουμένους ἐν ταῖς ἐκκλησίαις περὶ μεσεγγυήματος σφίσιν αὐτοῖς ἢ λυμαινομένους τοὺς συμμάχους ἢ τῶν ἄλλων ὃν ἂν τύχωσι συκοφαντοῦντας, ἐμὲ δὲ τῶν λόγων ἡγεμόνα τούτων γεγενημένον, τῶν παρακαλούντων τοὺς Ἕλληνας ἐπί τε τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους καὶ τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους, καὶ τῶν συμβουλευόντων ἀποικίαν ἐκπέμπειν κοινῇ πάντας ἡμᾶς ἐπὶ τοσαύτην χώραν καὶ τοιαύτην, περὶ ἧς ὅσοι περ ἀκηκόασιν ὁμολογοῦσιν ἡμᾶς τε, εἰ σωφρονήσαιμεν καὶ παυσαίμεθα τῆς πρὸς ἀλλήλους μανίας, ταχέως ἂν ἄνευ πόνων καὶ κινδύνων κατασχεῖν αὐτήν, ἐκείνην τε ῥᾳδίως ἂν ἅπαντας δέξασθαι τοὺς ἐνδεεῖς ἡμῶν ὄντας τῶν ἐπιτηδείων· ὧν πράξεις, εἰ πάντες συνελθόντες ζητοῖεν, οὐδέποτʼ ἂν εὕροιεν καλλίους οὐδὲ μείζους οὐδὲ μᾶλλον ἅπασιν ἡμῖν συμφερούσας.
尽管人人都知晓,多数演说家竟敢公开发表演说,并非为了城邦的利益,而是为了他们自己指望捞取的好处;与此相反,我和我的门生不仅比常人更加远离公帑,甚至为了城邦的需求,超出我们自身的承受能力耗费私产;此外,他们要么在公民大会上为了相互之间的保释担保而彼此辱骂,要么残害同盟者,要么对碰巧遇到的任何人罗织诬告;而我则成为了倡导希腊人相互和睦并共同远征蛮族的言论的先导,并成为了劝告我们大家共同派遣殖民队前往那样一片辽阔而丰饶之土地的言论的倡导者。凡是听闻过那片土地的人都承认,只要我们秉持理智、止息相互间的疯狂争斗,便能毫无辛劳与危险地迅速占领它,而它亦能轻而易举地接纳我们当中一切匮乏生活物资的人。假若所有人集合起来苦苦寻觅,也绝不可能找到比这些更为崇高、更为重大或对我们全体更为有利的伟业。
ἀλλʼ ὅμως οὕτω πολὺ τῇ διανοίᾳ διεστώτων ἡμῶν, καὶ τοσούτῳ σπουδαιοτέραν ἐμοῦ πεποιημένου τὴν αἵρεσιν, οὐ δικαίως οἱ πολλοὶ περὶ ἡμῶν ὑπειλήφασιν, ἀλλὰ ταραχωδῶς καὶ παντάπασιν ἀλογίστως. τῶν μὲν γὰρ ῥητόρων τὸν τρόπον ψέγοντες προστάτας αὐτοὺς τῆς πόλεως ποιοῦνται καὶ κυρίους ἁπάντων καθιστᾶσιν, ἐμοῦ δὲ τοὺς λόγους ἐπαινοῦντες αὐτῷ μοι φθονοῦσι, διʼ οὐδὲν ἕτερον ἢ διὰ τούτους οὓς ἀποδεχόμενοι τυγχάνουσιν· οὕτως ἀτυχῶς φέρομαι παρʼ αὐτοῖς.
然而,尽管我们彼此的心志志向悬殊如此之大,且我所作的抉择比他们严肃得多,大众对我们的评判却极不公正,反而纷乱无序且完全不合事理。因为他们一方面抨击演说家的人品,一方面却奉他们为城邦的领袖并将一切大权托付于他们;而对于我,他们赞扬我的言论,却对我本人心怀嫉恨,其缘由恰恰仅仅在于他们所赞赏的这些言论。我在他们之中承受着如此不幸的待遇。
καὶ τί δεῖ θαυμάζειν τῶν πρὸς ἁπάσας τὰς ὑπεροχὰς οὕτω διακεῖσθαι πεφυκότων, ὅπου καὶ τῶν οἰομένων διαφέρειν καὶ ζηλούντων ἐμὲ καὶ μιμεῖσθαι γλιχομένων τινὲς ἔτι δυσμενέστερον ἔχουσί μοι τῶν ἰδιωτῶν· ὧν τίνας ἄν τις εὕροι πονηροτέρους, εἰρήσεται γάρ, εἰ καί τισι δόξω νεώτερα καὶ βαρύτερα λέγειν τῆς ἡλικίας, οἵτινες οὔτε φράζειν οὐδὲν μέρος ἔχοντες τοῖς μαθηταῖς τῶν εἰρημένων ὑπʼ ἐμοῦ, τοῖς τε λόγοις παραδείγμασι χρώμενοι τοῖς ἐμοῖς καὶ ζῶντες ἐντεῦθεν τοσούτου δέουσι χάριν ἔχειν τούτων, ὥστʼ οὐδʼ ἀμελεῖν ἡμῶν ἐθέλουσιν,3 ἀλλʼ ἀεί τι φλαῦρον περὶ ἐμοῦ λέγουσιν;
既然连那些自命不凡、对我心怀嫉妒并极力想要模仿我的人当中,都有人比平民对我的敌意更深,那么对于本性就对一切卓越之事抱有如此态度的人,又何足为奇呢?何人能比这些人更加卑劣——这话我非说不可,纵使在某些人看来我言辞过于激切、与我的年岁不称——他们既无能对门徒讲解我所阐明之言论的任何细微部分,却又拿我的篇章作为范本并赖此为生,对于这些不仅不知感恩,反而连对我们置之不理都不肯,总是对我口出恶言?
