← 伊索克拉底

泛雅典娜节演说

§139-146

任人唯德的官职选拔与健全法制

雅典民众排斥败坏的演说家并任用有德之人,制定了简明一致的法律,并将官职视为伴随重责的崇高奉仕而非牟利之具。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§139

ἃ μαθὼν ὁ δῆμος οὐκ ἐπελάθετο διὰ τὴν μεταβολήν, ἀλλὰ μᾶλλον τούτῳ προσεῖχεν ἢ τοῖς ἄλλοις, ὅπως λήψεται τοὺς ἡγεμόνας δημοκρατίας μὲν ἐπιθυμοῦντας, τὸ δʼ ἦθος τοιοῦτον ἔχοντας οἷόν περ οἱ πρότερον ἐπιστατοῦντες αὐτῶν, καὶ μὴ λήσουσι σφᾶς αὐτοὺς κυρίους ἁπάντων τῶν κοινῶν καταστήσαντες1 οἷς οὐδεὶς ἂν οὐδὲν τῶν ἰδίων ἐπιτρέψειεν, μηδὲ περιόψονται πρὸς τὰ τῆς πόλεως προσιόντας τοὺς ὁμολογουμένως ὄντας πονηρούς, μηδʼ ἀνέξονται τὴν φωνὴν τῶν τὰ μὲν σώματα τὰ σφέτερʼ αὐτῶν ἐπονειδίστως διατιθεμένων, συμβουλεύειν δὲ τοῖς ἄλλοις ἀξιούντων ὃν τρόπον τὴν πόλιν διοικοῦντες σωφρονοῖεν ἂν καὶ βέλτιον πράττοιεν, μηδὲ τῶν ἃ μὲν παρὰ τῶν πατέρων παρέλαβον εἰς αἰσχρὰς ἡδονὰς ἀνηλωκότων, ἐκ δὲ τῶν κοινῶν ταῖς ἰδίαις ἀπορίαις βοηθεῖν ζητούντων, μηδὲ τῶν πρὸς χάριν μὲν ἀεὶ λέγειν γλιχομένων, εἰς πολλὰς δʼ ἀηδίας καὶ λύπας τοὺς πειθομένους ἐμβαλλόντων, ἀλλὰ τούς τε τοιούτους ἅπαντας ἀπείργειν ἀπὸ τοῦ συμβουλεύειν ἕκαστος οἰήσεται δεῖν, καὶ πρὸς τούτοις ἐκείνους, τοὺς τὰ μὲν τῶν ἄλλων κτήματα τῆς πόλεως εἶναι φάσκοντας, τὰ δὲ ταύτης ἴδια κλέπτειν καὶ διαρπάζειν τολμῶντας, καὶ φιλεῖν μὲν τὸν δῆμον προσποιουμένους, ὑπὸ δὲ τῶν ἄλλων ἁπάντων αὐτὸν μισεῖσθαι ποιοῦντας, καὶ λόγῳ μὲν δεδιότας ὑπὲρ τῶν Ἑλλήνων, ἔργῳ δὲ λυμαινομένους καὶ συκοφαντοῦντας καὶ διατιθέντας αὐτοὺς οὕτω πρὸς ἡμᾶς, ὥστε τῶν πόλεων τὰς εἰς τὸν πόλεμον καθισταμένας ἥδιον ἂν καὶ θᾶττον ἐνίας εἰσδέξασθαι τοὺς πολιορκοῦντας ἢ τὴν παρʼ ἡμῶν βοήθειαν. ἀπείποι δʼ ἄν τις γράφων, εἰ πάσας τὰς κακοηθείας καὶ πονηρίας ἐξαριθμεῖν ἐπιχειρήσειεν.

