← 伊索克拉底

泛雅典娜节演说

§147-154

先祖政制的持久与莱库古对雅典的借鉴

作者阐述先祖政制乃是最真实稳固的民主制且维系千年之久,为其述及遥远历史的正当性辩护,并在转向叙述先祖功绩前指出,斯巴达莱库古的制度实为对雅典古制的模仿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§147

καὶ πάντας νομίζειν μηδέποτʼ ἂν γενέσθαι δημοκρατίαν ἀληθεστέραν μηδὲ βεβαιοτέραν μηδὲ μᾶλλον τῷ πλήθει συμφέρουσαν τῆς τῶν μὲν τοιούτων πραγματειῶν ἀτέλειαν τῷ δήμῳ διδούσης,1 τοῦ δὲ τὰς ἀρχὰς καταστῆσαι καὶ λαβεῖν δίκην παρὰ τῶν ἐξαμαρτόντων κύριον ποιούσης, ἅπερ ὑπάρχει καὶ τῶν τυράννων τοῖς εὐδαιμονεστάτοις.

并且人人都认为,绝不可能有比这种制度更真实、更稳固、且更有利于大众的民主制——这种制度让民众免于承担此类繁琐事务,却让他们掌握任命官吏和惩处犯过者的全权,而这正是连最幸运的僭主也享有的特权。

§148

σημεῖον δὲ μέγιστον ὅτι ταῦτʼ ἠγάπων μᾶλλον ἢ ʼγὼ λέγω· φαίνεται γὰρ ὁ δῆμος ταῖς μὲν ἄλλαις πολιτείαις ταῖς οὐκ ἀρεσκούσαις μαχόμενος καὶ καταλύων καὶ τοὺς προεστῶτας αὐτῶν ἀποκτείνων, ταύτῃ δὲ χρώμενος οὐκ ἐλάττω χιλίων ἐτῶν, ἀλλʼ ἐμμείνας ἀφʼ οὗ περ ἔλαβε μέχρι τῆς Σόλωνος μὲν ἡλικίας Πεισιστράτου δὲ δυναστείας, ὃς δημαγωγὸς γενόμενος καὶ πολλὰ τὴν πόλιν λυμηνάμενος καὶ τοὺς βελτίστους τῶν πολιτῶν ὡς ὀλιγαρχικοὺς ὄντας ἐκβαλών, τελευτῶν τόν τε δῆμον κατέλυσε καὶ τύραννον αὑτὸν κατέστησεν.

而且有极大的证据表明他们对这套制度的珍视甚至甚于我所说的程度:因为显而易见的是,民众对于其他不满意的政制往往奋起抗争、予以推翻并处死其领袖,但对于这一政制却使用了不少于一千年,从他们采纳之初一直坚守到梭伦的时代以及庇西特拉图的僭主统治时期;庇西特拉图成为煽惑家,对城邦造成极大祸害,将最优秀的公民诬为寡头派而加以驱逐,最终推翻了民主制并自立为僭主。

