← 伊索克拉底

泛雅典娜节演说

§170-178

通过使节收回遗体与对旧作的辩白

作者记叙了雅典通过使节和平争取到底比斯归还阵亡者遗体之事,为本篇叙述与《泛希腊集会辞》的分歧作了辩解,随后转向对斯巴达政制起源的批判性论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§170

ὧν ἀκούσας οὐδένα χρόνον ἐπισχὼν ὁ δῆμος ἔπεμψε πρεσβείαν εἰς Θήβας, περί τε τῆς ἀναιρέσεως συμβουλεύσοντας1 αὐτοῖς ὁσιώτερον βουλεύσασθαι καὶ τὴν ἀπόκρισιν νομιμωτέραν ποιήσασθαι τῆς πρότερον γενομένης, κἀκεῖνο ὑποδείξοντας, ὡς ἡ πόλις αὐτοῖς οὐκ ἐπιτρέψει παραβαίνουσι τὸν νόμον τὸν κοινὸν ἁπάντων τῶν Ἑλλήνων.

听闻这些之后,民众毫不迟疑,立即向底比斯派遣了使节团,一方面建议他们就收拢尸骸之事做出更为虔敬的决断,并给出比上次更加合乎法度的答复;另一方面向他们指出,城邦绝不会听任他们违背全希腊人共有的法度。

§171

ὧν ἀκούσαντες οἱ κύριοι τότε Θηβῶν ὄντες οὐχ ὁμοίως ἔγνωσαν οὔτε ταῖς δόξαις αἷς ἔχουσί τινες περὶ αὐτῶν, οὔθʼ οἷς ἐβουλεύσαντο πρότερον, ἀλλὰ μετρίως περὶ αὑτῶν τε διαλεχθέντες καὶ τῶν ἐπιστρατευσάντων κατηγορήσαντες ἔδοσαν τῇ πόλει τὴν ἀναίρεσιν.

当时的底比斯掌权者听闻之后,所做的决断既不像某些人对他们所持的评价,亦不像他们此前所决定的那样;相反,他们在为自己作了温和的辩白、并谴责了进犯者之后,便将收敛尸骸的权利交予了我国城邦。

§172

καὶ μηδεὶς οἰέσθω με ἀγνοεῖν ὅτι τἀναντία τυγχάνω λέγων οἷς ἐν τῷ Πανηγυρικῷ λόγῳ φανείην ἂν περὶ τῶν αὐτῶν τούτων γεγραφώς· ἀλλὰ γὰρ οὐδένα νομίζω τῶν ταῦτα συνιδεῖν ἂν δυνηθέντων τοσαύτης ἀμαθίας εἶναι καὶ φθόνου μεστόν,2 ὅστις οὐκ ἂν ἐπαινέσειέ με καὶ σωφρονεῖν ἡγήσαιτο τότε μὲν ἐκείνως νῦν δʼ οὕτω διαλεχθέντα περὶ αὐτῶν.

谁也不要以为我未曾觉察到,自己此刻所言,恰好与我在《泛希腊集会辞》中就同一主题所显露的著述截然相反;因为我认为,在有能力洞悉这一点的人当中,绝无任何人会愚昧而嫉妒至此,以至于不称赞我、不认为我当年那样论述而如今这样论述是明智之举。

§173

περὶ μὲν οὖν τούτων οἶδʼ ὅτι καλῶς γέγραφα καὶ συμφερόντως· ὅσον δʼ ἡ πόλις ἡμῶν διέφερε τὰ περὶ τὸν πόλεμον κατʼ ἐκεῖνον τὸν χρόνον, τοῦτο γὰρ ἀποδεῖξαι βουλόμενος διῆλθον τὰ γενόμενα Θήβῃσιν, ἡγοῦμαι τὴν πρᾶξιν ἐκείνην ἅπασι σαφῶς δηλοῦν, τὴν τὸν μὲν βασιλέα τὸν Ἀργείων ἀναγκάσασαν ἱκέτην γενέσθαι τῆς πόλεως τῆς ἡμετέρας, τοὺς δὲ κυρίους ὄντας Θηβῶν οὕτω διαθεῖσαν, ὥστε ἑλέσθαι μᾶλλον αὐτοὺς ἐμμεῖναι τοῖς λόγοις τοῖς ὑπὸ τῆς πόλεως πεμφθεῖσιν ἢ τοῖς νόμοις τοῖς ὑπὸ τοῦ δαιμονίου κατασταθεῖσιν· ὧν οὐδὲν ἂν οἵα τʼ ἐγένετο διοικῆσαι κατὰ τρόπον ἡ πόλις ἡμῶν, εἰ μὴ καὶ τῇ δόξῃ καὶ τῇ δυνάμει πολὺ διήνεγκε τῶν ἄλλων.

