← 伊索克拉底

泛雅典娜节演说

§155-162

质疑斯巴达军事优越性与波斯战后两邦的愚行

伊索克拉底指出斯巴达人在军事经验上绝不优于雅典先祖,并回顾波斯战争后雅典与斯巴达陷入内耗、对共同的波斯敌人妥协媾和甚至阿谀奉承的疯狂行径,以此反衬早期祖先在处理重大事务上的高超智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§155

ὅτι μὲν οὖν τὸν αὐτὸν τρόπον τἀκεῖ καθέστηκεν ὥσπερ εἶχε τὸ παλαιὸν καὶ τὰ παρʼ ἡμῖν, παρὰ πολλῶν ἔσται πυθέσθαι τοῖς εἰδέναι βουλομένοις· ὡς δὲ καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὸν πόλεμον οὐ πρότερον ἤσκησαν οὐδʼ ἄμεινον ἐχρήσαντο Σπαρτιᾶται τῶν ἡμετέρων,1 ἐκ τῶν ἀγώνων καὶ τῶν πολέμων τῶν ὁμολογουμένων γενέσθαι κατʼ ἐκεῖνον τὸν χρόνον οὕτως οἶμαι σαφῶς ἐπιδείξειν, ὥστε μήτε τοὺς ἀνοήτως λακωνίζοντας ἀντειπεῖν δυνήσεσθαι τοῖς ῥηθεῖσι, μήτε τοὺς τὰ ἡμέτερα ἅμα τε θαυμάζοντας καὶ βασκαίνοντας καὶ μιμεῖσθαι γλιχομένους.

至于那里的体制与我们古代的体制如出一辙,任何想要了解的人都可以从许多人那里探知;但斯巴达人在战争经验方面既没有比我们的先祖更早地进行训练,也没有比他们运用得更为出色,我认为我能够通过公认发生于那个时代的诸般斗争与战争极其明晰地加以证明,以致那些盲目亲斯巴达的人,以及对我们的事迹既赞赏又嫉妒、并渴望加以模仿的人,都无法反驳我所说的话。

§156

ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λεχθησομένων ἀκοῦσαι μὲν ἴσως τισὶν ἀηδῆ, ῥηθῆναι δʼ οὐκ ἀσύμφορον. εἰ γάρ τις φαίη τὼ πόλεε τούτω πλείστων ἀγαθῶν αἰτίας γεγενῆσθαι τοῖς Ἕλλησι καὶ μεγίστων κακῶν μετὰ τὴν Ξέρξου στρατείαν, οὐκ ἔστιν ὅπως οὐκ ἀληθῆ δόξειεν ἂν λέγειν2 τοῖς εἰδόσι τι περὶ τῶν τότε γεγενημένων.

我将要说的话,其开端在某些人听来或许不悦,但说出来却绝非无益。因为若有人断言,在薛西斯远征之后,这两座城邦成了希腊人获得最多福祉与遭受最大灾祸的根源,凡对当时所发生之事略有所知的人,绝不可能不认为他所言属实。

§157

ἠγωνίσαντό τε γὰρ ὡς δυνατὸν ἄριστα πρὸς τὴν ἐκείνου δύναμιν, ταῦτά τε πράξασαι, προσῆκον αὐταῖς καὶ περὶ τῶν ἐχομένων βουλεύσασθαι καλῶς, εἰς τοῦτʼ ἦλθον οὐκ ἀνοίας ἀλλὰ μανίας, ὥστε πρὸς μὲν τὸν ἐπιστρατεύσαντα καὶ βουληθέντα τὼ μὲν πόλεε τούτω παντάπασιν ἀνελεῖν, τοὺς δʼ ἄλλους Ἕλληνας καταδουλώσασθαι, πρὸς μὲν τὸν τοιοῦτον, κρατήσασαι ῥᾳδίως ἂν αὐτοῦ3 καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰρήνην εἰς ἅπαντα συνεγράψαντο τὸν χρόνον ὥσπερ πρὸς εὐεργέτην γεγενημένον, φθονήσασαι δὲ ταῖς ἀρεταῖς ταῖς αὑτῶν, εἰς πόλεμον καταστᾶσαι πρὸς ἀλλήλας καὶ φιλονεικίαν, οὐ πρότερον ἐπαύσαντο σφᾶς τε αὐτὰς ἀπολλύουσαι καὶ τοὺς ἄλλους Ἕλληνας, πρὶν κύριον ἐποίησαν τὸν κοινὸν ἐχθρὸν τὴν τε πόλιν τὴν ἡμετέραν εἰς τοὺς ἐσχάτους καταστῆσαι κινδύνους διὰ τῆς δυνάμεως τῆς Λακεδαιμονίων, καὶ πάλιν τὴν ἐκείνων διὰ τῆς πόλεως τῆς ἡμετέρας.