§149

τάχʼ οὖν ἄν τινες ἄτοπον εἶναί με φήσειαν, οὐδὲν γὰρ κωλύει διαλαβεῖν τὸν λόγον, ὅτι τολμῶ λέγειν ὡς ἀκριβῶς εἰδὼς περὶ πραγμάτων οἷς οὐ παρῆν πραττομένοις. ἐγὼ δʼ οὐδὲν τούτων ἄλογον οἶμαι ποιεῖν. εἰ μὲν γὰρ μόνος ἐπίστευον τοῖς τε λεγομένοις περὶ τῶν παλαιῶν καὶ τοῖς γράμμασι τοῖς ἐξ ἐκείνου τοῦ χρόνου παραδεδομένοις ἡμῖν, εἰκότως ἂν ἐπιτιμῴμην· νῦν δὲ πολλοὶ καὶ νοῦν ἔχοντες ταὐτὸν ἐμοὶ φανεῖεν ἂν πεπονθότες. χωρὶς δὲ τούτων, εἰ κατασταίην εἰς ἔλεγχον καὶ λόγον, δυνηθείην ἂν ἐπιδεῖξαι πάντας ἀνθρώπους πλείους ἐπιστήμας ἔχοντας διὰ τῆς ἀκοῆς ἢ τῆς ὄψεως, καὶ μείζους πράξεις καὶ καλλίους εἰδότας ἃς παρʼ ἑτέρων ἀκηκόασιν ἢ ʼκείνας αἷς αὐτοὶ παραγεγενημένοι τυγχάνουσιν. ἀλλὰ γὰρ οὔτʼ ἀμελεῖν καλῶς ἔχει τῶν τοιούτων ὑπολήψεων, τυχὸν γὰρ μηδενὸς ἀντειπόντος λυμήναιντʼ ἂν τὴν ἀλήθειαν, οὔτʼ αὖ πολὺν χρόνον ἀντιλέγοντας διατρίβειν ἐν αὐταῖς, ἀλλʼ ὅσον ὑποδείξαντας μόνον τοῖς ἄλλοις ἐξ ὧν ληροῦντας ἂν αὐτοὺς ἐπιδείξαιεν, πάλιν ἐπανελθόντας περαίνειν καὶ λέγειν ὅθεν ἀπέλιπον· ὅπερ ἐγὼ ποιήσω.

那么,或许有人会说我很奇怪——因为不妨在此插入一段话——竟然敢于说得仿佛确切知晓发生时自己并未在场的那些事务一般。但我认为自己在这一点上并未做出任何不合情理之事。因为如果唯独我一人相信关乎古人的传闻以及从那时流传至今的文字记载,我自然理应受到指责;但事实上,许多明智之士也会显出与我抱有完全相同的见解。除这些之外,如果我接受审查与辩论,我能证明所有人类通过听觉获得的知识都多于通过视觉获得的知识,并且他们知晓从他人那里听闻的、比自己偶然亲历的那些事迹更为重大而崇高的事迹。然而,对此类成见置之不理固然不妥——因为倘若无人反驳,它们或许会损害真相——但另一方面,久居其中与之长篇争辩亦非所宜;而只需向其他人指出足以证明那些人是在胡言乱语的凭据,便重新返回并从中断之处继续阐述完毕;而这也正是我将要做的。

§151

τὸ μὲν οὖν σύνταγμα τῆς τότε πολιτείας, καὶ τὸν χρόνον ὅσον αὐτῇ χρώμενοι διετέλεσαν, ἐξαρκούντως δεδηλώκαμεν· λοιπὸν δʼ ἡμῖν τὰς πράξεις τὰς ἐκ τοῦ καλῶς πολιτεύεσθαι γεγενημένας διελθεῖν. ἐκ τούτων γὰρ ἔτι μᾶλλον ἔσται καταμαθεῖν ὅτι καὶ τὴν πολιτείαν εἶχον ἡμῶν οἱ πρόγονοι βελτίω τῶν ἄλλων καὶ σωφρονεστέραν, καὶ προστάταις καὶ συμβούλοις ἐχρῶντο τοιούτοις οἵοις χρὴ τοὺς εὖ φρονοῦντας.

那么,关于当时政制的组织架构,以及他们持续使用该政制的时间长短,我们已作了充分阐明;接下来留给我们的,是详述因良好治国而带来的各项功绩。因为从这些功绩中,人们将能更加深刻地认识到,我们的先祖所拥有的政制比其他任何政制都更优越、更节制,且他们所任用的领袖与谋士,正符合明智之人所当任用者。

§152

οὐ μὴν οὐδὲ ταῦτά μοι πρότερον λεκτέον ἐστί, πρὶν ἂν μικρὰ προείπω περὶ αὐτῶν. ἢν γὰρ ὑπεριδὼν τὰς ἐπιτιμήσεις τὰς τῶν οὐδὲν ἄλλο ποιεῖν ἢ τοῦτο δυναμένων ἐφεξῆς διηγῶμαι περί τε τῶν ἄλλων τῶν πεπραγμένων καὶ τῶν ἐπιτηδευμάτων τῶν περὶ τὸν πόλεμον, οἷς οἱ πρόγονοι χρώμενοι τῶν τε βαρβάρων περιεγένοντο καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμησαν, οὐκ ἔστιν ὅπως οὐ2 φήσουσί τινές με διεξιέναι τοὺς νόμους οὓς Λυκοῦργος μὲν ἔθηκε, Σπαρτιᾶται δʼ αὐτοῖς χρώμενοι τυγχάνουσιν.