关于这些事情,我深知自己写得极佳且极有裨益;然而,我国城邦在那个时代于战争事务上究竟超越他人何等之巨——正因欲证明这一点,我才详述了在底比斯发生的往事——我认为那一行动已向所有人昭示得清清楚楚:这一行动不仅迫使阿尔戈斯人的国王成为我国城邦的恳求者,更让底比斯的统治者陷入了这样一种境地,以至于他们宁愿遵从我国城邦所遣使节的说辞,也不愿遵从神意所立的法度。若非我国在声望与实力上皆远迈他人,我国城邦断无可能妥善处置这些事务中的任何一件。

§175

ἔχων δὲ πολλὰς καὶ καλὰς πράξεις περὶ τῶν προγόνων εἰπεῖν, σκοποῦμαι τίνα τρόπον διαλεχθῶ περὶ αὐτῶν. μέλει γάρ μοι τούτων μᾶλλον ἢ τῶν ἄλλων· τυγχάνω γὰρ ὢν περὶ τὴν ὑπόθεσιν ἣν ἐποιησάμην τελευταίαν, ἐν ᾗ προεῖπον ὡς ἐπιδείξω τοὺς προγόνους ἡμῶν ἐν τοῖς πολέμοις καὶ ταῖς μάχαις πλέον διενεγκόντας Σπαρτιατῶν ἢ τοῖς ἄλλοις ἅπασιν.

关于先祖,我虽有诸多辉煌的事迹可陈,却仍在思量该以何种方式予以论述。因为比起其他事物,此事更系于我心;我此刻正处于自己最后确立的论题之中,在其中我曾预先声明,要论证我们的先祖在战争与战斗中超越斯巴达人的程度,甚于在其他一切方面。

§176

ἔσται δʼ ὁ λόγος παράδοξος μὲν τοῖς πολλοῖς, ὁμοίως δʼ ἀληθὴς τοῖς ἄλλοις. ἄρτι μὲν οὖν ἠπόρουν ποτέρων διεξίω πρότερον τοὺς κινδύνους καὶ τὰς μάχας, τὰς Σπαρτιατῶν ἢ τὰς τῶν ἡμετέρων· νῦν δὲ προαιροῦμαι λέγειν τὰς ἐκείνων, ἵνʼ ἐν ταῖς καλλίοσι καὶ δικαιοτέραις καταλύω τὸν λόγον τὸν περὶ τούτων.

这番论说对大众而言固然出人意表,但与其他论说同样真实。刚才我还在迟疑,究竟该先详述两方中哪一方的危难与战斗——是斯巴达人的,还是我们先祖的;但现在我决意先陈述前者,以便用更为崇高、更为正义的事迹来结束关于这些问题的论述。

§177

ἐπειδὴ γὰρ Δωριέων οἱ στρατεύσαντες εἰς Πελοπόννησον τρίχα διείλοντο τάς τε πόλεις καὶ τὰς χώρας ἃς ἀφείλοντο τοὺς δικαίως κεκτημένους,3 οἱ μὲν Ἄργος λαχόντες καὶ Μεσσήνην παραπλησίως διῴκουν τὰ σφέτερʼ αὐτῶν τοῖς ἄλλοις Ἕλλησι, τὸ δὲ τρίτον μέρος αὐτῶν, οὓς καλοῦμεν νῦν Λακεδαιμονίους, στασιάσαι μέν φασιν αὐτοὺς4 οἱ τἀκείνων ἀκριβοῦντες ὡς οὐδένας ἄλλους τῶν Ἑλλήνων, περιγενομένους δὲ τοὺς μεῖζον τοῦ πλήθους φρονοῦντας οὐδὲν τῶν αὐτῶν βουλεύσασθαι περὶ τῶν συμβεβηκότων τοῖς τοιαῦτα διαπεπραγμένοις·

