- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:132-138
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出三种基本政体的优劣取决于领导者的品质,随后进入将先祖政体与斯巴达政体进行比较阐述的主题,并提出政体即城邦灵魂的主张。
ἐγὼ δὲ φημὶ τὰς μὲν ἰδέας τῶν πολιτειῶν τρεῖς εἶναι μόνας, ὀλιγαρχίαν, δημοκρατίαν, μοναρχίαν, τῶν δʼ ἐν ταύταις οἰκούντων ὅσοι μὲν εἰώθασιν ἐπὶ τὰς ἀρχὰς καθιστάναι καὶ τὰς ἄλλας πράξεις τοὺς ἱκανωτάτους τῶν πολιτῶν καὶ τοὺς μέλλοντας ἄριστα καὶ δικαιότατα τῶν πραγμάτων ἐπιστατήσειν, τούτους μὲν ἐν ἁπάσαις ταῖς πολιτείαις καλῶς οἰκήσειν καὶ πρὸς σφᾶς αὐτοὺς καὶ πρὸς τοὺς ἄλλους·
但我主张,政体的形式只有三种:寡头制、民主制和君主制。在生活于这些政体下的人中,凡是习惯于任用公民中最有才干者以及最能优异且公正地统理政务者来担任官职和处理其他实务的人,在所有政体下,无论在彼此相处上还是对待他人上,都能过上良好的城邦生活。
τοὺς δὲ1 τοῖς θρασυτάτοις καὶ πονηροτάτοις ἐπὶ ταῦτα χρωμένους, καὶ τῶν μὲν τῇ πόλει συμφερόντων μηδὲν φροντίζουσιν, ὑπὲρ δὲ τῆς αὑτῶν πλεονεξίας ἑτοίμοις οὖσιν ὁτιοῦν πάσχειν, τὰς δὲ τούτων πόλεις ὁμοίως οἰκήσεσθαι ταῖς τῶν προεστώτων πονηρίαις· τοὺς δὲ μήθʼ οὕτω μήθʼ ὡς πρότερον εἶπον, ἀλλʼ ὅταν μὲν θαρρῶσι, τούτους μάλιστα τιμῶντας, τοὺς πρὸς χάριν λέγοντας, ὅταν δὲ δείσωσιν, ἐπὶ τοὺς βελτίστους καὶ φρονιμωτάτους καταφεύγοντας, τοὺς δὲ τοιούτους ἐναλλὰξ τοτὲ μὲν χεῖρον τοτὲ δὲ βέλτιον πράξειν.
相反,至于那些任用最鲁莽、最奸恶,且对城邦的利益毫不关心、为了自身的贪欲甘愿经受任何后果之人担任这些职位的人,他们的城邦在治理上便会与其掌权者的奸恶相符;而至于那些既不如此行事也不如我先前所说那样行事,而是在无所畏惧时最尊崇说迎合取悦之言者,在恐惧不安时才逃往最优秀、最明智之人那里寻求庇护的人,这样的人便会交替地时而境况变差,时而变好。
αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν πολιτειῶν οὕτως ἔχουσιν, ἡγοῦμαι δὲ ταῦτα μὲν ἑτέροις πολὺ πλείους λόγους παρέξειν τῶν νῦν εἰρημένων, ἐμοὶ δʼ οὐκέτι περὶ ἁπασῶν αὐτῶν εἶναι διαλεκτέον, ἀλλὰ περὶ μόνης τῆς τῶν προγόνων· ταύτην γὰρ ὑπεσχόμην ἐπιδείξειν σπουδαιοτέραν καὶ πλειόνων ἀγαθῶν αἰτίαν οὖσαν τῆς ἐν Σπάρτῃ καθεστηκυίας.
