← 伊索克拉底

泛雅典娜节演说

§163-169

先祖的对外方针与阿德剌斯托斯的求援

演说者赞颂先祖严守对希腊诸城邦秋毫无犯的准则,反而率领困顿的同胞驱逐异族并开辟殖民地;随后引出阿德剌斯托斯在底比斯战败后因无法收殓阵亡者遗体而向雅典求援的神话先例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§163

ἀλλὰ πᾶν τοὐναντίον· τῶν μὲν γὰρ Ἑλληνίδων πόλεων οὕτως αὐτοῖς ἀπέχεσθαι σφόδρα δεδογμένον ἦν1 ὥσπερ τοῖς εὐσεβέσι τῶν ἐν τοῖς ἱεροῖς ἀνακειμένων, τῶν δὲ πολέμων ὑπελάμβανον ἀναγκαιότατον μὲν εἶναι καὶ δικαιότατον τὸν μετὰ πάντων ἀνθρώπων πρὸς τὴν ἀγριότητα τῶν θηρίων γιγνόμενον, δεύτερον δὲ τὸν μετὰ τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους τοὺς καὶ φύσει πολεμίους ὄντας καὶ πάντα τὸν χρόνον ἐπιβουλεύοντας ἡμῖν.

但事实恰恰完全相反:因为他们早已坚定地决意对希腊诸城邦秋毫无犯,就像虔敬之人不敢染指神庙中的奉献之物一样;在诸般战争中,他们认为最为必要也最正当的,是全人类共同对抗野兽凶残的战争,其次则是希腊人共同对抗异族的战争——那些异族生性即为仇敌,并且始终在图谋侵害我们。

§164

τοῦτον δʼ εἴρηκα τὸν λόγον οὐκ αὐτὸς εὑρών, ἀλλʼ ἐκ τῶν ἐκείνοις πεπραγμένων συλλογισάμενος. ὁρῶντες γὰρ τὰς μὲν ἄλλας πόλεις ἐν πολλοῖς κακοῖς καὶ πολέμοις καὶ ταραχαῖς οὔσας, τὴν δʼ αὑτῶν μόνην καλῶς διοικουμένην, οὐχ ἡγήσαντο δεῖν τοὺς ἄμεινον τῶν ἄλλων φρονοῦντας καὶ πράττοντας ἀμελεῖν οὐδὲ περιορᾶν τὰς τῆς αὐτῆς συγγενείας μετεχούσας ἀπολλυμένας, ἀλλὰ σκεπτέον εἶναι καὶ πρακτέον ὅπως ἁπάσας ἀπαλλάξουσι τῶν κακῶν τῶν παρόντων.

我说出这番话,绝非出于我自己的凭空臆想,而是从他们所做的事迹中推断出来的。因为他们看到其他城邦正处于无数灾难、战争与动乱之中,而唯独自己的城邦治理井然,便认为那些比别人更具智慧、境况更佳的人,不应当漠视或放任同气连枝的同胞城邦归于毁灭,而必须深思熟虑并付诸行动,以使所有城邦摆脱眼前的灾祸。

§165

ταῦτα δὲ διανοηθέντες τῶν μὲν ἧττον νοσουσῶν πρεσβείαις καὶ λόγοις ἐξαιρεῖν ἐπειρῶντο τὰς διαφοράς, εἰς δὲ τὰς μᾶλλον στασιαζούσας ἐξέπεμπον τῶν πολιτῶν τοὺς μεγίστην παρʼ αὐτοῖς δόξαν ἔχοντας, οἳ περί τε τῶν παρόντων πραγμάτων αὐταῖς συνεβούλευον καὶ συγγιγνόμενοι τοῖς τε μὴ δυναμένοις ἐν ταῖς αὑτῶν ζῆν καὶ τοῖς χεῖρον γεγονόσιν ὧν οἱ νόμοι προστάττουσιν,2 οἵπερ ὡς ἐπὶ τὸ πολὺ λυμαίνονται τὰς πόλεις, ἔπειθον μεθʼ αὑτῶν στρατεύεσθαι καὶ βίον ζητεῖν βελτίω τοῦ παρόντος.