因为,当进军伯罗奔尼撒的多利安人将从合法所有者手中夺来的城邦与土地三分之时,分得阿尔戈斯和美塞尼亚的人治理自身事务的方式与其他希腊人相仿;但据那些详悉其历史的人说,他们当中的第三部分人——即我们如今称为拉刻代蒙人的那些人——爆发的内讧比任何其他希腊人都更为剧烈;而在自视高于平民者胜出之后,对于所发生的事变,他们并未采取与那些做成此类事情者相同的决策。

§178

τοὺς μὲν γὰρ ἄλλους συνοίκους ἔχειν ἐν τῇ πόλει τοὺς στασιάσαντας καὶ κοινωνοὺς ἁπάντων πλὴν τῶν ἀρχῶν καὶ τῶν τιμῶν· οὓς οὐκ εὖ φρονεῖν ἡγεῖσθαι Σπαρτιατῶν τοὺς νοῦν ἔχοντας, εἰ νομίζουσιν ἀσφαλῶς πολιτεύεσθαι μετὰ τούτων οἰκοῦντες, περὶ οὓς τὰ μέγιστα τυγχάνουσιν ἐξημαρτηκότες· αὐτοὺς δʼ οὐδὲν τούτων ποιεῖν, ἀλλὰ παρὰ σφίσι μὲν αὐτοῖς ἰσονομίαν καταστῆσαι καὶ δημοκρατίαν τοιαύτην, οἵαν περ χρὴ τοὺς μέλλοντας ἅπαντα τὸν χρόνον ὁμονοήσειν, τὸν δὲ δῆμον περιοίκους ποιήσασθαι, καταδουλωσαμένους αὐτῶν τὰς ψυχὰς οὐδὲν ἧττον ἢ τὰς τῶν οἰκετῶν·

因为其他人允许发生内讧者作为同居者留于城中,除官职与荣誉外共享一切;但斯巴达人中的明智之士却认为,若以为与那些曾遭受自己极大侵害的人同住一处便能安全治国,实属糊涂之至。他们自己绝未采取这套做法,而是在自身内部确立了平等法权,以及一种意欲永保同心者所应当具备的民主政体;与此同时,他们却将大众贬为边民,将其心灵彻底降服,丝毫不逊于役使家奴。

语法注4 条
  1. 170συμβουλεύσοντας

    此处为依意合意(constructio ad sensum),阳性宾格复数形式与阴性集合名词 πρεσβείαν(使节团)所指代的人相呼应。它与后面的 ὑποδείξοντας 一同充当附属于 ἔπεμψε 的表目的未来分词。

  2. 172τοσαύτης ἀμαθίας εἶναι καὶ φθόνου μεστόν

    τοσαύτης ἀμαθίας 是表性质的述语属格(意为“属于如此之无知”),而 μεστόν 则支配 φθόνου 并修饰 οὐδένα,构成并列的述谓结构(“如此无知且充满嫉妒”)。

  3. 177ἃς ἀφείλοντο τοὺς δικαίως κεκτημένους

    动词 ἀφαιρέομαι 采取双宾格结构(意为“夺取某人之某物”)。关系代词 ἃς(先行词为 πόλεις καὶ χώρας)充当所夺事物的宾格,而 τοὺς ... κεκτημένους 则充当被剥夺之人的宾格。

  4. 177στασιάσαι μέν φασιν αὐτοὺς

    由间接引语的动词 φασιν(主语为 οἱ τἀκείνων ἀκριβοῦντες)统领,其后引出一长串带宾格主语的不定式结构(στασιάσαι、βουλεύσασθαι、ἔχειν、ἡγεῖσθαι、ποιεῖν、καταστῆσαι、ποιήσασθαι)。中途的 οὓς οὐκ εὖ φρονεῖν ἡγεῖσθαι 则是在关系从句中嵌套的带宾格的不定式,以关系代词 οὓς(先行词为 τοὺς ἄλλους)作为 εὖ φρονεῖν 的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:170-178