← 伊索克拉底

泛雅典娜节演说

§124-131

雅典王统传承与忒修斯创立民主制

伊索克拉底赞颂雅典先祖的原住民血统以及从厄里克托尼俄斯至忒修斯连绵不绝的稳固王统,并叙述了忒修斯如何主动放弃王权而建立起一种推崇贵族精英治理的优良民主制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§124

οὕτω γὰρ ὁσίως καὶ καλῶς καὶ τὰ περὶ τὴν πόλιν καὶ τὰ περὶ σφᾶς αὐτοὺς διῴκησαν, ὥσπερ προσῆκον ἦν τοὺς ἀπὸ θεῶν μὲν γεγονότας, πρώτους δὲ καὶ πόλιν οἰκήσαντας καὶ νόμοις χρησαμένους, ἅπαντα δὲ τὸν χρόνον ἠσκηκότας εὐσέβειαν μὲν περὶ τοὺς θεοὺς δικαιοσύνην δὲ περὶ τοὺς ἀνθρώπους, ὄντας δὲ μήτε μιγάδας μήτʼ ἐπήλυδας, ἀλλὰ μόνους αὐτόχθονας τῶν Ἑλλήνων, καὶ ταύτην ἔχοντας τὴν χώραν τροφὸν ἐξ ἧς περ ἔφυσαν, καὶ στέργοντας αὐτὴν ὁμοίως ὥσπερ οἱ βέλτιστοι τοὺς πατέρας καὶ τὰς μητέρας τὰς αὑτῶν, πρὸς δὲ τούτοις οὕτω θεοφιλεῖς ὄντας, ὥσθʼ ὃ δοκεῖ χαλεπώτατον εἶναι καὶ σπανιώτατον, εὑρεῖν τινας τῶν οἴκων τῶν τυραννικῶν καὶ βασιλικῶν ἐπὶ τέτταρας ἢ πέντε γενεὰς διαμείναντας, καὶ τοῦτο συμβῆναι μόνοις ἐκείνοις.1 Ἐριχθόνιος μὲν γὰρ ὁ φὺς ἐξ Ἡφαίστου καὶ Γῆς παρὰ Κέκροπος ἄπαιδος ὄντος ἀρρένων παίδων τὸν οἶκον καὶ τὴν βασιλείαν παρέλαβεν· ἐντεῦθεν δʼ ἀρξάμενοι πάντες οἱ γενόμενοι μετʼ ἐκεῖνον, ὄντες οὐκ ὀλίγοι, τὰς κτήσεις τὰς αὑτῶν καὶ τὰς δυναστείας τοῖς αὑτῶν παισὶ παρέδοσαν μέχρι Θησέως. περὶ οὗ πρὸ πολλοῦ ἂν ἐποιησάμην μὴ διειλέχθαι πρότερον2 περὶ τῆς ἀρετῆς καὶ τῶν πεπραγμένων αὐτῷ· πολὺ γὰρ ἂν μᾶλλον ἥρμοσεν ἐν τῷ λόγῳ τῷ περὶ τῆς πόλεως διελθεῖν περὶ αὐτῶν. ἀλλὰ γὰρ χαλεπὸν ἦν, μᾶλλον δʼ ἀδύνατον, τὰ κατʼ ἐκεῖνον ἐπελθόντα τὸν χρόνον εἰς τοῦτον ἀποθέσθαι τὸν καιρόν, ὃν οὐ προῄδειν ἐσόμενον. ἐκεῖνα μὲν οὖν ἐάσομεν, ἐπειδὴ πρὸς τὸ παρὸν αὐτοῖς κατεχρησάμην, μιᾶς δὲ μόνον μνησθήσομαι πράξεως, ᾗ συμβέβηκε μήτʼ εἰρῆσθαι πρότερον μήτε πεπρᾶχθαι μηδʼ ὑφʼ ἑνὸς ἄλλου πλὴν ὑπὸ Θησέως, σημεῖον δʼ εἶναι μέγιστον τῆς ἀρετῆς τῆς ἐκείνου καὶ φρονήσεως.

事实上,他们不仅极其敬虔且优异地治理了城邦的事务,也同样治理了自身的事务,正如那些出身于神明、最早居住在城邦并施行法律、始终在全时期内对神明修习虔敬、对人类修习正义的人所应有的那样;他们既非混杂之民,亦非外来移民,而是希腊人中唯一的原住民,以他们所由出生的这片土地为哺育者,并如同最优秀的人珍爱自己的父母那样珍爱这片土地;此外,他们如此受到神明的眷顾,以至于那被认为最困难且最罕见的事——即发现有任何僭主或国王的家族能够延续四五代之久——甚至连这也唯独降临在他们身上。因为由赫淮斯托斯与大地所生的厄里克托尼俄斯,从没有男性后嗣的刻克洛普斯那里继承了家业和王权;从他开始,后继的所有君王,虽然为数不少,都将自己的产业和统治权代代相传给自己的子嗣,直至忒修斯。关于忒修斯,我本愿付出极大的代价,以求此前未曾论述过他的德性与功绩;因为在关于城邦的这篇演说中详述这些事情原本要相称得多。然而,要把在那个时候想到的事情留存到如今这个我未曾预料会出现的时刻,是极其困难的,或者更确切地说是绝不可能的。因此,那些事情就随它去吧,既然我为了当时的目的已经用尽了它们;但我仅提及一件行为,此举此前既未被论及,除了忒修斯之外也从未被任何其他人践行过,并且这是他的德性与明智的最伟大明证。