有了这样的打算,对于受内乱之害较轻的城邦,他们便试图通过使节和言论来化解争端;而对于党争尤为剧烈的城邦,他们则派出在己方城邦中最受尊崇的公民。这些人不仅就眼下的事务为它们提供建议,更去接触那些无法在自己城邦立足的人,以及那些沦落到法律所规定标准以下的人——往往正是这批人使城邦败坏受损——并劝服他们随同自己出征,去寻求一种优于眼下的生计。

§166

πολλῶν δὲ γιγνομένων τῶν ταῦτα βουλομένων καὶ πειθομένων, στρατόπεδα συνιστάντες ἐξ αὐτῶν, τούς τε τὰς νήσους κατέχοντας τῶν βαρβάρων καὶ τοὺς ἐφʼ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικοῦντας καταστρεφόμενοι, καὶ πάντας ἐκβαλόντες, τοὺς μάλιστα βίου δεομένους τῶν Ἑλλήνων κατῴκιζον. καὶ ταῦτα πράττοντες καὶ τοῖς ἄλλοις ὑποδεικνύοντες διετέλουν, ἕως ἤκουσαν Σπαρτιάτας τὰς πόλεις τὰς ἐν Πελοποννήσῳ κατοικούσας, ὥσπερ εἶπον, ὑφʼ αὑτοῖς πεποιημένους· μετὰ δὲ ταῦτα τοῖς ἰδίοις ἠναγκάζοντο προσέχειν τὸν νοῦν.

由于渴望并顺从这一主张的人与日俱增,他们便从中编组军队,征服了盘踞群岛的异族人以及居住在两大陆沿岸一带的人,并将他们全数驱逐,使希腊人中最迫切需要谋生的人定居于此。他们一直施行这些善举并为其他人树立表率,正如我所言,直到他们听闻斯巴达人已经将伯罗奔尼撒境内的各城邦置于其统治之下;而在那之后,他们便不得不将注意力转向自身的事务了。

§167

τί οὖν ἐστὶ τὸ συμβεβηκὸς ἀγαθὸν ἐκ τοῦ πολέμου τοῦ περὶ τὰς ἀποικίας καὶ πραγματείας; τοῦτο γὰρ οἶμαι μάλιστα ποθεῖν ἀκοῦσαι τοὺς πολλούς. τοῖς μὲν Ἕλλησιν εὐπορωτέροις γενέσθαι τὰ περὶ τὸν βίον καὶ μᾶλλον ὁμονοεῖν τοσούτων τὸ πλῆθος καὶ τοιούτων ἀνθρώπων ἀπαλλαγεῖσι, τοῖς δὲ βαρβάροις ἐκπίπτειν ἐκ τῆς αὑτῶν καὶ φρονεῖν ἔλαττον ἢ πρότερον, τοῖς δʼ αἰτίοις τούτων γεγενημένοις εὐδοκιμεῖν καὶ δοκεῖν διπλασίαν πεποιηκέναι τὴν Ἑλλάδα τῆς ἐξ ἀρχῆς συστάσης.3

那么,从这场关乎殖民与事业的战争中,究竟获得了什么益处呢?因为我认为大众最渴望听到的正是这一点。其结果就是:对于希腊人而言,摆脱了如此之多且如此性质的人,生活资财变得更为宽裕,彼此之间也更加团结同心;对于异族人而言,则是被驱逐出自己的故土,狂妄之气比以往大受打击;而对于成就这一切事业的人而言,则是赢得了崇高的声望,并被公认为使希腊比最初建邦时扩大了一倍。