诸政体的本性与效能大体便是如此;我认为这些问题虽会为他人提供远比现在所说的更多的论题,但对我自己而言,却不必再论述所有的政体,而只需论述我们先祖的政体。因为我曾承诺要证明,这种政体比斯巴达所确立的政体更具价值,且是更多善举的渊源。
ἔσται δʼ ὁ λόγος τοῖς μὲν ἡδέως ἂν ἀκούσασι πολιτείαν χρηστὴν ἐμοῦ διεξιόντος οὔτʼ ὀχληρὸς οὔτʼ ἄκαιρος, ἀλλὰ σύμμετρος καὶ προσήκων τοῖς πρότερον εἰρημένοις, τοῖς δὲ2 μὴ χαίρουσι τοῖς μετὰ πολλῆς σπουδῆς εἰρημένοις, ἀλλὰ τοῖς ἐν ταῖς πανηγύρεσι μάλιστα μὲν λοιδορουμένοις, ἢν δʼ ἀπόσχωνται τῆς μανίας ταύτης, ἐγκωμιάζουσιν ἢ τὰ φαυλότατα τῶν ὄντων ἢ τοὺς παρανομωτάτους τῶν γεγενημένων, τούτοις δʼ αὐτὸν οἶμαι δόξειν πολὺ μακρότερον εἶναι τοῦ δέοντος.
对于那些乐意听我详述一种优良政体的人来说,这篇言论既不会令人厌烦,也不会不合时宜,而是匀称得当,并与前文所述相称;但对于那些不喜欢带着严肃热忱所说之话,反倒在节日盛会中特别沉溺于辱骂,或者即便脱离这种疯狂,也去赞美现存事物中最微不足道者或既往之人中最肆意妄为者的人来说,我认为他们会觉得这篇言论远远长于所需。
ἐμοὶ δὲ τῶν μὲν τοιούτων ἀκροατῶν οὐδὲν πώποτʼ ἐμέλησεν, οὐδὲ τοῖς ἄλλοις τοῖς εὖ φρονοῦσιν, ἐκείνων δὲ τῶν ἅ τε προεῖπον πρὸ ἅπαντος τοῦ λόγου μνημονευσόντων, τῷ τε πλήθει τῶν λεγομένων οὐκ ἐπιτιμησόντων, οὐδʼ ἢν μυρίων ἐπῶν ᾖ τὸ μῆκος, ἀλλʼ ἐφʼ αὑτοῖς εἶναι νομιούντων τοσοῦτον ἀναγνῶναι μέρος καὶ διελθεῖν ὁπόσον ἂν αὐτοὶ βουληθῶσιν, πάντων δὲ μάλιστα τῶν οὐδενὸς ἂν ἥδιον ἀκουόντων ἢ λόγου διεξιόντος ἀνδρῶν ἀρετὰς καὶ πόλεως τρόπον καλῶς οἰκουμένης, ἅπερ εἰ μιμήσασθαί τινες βουληθεῖεν καὶ δυνηθεῖεν, αὐτοί τʼ ἂν ἐν μεγάλῃ δόξῃ τὸν βίον διαγάγοιεν καὶ τὰς πόλεις τὰς αὑτῶν εὐδαίμονας ποιήσειαν. οἵους μὲν οὖν εὐξαίμην ἂν εἶναι τοὺς ἀκουσομένους τῶν ἐμῶν, εἴρηκα, δέδοικα δὲ μὴ τοιούτων γενομένων πολὺ καταδεέστερον εἴπω τῶν πραγμάτων περὶ ὧν μέλλω ποιεῖσθαι τοὺς λόγους. ὅμως δʼ οὕτως ὅπως ἂν οἷός τʼ ὦ πειράσομαι διαλεχθῆναι περὶ αὐτῶν.