因为两邦曾竭尽全力抵抗他的军力,并在立下这些功绩之后,本当就接踵而至的局势作出明智的谋划,却陷入了非同寻常的愚蠢乃至疯狂的境地:对于那位曾进犯他们、妄图彻底摧毁这两座城邦并奴役其余希腊人的人——面对这样一个人物,他们本可以轻易地在陆地和海上战胜他,却如同对待恩人一般,与他签订了永久的和约;他们反而嫉妒起自身的德行,彼此陷入战争与倾轧,绝不停止毁灭自身与其余希腊人,直至使共同的敌人得以主导,借由拉刻代蒙人的力量将我们的城邦置于极度危险的境地,又借由我们城邦的力量将他们的城邦置于绝境。

§159

καὶ τοσοῦτον ἀπολειφθέντες τῆς τοῦ βαρβάρου φρονήσεως, οὔτʼ ἐν ἐκείνοις τοῖς χρόνοις ἤλγησαν ἀξίως ὧν ἔπαθον οὐδʼ ὡς προσῆκεν αὐτούς, οὔτε νῦν αἱ μέγισται τῶν Ἑλληνίδων πόλεων αἰσχύνονται διακολακευόμεναι πρὸς τὸν ἐκείνου πλοῦτον, ἀλλʼ ἡ μὲν Ἀργείων καὶ Θηβαίων Αἴγυπτον αὐτῷ συγκατεπολέμησεν, ἵνʼ ὡς μεγίστην ἔχων δύναμιν ἐπιβουλεύῃ τοῖς Ἕλλησιν, ἡμεῖς δὲ καὶ Σπαρτιᾶται, συμμαχίας ἡμῖν ὑπαρχούσης, ἀλλοτριώτερον ἔχομεν πρὸς ἡμᾶς αὐτοὺς ἢ πρὸς οὓς ἑκάτεροι πολεμοῦντες τυγχάνομεν.

他们在见识上如此远逊于那个异族人,以至于既在那些岁月里未能按照所受的苦难及其应有的程度感到痛切,如今希腊各主要大邦也毫不为谄媚他的财富而感到羞耻;相反,阿尔戈斯人和底比斯人的城邦协助他一同征服了埃及,以便他拥有极其庞大的力量来图谋希腊人,而我们与斯巴达人虽然缔有盟约,彼此之间的敌意却甚于各自正在与之交战的敌人。

§160

σημεῖον δʼ οὐ μικρόν· κοινῇ μὲν γὰρ οὐδὲ περὶ ἑνὸς πράγματος βουλευόμεθα, χωρὶς δʼ ἑκάτεροι πρέσβεις πέμπομεν ὡς ἐκεῖνον, ἐλπίζοντες, ὁποτέροις ἂν οἰκειότερον διατεθῇ, κυρίους τούτους γενήσεσθαι τῆς ἐν τοῖς Ἕλλησι πλεονεξίας, κακῶς εἰδότες ὡς4 τοὺς μὲν θεραπεύοντας αὑτὸν ὑβρίζειν εἴθισται, πρὸς δὲ τοὺς ἀντιταττομένους καὶ καταφρονοῦντας τῆς ἐκείνου δυνάμεως ἐκ παντὸς τρόπου διαλύεσθαι πειρᾶται τὰς διαφοράς.