§168

μεῖζον μὲν οὖν εὐεργέτημα τούτου καὶ κοινότερον τοῖς Ἕλλησι γεγενημένον παρὰ τῶν προγόνων τῶν ἡμετέρων οὐκ ἂν δυναίμην ἐξευρεῖν· οἰκειότερον δὲ τῇ περὶ τὸν πόλεμον ἐπιμελείᾳ καὶ δόξης οὐκ ἐλάττονος ἄξιον καὶ πᾶσι φανερώτερον ἴσως ἕξομεν εἰπεῖν. τίς γὰρ οὐκ οἶδεν, ἢ τίς οὐκ ἀκήκοε τῶν τραγῳδοδιδασκάλων Διονυσίοις, τὰς Ἀδράστῳ γενομένας ἐν Θήβαις συμφοράς, ὅτι κατάγειν βουληθεὶς τὸν Οἰδίπου μὲν υἱὸν αὑτοῦ δὲ κηδεστὴν παμπληθεῖς μὲν Ἀργείων ἀπώλεσεν, ἅπαντας δὲ τοὺς λοχαγοὺς ἐπεῖδε διαφθαρέντας, αὐτὸς δʼ ἐπονειδίστως σωθείς, ἐπειδὴ σπονδῶν οὐχ οἷός τʼ ἦν τυχεῖν οὐδʼ ἀνελέσθαι τοὺς τετελευτηκότας, ἱκέτης γενόμενος τῆς πόλεως, ἔτι Θησέως αὐτὴν διοικοῦντος, ἐδεῖτο μὴ περιιδεῖν τοιούτους ἄνδρας ἀτάφους γενομένους μηδὲ παλαιὸν ἔθος καὶ πάτριον νόμον καταλυόμενον, ᾧ πάντες ἄνθρωποι χρώμενοι διατελοῦσιν οὐχ ὡς ὑπʼ ἀνθρωπίνης κειμένῳ φύσεως, ἀλλʼ ὡς ὑπὸ δαιμονίας προστεταγμένῳ δυνάμεως;

因此,从我们先祖那里带给希腊人的恩惠中,我无法找出比这更伟大、更具普遍意义的功德了;然而,对于一项更切近于战争之磨砺、值得享有同样声望、且对所有人而言也许都更加显为人知的事迹,我们当能娓娓道来。因为,有谁不知道、或者有谁未曾在酒神节上从悲剧剧作家那里听闻过阿德剌斯托斯在底比斯所遭遇的灾祸呢——即:他企求恢复俄狄浦斯之子、亦即自己女婿的王位,结果致使无数阿尔戈斯人丧命,眼睁睁看着所有军官覆没,自己却蒙羞得脱;当他无法达成停战协定、亦不能收拢阵亡者尸骸时,便在忒修斯尚且统治我国的年代,成为我国的恳求者,乞求不要放任这等勇士暴尸荒野,亦不要任由古老的习俗与祖传的法度遭到废弃——那正是全人类始终恪守的法度,他们遵循此法,并非将其视为出自人之本性所定,而是视其为神意所降下的律令。

语法注3 条
  1. 163τῶν μὲν γὰρ Ἑλληνίδων πόλεων οὕτως αὐτοῖς ἀπέχεσθαι σφόδρα δεδογμένον ἦν

    τῶν Ἑλληνίδων πόλεων 是由不定式 ἀπέχεσθαι 支配的分离属格,被前置于句首以示强调(超步倒装)。在 δεδογμένον ἦν(“被决定……”)这一无人称完成体结构中,αὐτοῖς 作为动作或判断主体的与格。后文比喻从句中的 τῶν ἐν τοῖς ἱεροῖς ἀνακειμένων 亦承前省略 ἀπέχεσθαι 而同为分离属格。

  2. 165τοῖς χεῖρον γεγονόσιν ὧν οἱ νόμοι προστάττουσιν

    比较属格与关系代词吸引现象(relative attraction)的结合。其底层结构本为 χεῖρον τούτων ἃ οἱ νόμοι προστάττουσιν(“境况劣于法律所规定者之人”),但指示代词先行词 τούτων 被省略,原应为中性复数宾格的关系代词 ἃ 受到被省略先行词格位的影响,被吸引成了属格 ὧν。

  3. 167τῆς ἐξ ἀρχῆς συστάσης

    比较属格。与表示倍数的形容词 διπλασίαν(“两倍大的”)相呼应,比较的基准以属格表示。此处承前省略了名词 Ἑλλάδος,意为“(比)最初建立时的希腊(大了一倍)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:163-169