然而,在我就这些事情稍作交代之前,就连它们我也不应先行论及。因为如果我无视那些除了挑剔之外别无他能之人的指责,按顺序叙述其他已成之功业以及关于战争的各种制度——先祖正是凭借这些制度战胜了异族并在希腊人中赢得了声誉——那么必然有人会声称我是在详述莱库古所立且斯巴达人至今仍在沿用的那些法律。

§153

ἐγὼ δʼ ὁμολογῶ μὲν ἐρεῖν πολλὰ τῶν ἐκεῖ καθεστώτων, οὐχ ὡς Λυκούργου τι τούτων εὑρόντος ἢ διανοηθέντος, ἀλλʼ ὡς μιμησαμένου3 τὴν διοίκησιν ὡς δυνατὸν ἄριστα τὴν τῶν προγόνων τῶν ἡμετέρων, καὶ τήν τε δημοκρατίαν καταστήσαντος παρʼ αὐτοῖς τὴν ἀριστοκρατίᾳ μεμιγμένην, ἥπερ ἦν παρʼ ἡμῖν, καὶ τὰς ἀρχὰς οὐ κληρωτὰς ἀλλʼ αἱρετὰς ποιήσαντος, καὶ τῶν γερόντων αἵρεσιν τῶν ἐπιστατούντων ἅπασι τοῖς πράγμασι μετὰ τοσαύτης σπουδῆς ποιεῖσθαι νομοθετήσαντος, μεθʼ ὅσης πέρ φασι καὶ τοὺς ἡμετέρους περὶ τῶν εἰς Ἄρειον πάγον ἀναβήσεσθαι μελλόντων, ἔτι δὲ καὶ τὴν δύναμιν αὐτοῖς περιθέντος τὴν αὐτήν, ἥνπερ ᾔδει καὶ τὴν βουλὴν ἔχουσαν τὴν παρʼ ἡμῖν.

但我承认,我固然会谈到斯巴达现行制度中的许多内容,但这并非由于莱库古发明或构想了其中任何一项,而是由于他尽可能完美地模仿了我们先祖的治理方式,在斯巴达人那里确立了与贵族制相混合的民主制(正如我们这里曾经存在的那样),并将官职定为选举产生而非抽签决定;并且他立法规定,统理一切事务的长老的推选,必须以极其谨慎的态度进行,正如人们所说我们先祖对待将要进入阿莱奥帕古斯山议事会的人所持的那种郑重态度一样;此外,他还赋予他们完全相同的权力,即他所知我们城邦的议事会同样拥有的权力。

语法注3 条
  1. 147τῆς τῶν μὲν τοιούτων πραγματειῶν ἀτέλειαν τῷ δήμῳ διδούσης

    由前文的比较级(ἀληθεστέραν μηδὲ βεβαιοτέραν μηδὲ μᾶλλον ... συμφέρουσαν)所支配的比较属格。冠词 τῆς 指代前文的阴性名词 δημοκρατίαν,意为“比起那种赋予……的民主制”。此处并非属格绝对结构,而是作为比较的第二项。

  2. 152οὐκ ἔστιν ὅπως οὐ

    通过双重否定表示强烈肯定的习惯表达:字面为“不可能不是……”,即“必然”、“毫无疑问会(说)”。

  3. 153οὐχ ὡς Λυκούργου τι τούτων εὑρόντος ἢ διανοηθέντος, ἀλλʼ ὡς μιμησαμένου

    连词 ὡς 引导表示主观理由的属格分词结构,形成 οὐχ ὡς ... ἀλλʼ ὡς ...(“并非由于莱库古发明了……,而是由于他模仿了……”)的对比。后文的 μιμησαμένου、καταστήσαντος 和 ποιήσαντος 均为属格分词,与省略的逻辑主语(即莱库古)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:147-154