ἕως μὲν οὖν τοὺς λόγους μου ἐλυμαίνοντο, παραναγιγνώσκοντες ὡς δυνατὸν κάκιστα τοῖς ἑαυτῶν καὶ διαιροῦντες οὐκ ὀρθῶς καὶ κατακνίζοντες καὶ πάντα τρόπον διαφθείροντες, οὐδὲν ἐφρόντιζον τῶν ἀπαγγελλομένων, ἀλλὰ ῥᾳθύμως εἶχον· μικρὸν δὲ πρὸ τῶν Παναθηναίων τῶν μεγάλων ἠχθέσθην διʼ αὐτούς.
因此,只要他们仅仅是在糟蹋我的文章——以尽可能恶劣的方式将我的文章与他们自己的并读,断句不当,任意割裂,并以各种方式加以毁损——我便对所传来的消息毫不在意,处之泰然;但在大泛雅典娜节前不久,我因他们的所作所为而深感愤慨。
- 10ὧν οἱ μὴ τυχόντες ἀτιμότεροι περιέρχονται πρὸς τὸ δοκεῖν ἄξιοί τινος εἶναι τῶν ὀφειλόντων τῷ δημοσίῳ
比较级形容词 ἀτιμότεροι 所支配的比较属格为其后隔开出现的 τῶν ὀφειλόντων τῷ δημοσίῳ(国库的负债者)。夹在其间的介词短语 πρὸς τὸ δοκεῖν ἄξιοί τινος εἶναι 表示评判的方面与基准(“在被视作有价值之人这一方面”)。整句表明:缺乏嗓音与魄力的人,在获得公众认可的意义上,比实质被剥夺公民权的国库欠款人还要更加卑微不堪。
- 12καίτοι πάντες ἴσασι τῶν μὲν ῥητόρων τοὺς πολλοὺς οὐχ ὑπὲρ τῶν τῇ πόλει συμφερόντων, ἀλλʼ ὑπὲρ ὧν αὐτοὶ λήψεσθαι προσδοκῶσι, δημηγορεῖν τολμῶντας, ἐμὲ δὲ καὶ τοὺς ἐμοὺς οὐ μόνον τῶν κοινῶν ἀπεχομένους μᾶλλον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν ἰδίων εἰς τὰς τῆς πόλεως χρείας ὑπὲρ τὴν δύναμιν τὴν ἡμετέραν αὐτῶν δαπανωμένους
认知动词 ἴσασι 统领跨越多个句群的“宾格+分词”补足语结构,并通过 μέν...δέ 形成严整对仗。其前半部分为 τῶν ῥητόρων τοὺς πολλοὺς ... δημηγορεῖν τολμῶντας(多数演说家竟敢公开发表演说),后半部分为 ἐμὲ δὲ καὶ τοὺς ἐμοὺς ... δαπανωμένους(我和我的同道耗费私产)。随后的 ἔτι δὲ τοὺς μὲν ... ἐμὲ δὲ ... 亦继续承接 ἴσασι 所统领的分词句,持续对比两者的行为。
- 16τοσούτου δέουσι χάριν ἔχειν τούτων, ὥστʼ οὐδʼ ἀμελεῖν ἡμῶν ἐθέλουσιν
这是惯用句型 τοσούτου δέω + 不定式 + ὥστε...(“不仅不……反而甚至……”)。主语为引导定语从句 οἵτινες 的先行词(那些自命不凡且嫉妒剽窃的修辞家)。字面直译为“他们与为此心怀感激相差如此之远,以至于他们甚至都不愿对我们置之不理”,强力突出了其恩将仇报的恶劣行径。