民众学得这一点后,并没有因体制的更迭而将其遗忘,而是比其他任何事情都更加注意以下这点:他们要选取既渴望民主、又具有宛如从前统理他们之人那般品性的领导者;并且不要在不觉中把一切公共事务的支配权托付给那些无人愿把任何私人事务托付给他们的人;也不放任公认奸恶之徒接近城邦事务;不容忍那些可耻地对待自己肉体、却自视有资格建议他人以何种方式治理城邦便能保持节制并过得更好的人发言;不容忍那些把从父辈继承的家业挥霍于可耻享乐、进而谋求用公款救济自己私下拮据的人;也不容忍那些一味迎合取悦、却把服从他们之人推入无尽痛苦与悲伤之中的人;相反,每个人都应认为有必要阻止所有此类人进言,并且除他们之外,还要阻止那些声称他人的财产属于城邦、却胆敢窃取和抢掠城邦自身财产的人,那些表面装作热爱民众、实则使民众遭到所有其他人怨恨的人,以及口头上声称为希腊同胞担忧,行动上却肆意践踏、诬告并使希腊人对我们产生敌意的人,以至于在陷入战事的城邦中,有些城邦宁愿更快、更乐意迎进围攻者,也不愿接受我们施予的援助。如果有人企图把他们所有狡诈险恶的行径一一列举出来,作者写下去必定会精疲力竭。

§143

ἃς ἐκεῖνοι μισήσαντες καὶ τοὺς ἔχοντας αὐτάς, ἐποιοῦντο συμβούλους καὶ προστάτας οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς βελτίστους καὶ φρονιμωτάτους καὶ κάλλιστα βεβιωκότας, καὶ τοὺς αὐτοὺς τούτους στρατηγοὺς ᾑροῦντο καὶ πρέσβεις, εἴ που δεήσειεν, ἔπεμπον, καὶ πάσας τὰς ἡγεμονίας τὰς τῆς πόλεως αὐτοῖς παρεδίδοσαν, νομίζοντες τοὺς ἐπὶ τοῦ βήματος βουλομένους καὶ δυναμένους τὰ βέλτιστα συμβουλεύειν, τούτους καὶ καθʼ αὑτοὺς γενομένους ἐν ἅπασι τοῖς τόποις καὶ περὶ ἁπάσας τὰς πράξεις τὴν αὐτὴν γνώμην ἕξειν· ἅπερ αὐτοῖς συνέβαινεν.

前人厌弃这些恶劣品质以及具有这些品质的人,他们所选立的谋士和领袖不是泛泛之辈,而是最优秀、最明智且生活过得最无可挑剔的人;他们选拔这些人担任将领,并在有需要时派他们出使,将城邦的所有领导权都交托给他们,因为他们深信,那些在讲坛上愿意且能够进献良言的人,在独处之时、在所有地方以及在一切行动中,也会秉持同样的操守——而事实也正是如此。

§144

διὰ γὰρ τὸ ταῦτα γιγνώσκειν ἐν ὀλίγαις ἡμέραις ἑώρων τούς τε νόμους ἀναγεγραμμένους, οὐχ ὁμοίους τοῖς νῦν κειμένοις, οὐδὲ τοσαύτης ταραχῆς καὶ τοσούτων ἐναντιώσεων μεστοὺς ὥστε μηδένʼ ἂν δυνηθῆναι2 συνιδεῖν μήτε τοὺς χρησίμους μήτε τοὺς ἀχρήστους αὐτῶν, ἀλλὰ πρῶτον μὲν ὀλίγους, ἱκανοὺς δὲ τοῖς χρῆσθαι μέλλουσι καὶ ῥᾳδίους συνιδεῖν, ἔπειτα δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς ὁμολογουμένους, καὶ μᾶλλον ἐσπουδασμένους τοὺς περὶ τῶν κοινῶν ἐπιτηδευμάτων ἢ τοὺς περὶ τῶν ἰδίων συμβολαίων, οἵους περ εἶναι χρὴ παρὰ τοῖς καλῶς πολιτευομένοις.