而我却从未关心过此类听众,其他有见识的人也同样不关心;我关心的反倒是那些会铭记我在整个言论之前所作说明的人,他们不会因所说内容的篇幅而加以责难,即便篇幅长达万行,而是认为阅读和研读自己所希望的篇幅全凭他们自愿;最重要的是,我关心那些最乐于听到详述人的德行与治理良好的城邦风范之言论的人,如果有人愿意并且能够效仿这些,他们自己便会在极大的声誉中度过一生,并使他们自己的城邦繁荣幸福。那么,我祈愿聆听我言论的人是何种人,我已经说明了;但我担心,即便有这样的人在场,我所讲的也会远远逊色于我将要论述的事物。尽管如此,我仍将尽己所能尝试论述它们。
τοῦ μὲν οὖν διαφερόντως τῶν ἄλλων οἰκεῖσθαι τὴν πόλιν ἡμῶν κατʼ ἐκεῖνον τὸν χρόνον δικαίως ἂν ἐπενέγκοιμεν τὴν αἰτίαν τοῖς βασιλεύσασιν αὐτῆς, περὶ ὧν ὀλίγῳ πρότερον διελέχθην. ἐκεῖνοι γὰρ ἦσαν οἱ παιδεύσαντες τὸ πλῆθος ἐν ἀρετῇ καὶ δικαιοσύνῃ καὶ πολλῇ σωφροσύνῃ, καὶ διδάξαντες ἐξ ὧν διῴκουν, ἅπερ ἐγὼ φανείην ἂν ὕστερον εἰρηκὼς ἢ κεῖνοι πράξαντες,3 ὅτι πᾶσα πολιτεία ψυχὴ πόλεώς ἐστι, τοσαύτην ἔχουσα δύναμιν ὅσην περ ἐν σώματι φρόνησις· αὕτη γάρ ἐστιν ἡ βουλευομένη περὶ ἁπάντων, καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττουσα, τὰς δὲ συμφορὰς διαφεύγουσα, καὶ πάντων αἰτία τῶν ταῖς πόλεσι συμβαινόντων.
那么,关于我们的城邦在那个时代比其他城邦更优异地得到治理的原因,我们理应将其归功于它的历代君王,关于他们我刚刚作过论述。因为正是他们在德行、正义和极大的节制中教化了大众,并通过他们治理的方式教导大众——这或许显得是我在事后用言语说出,而他们早在行动中践行了——即:每一个政体都是城邦的灵魂,具有如同身体中的明智一样的力量;因为正是它对一切事务进行谋划,维护善事,规避灾祸,并且是一切降临于城邦之事的原因。
- 132τῶν δʼ ἐν ταύταις οἰκούντων ὅσοι μὲν εἰώθασιν ... τοὺς δὲ ... τοὺς δὲ ...
在由动词 φημί(“我主张”)所统摄的长篇带宾格的不定式结构中,依据选任领袖方式的不同而对三种统治类型进行了对比。第一类由关系从句 ὅσοι μὲν ... 引导,承接代词宾格与不定式 τούτους μὲν ... καλῶς οἰκήσειν,结构严整;但第二类以宾格分词 τοὺς δὲ ... χρωμένους(“那些任用……之人”)开端,主语却转换为了 τὰς δὲ τούτων πόλεις(“他们的城邦”),后接被动不定式 οἰκήσεσθαι,形成了破格句(anacoluthon);第三类 τοὺς δὲ μήθʼ ... 则恢复为以人为主语的宾格 τοὺς δὲ τοιούτους ... πράξειν。
- 134ἐμοὶ δὲ τῶν μὲν τοιούτων ἀκροατῶν οὐδὲν πώποτʼ ἐμέλησεν ... ἐκείνων δὲ
非人称动词 μέλει(此处为不定过去时 ἐμέλησεν)接表示关切之人的与格(ἐμοί)和表示关切对象的属格(τῶν μὲν τοιούτων ἀκροατῶν)。在后半句的对比分句 ἐκείνων δὲ 中,谓语被省略,但属格 ἐκείνων τῶν ... μνημονευσόντων 承接前文 μέλει 的含义,充当其所关心的对象(即“而关于那些将铭记……的人,我则是关心的”)。
- 138ἅπερ ἐγὼ φανείην ἂν ὕστερον εἰρηκὼς ἢ κεῖνοι πράξαντες
这是由 ἄν 与希求式 φανείην 以及补充性分词 εἰρηκώς 构成的潜在语气结构(“这或许显得是我所说出的”)。比较级 ὕστερον ... ἤ(“晚于……”)将说话者在言语上进行系统表述的时间,与先祖们在行动(πράξαντες)中躬行实践的时间先后面貌进行了对照。