这有不小的明证:因为我们从未共同商议过任何一件事务,而是各自单独向他派遣使节,期盼着无论他更亲近哪一方,哪一方就能在希腊人中夺得优势,却可悲地不曾看清:他习惯于羞辱那些奉承他的人,而对于那些奋起反抗并藐视其力量的人,他反而会千方百计地寻求化解分歧。

§161

ταῦτα δὲ διῆλθον οὐκ ἀγνοῶν ὅτι λέγειν τινὲς τολμήσουσιν ὡς ἔξω τῆς ὑποθέσεως τοῖς λόγοις τούτοις ἐχρησάμην. ἐγὼ δʼ οὐδέποτʼ ἂν οἶμαι τοῖς προειρημένοις οἰκειοτέρους λόγους ῥηθῆναι τούτων,5 οὐδʼ ἐξ ὧν ἄν τις σαφέστερον ἐπιδείξειε τοὺς προγόνους ἡμῶν φρονιμωτέρους ὄντας περὶ τὰ μέγιστα τῶν τήν τε πόλιν τὴν ἡμετέραν καὶ τὴν Σπαρτιατῶν μετὰ τὸν πόλεμον τὸν πρὸς Ξέρξην διοικησάντων.

我详述这些事情,并非不知道有些人竟敢声称我在这些论述中脱离了主题。但我认为,绝不可能有比这些话语与前述内容更为契合的论辩,也没有什么论据能比这些更清晰地证明:在关乎最重大的事务上,我们的先祖远比在抗击薛西斯的战争之后治理我们城邦及斯巴达人城邦的那些人更为明智。

§162

αὗται μὲν γὰρ ἂν φανεῖεν ἐν ἐκείνοις τε τοῖς χρόνοις πρὸς μὲν τοὺς βαρβάρους εἰρήνην ποιησάμεναι, σφᾶς δʼ αὐτὰς καὶ τὰς ἄλλας πόλεις ἀπολλύουσαι νῦν τε τῶν μὲν Ἑλλήνων ἄρχειν ἀξιοῦσαι, πρὸς δὲ τὸν βασιλέα πρέσβεις πέμπουσαι περὶ φιλίας καὶ συμμαχίας· οἱ δὲ τότε τὴν πόλιν οἰκοῦντες οὐδὲν τούτων ἔπραττον,

因为显而易见,这两座城邦不仅在那个时代与异族缔结和约、摧毁自身与其他城邦,如今更是自以为配统领希腊人,却同时遣使觐见波斯大王商谈友好与同盟;然而在当时居住于我们城邦的人,却绝未做过任何此类事情。

语法注5 条
  1. 155τῶν ἡμετέρων

    比较属格(genitive of comparison),由比较级 πρότερον 与 ἄμεινον 所支配。它与主语“斯巴达人”(Σπαρτιᾶται)相对比,指代“我们的先祖”(ἡμέτεροι πρόγονοι),承接上文的论述语境而省略了名词。

  2. 156οὐκ ἔστιν ὅπως οὐκ ἀληθῆ δόξειεν ἂν λέγειν

    惯用双重否定短语 οὐκ ἔστιν ὅπως οὐ(意为“绝不可能不……/必然……”)与带有 ἄν 的潜能祈愿气(δόξειεν)相结合,表达强烈的肯定推论:“凡略知情者,绝不可能不认为他所言属实(即必然认为他说了实话)”。

  3. 158κρατήσασαι ῥᾳδίως ἂν αὐτοῦ

    分词 κρατήσασαι 与 ἄν 连用,具有潜能或与过去事实相反(反事实)的假定从句/归结从句功能。它与随后的主动词 συνεγράψαντο(“缔结了和约”)形成鲜明对比,带有让步和反事实语气:“他们本可以在陆上海上轻易战胜他,却(反与他和解)”。

  4. 160κακῶς εἰδότες ὡς

    副词 κακῶς 修饰分词 εἰδότες,构成固定表达,意为“可悲地不了解/错误地认识到”。随后的 ὡς 引导由 εἰδότες 支配的名词性宾语从句,陈述波斯大王对待谄媚者与对抗者的真实习性。

  5. 161τοῖς προειρημένοις οἰκειοτέρους λόγους ῥηθῆναι τούτων

    该句存在语序倒装(hyperbaton),比较级 οἰκειοτέρους(“更适切的”)同时支配两个格:τοῖς προειρημένοις 是由形容词要求的与格(“对前述内容而言”),而置于句末的 τούτων 则是比较属格(“比这些论点”)。其核心结构为:“绝不可能有比这些话语对于前述内容更为适切的言论被说出”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:155-162