因为怀有这种认识,他们在短短几天内就看到了编纂成文的法律——这些法律既不像如今现行的法律,也不充满让人根本无法分辨其中何者有用何者无用的巨大混乱与重重矛盾,而是首先数量极少,但对于将要使用它们的人而言已足够且易于理解;其次公正、有利且彼此一致,并且关涉公共风尚的法律比关涉私人契约的法律更为审慎周详,正如在政治优良的国家中所应具备的那样。

§145

περὶ δὲ τοὺς αὐτοὺς χρόνους καθίστασαν ἐπὶ τὰς ἀρχὰς τοὺς προκριθέντας ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, οὐ περιμαχήτους αὐτὰς ποιήσαντες οὐδʼ ἐπιθυμίας ἀξίας, ἀλλὰ πολὺ μᾶλλον λειτουργίαις ὁμοίας ταῖς ἐνοχλούσαις μὲν οἷς ἂν προσταχθῶσι, τιμὴν δέ τινα περιτιθείσαις αὐτοῖς· ἔδει γὰρ τοὺς ἄρχειν αἱρεθέντας τῶν τε κτημάτων τῶν ἰδίων ἀμελεῖν,3 καὶ τῶν λημμάτων τῶν εἰθισμένων δίδοσθαι ταῖς ἀρχαῖς ἀπέχεσθαι μηδὲν ἧττον ἢ τῶν ἱερῶν ʽἃ τίς ἂν ἐν τοῖς νῦν καθεστῶσιν ὑπομείνειεν;ʼ, καὶ τοὺς μὲν ἀκριβεῖς περὶ ταύτας γιγνομένους μετρίως ἐπαινεθέντας ἐφʼ ἑτέραν ἐπιμέλειαν τάττεσθαι τοιαύτην, τοὺς δὲ καὶ μικρὸν παραβάντας ταῖς ἐσχάταις αἰσχύναις καὶ μεγίσταις ζημίαις περιπίπτειν· ὥστε μηδένα τῶν πολιτῶν ὥσπερ νῦν διακεῖσθαι πρὸς τὰς ἀρχάς, ἀλλὰ μᾶλλον τότε ταύτας φεύγειν ἢ νῦν διώκειν,

大约在同一时期,他们将各部族成员和区民预先选拔的人任命为官吏,他们并没有把官职变成众人争夺或值得垂涎的事物,而是使其更类似于公共公益劳役,对被指派的人来说虽甚为劳烦,却能为其带来某种荣誉。因为当选为官者必须忽视自己的私人财产,并且对惯常发给官吏的进项须严加戒绝,丝毫不亚于戒绝圣物(而在当今世道下,谁又肯忍受这种事呢?);并且那些在此类职务上克尽职守的人,在受到适度赞扬后会被派往另一项类似的管辖之职,而稍有违背者则会招致极端的耻辱与最重大的惩处。因此,没有哪个公民像现在这样对待官职,相反,当时他们躲避官职的程度比现在追逐官职的程度更甚,

语法注3 条
  1. 139ὅπως λήψεται ... καὶ μὴ λήσουσι ... καταστήσαντες

    此处是解释前文 μᾶλλον τούτῳ προσεῖχεν ἢ τοῖς ἄλλοις 中指示代词 τούτῳ 具体内容的努力/目的从句的起始。连词 ὅπως 引导将来时直陈式(λήψεται, λήσουσι),并统领后续并列的动词(μηδὲ περιόψονται, μηδʼ ἀνέξονται, οἰήσεται δεῖν)。其中 μὴ λήσουσι σφᾶς αὐτοὺς ... καταστήσαντες 是动词 λανθάνω 与反身代词及分词搭配的句式,意为“以免他们不知不觉间使自己……”。

  2. 144ὥστε μηδὲν ἂν δυνηθῆναι

    这是由 ὥστε 引导的结果从句,其中包含表示潜能的小品词 ἄν 和不定式 δυνηθῆναι。该结构相当于原句中带有 ἄν 的祈愿语气或过去直陈式的间接引述形式,表示假定或潜在的结果,即“以至于没有任何人能够看清……”。

  3. 145ἔδει γὰρ τοὺς ἄρχειν αἱρεθέντας τῶν τε κτημάτων τῶν ἰδίων ἀμελεῖν

    非人称动词 ἔδει 统领由不定式复合构成的长句(τοὺς ... αἱρεθέντας ... ἀμελεῖν ... ἀπέχεσθαι),其支配范围一直延伸到后文由 τοὺς μὲν 与 τοὺς δὲ 引领的并列不定式 τάττεσθαι 与 περιπίπτειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:139-146