§128

ἔχων γὰρ βασιλείαν ἀσφαλεστάτην καὶ μεγίστην, ἐν ᾗ πολλὰ καὶ καλὰ διαπεπραγμένος ἦν καὶ κατὰ πόλεμον καὶ περὶ διοίκησιν τῆς πόλεως, ἅπαντα ταῦθʼ ὑπερεῖδεν, καὶ μᾶλλον εἵλετο τὴν δόξαν τὴν ἀπὸ τῶν πόνων καὶ τῶν ἀγώνων εἰς ἅπαντα τὸν χρόνον μνημονευθησομένην ἢ τὴν ῥᾳθυμίαν καὶ τὴν εὐδαιμονίαν τὴν διὰ τὴν βασιλείαν ἐν τῷ παρόντι γιγνομένην.

因为他虽然掌握着最稳固、最庞大的王国,并在其中无论在战事上还是在城邦治理上都建立了丰功伟绩,但他轻视了这一切,宁愿选择由辛劳与斗争所带来的、将万世流芳的荣耀,而不愿选择由于王权而在当下所获得的安逸与福祉。

§129

καὶ ταῦτʼ ἔπραξεν οὐκ ἐπειδὴ πρεσβύτερος γενόμενος ἀπολελαυκὼς ἦν τῶν ἀγαθῶν τῶν παρόντων, ἀλλʼ ἀκμάζων, ὡς λέγεται, τὴν μὲν πόλιν διοικεῖν τῷ πλήθει παρέδωκεν, αὐτὸς δʼ ὑπὲρ ταύτης τε καὶ τῶν ἄλλων Ἑλλήνων διετέλει κινδυνεύων.

而且他做这些事,并不是因为年纪渐长并已享尽当下的好处,而是在年富力强之时——正如人们所说——将城邦的治理权交托给了民众,自己则为了这座城邦以及其他希腊人继续甘冒艰险。

§130

περὶ μὲν οὖν τῆς Θησέως ἀρετῆς νῦν μὲν ὡς οἷόν τʼ ἦν ἀνεμνήσαμεν, πρότερον δʼ ἁπάσας αὐτοῦ τὰς πράξεις οὐκ ἀμελῶς διήλθομεν· περὶ δὲ τῶν παραλαβόντων τὴν τῆς πόλεως διοίκησιν, ἣν ἐκεῖνος παρέδωκεν, οὐκ ἔχω τίνας ἐπαίνους εἰπὼν ἀξίους ἂν εἴην εἰρηκὼς τῆς ἐκείνων διανοίας.3 οἵτινες ἄπειροι πολιτειῶν ὄντες, οὐ διήμαρτον αἱρούμενοι τῆς ὑπὸ πάντων ἂν ὁμολογηθείσης οὐ μόνον εἶναι κοινοτάτης καὶ δικαιοτάτης, ἀλλὰ καὶ συμφορωτάτης ἅπασι καὶ τοῖς χρωμένοις ἡδίστης.

关于忒修斯的德性,我们现在已在可能范围内予以了回顾,此前也曾非不用心地详述了他所有的功绩;但关于那些接管了他所移交的城邦治理权的人,我不知道说出怎样的赞辞才能与他们的心志相称。他们在对政体毫无经验的情况下,在抉择中并未犯错,选定了那被所有人公认不仅最为公正平允,而且对所有人最有利、对实行者最惬意的政体。

§131

κατεστήσαντο γὰρ δημοκρατίαν οὐ τὴν εἰκῇ πολιτευομένην, καὶ νομίζουσαν τὴν μὲν ἀκολασίαν ἐλευθερίαν εἶναι, τὴν δʼ ἐξουσίαν ὅ τι βούλεταί τις ποιεῖν εὐδαιμονίαν, ἀλλὰ τὴν τοῖς τοιούτοις μὲν ἐπιτιμῶσαν, ἀριστοκρατίᾳ δὲ χρωμένην· ἣν οἱ μὲν πολλοὶ χρησιμωτάτην οὖσαν ὥσπερ τὴν ἀπὸ τῶν τιμημάτων ἐν ταῖς πολιτείαις ἀριθμοῦσιν, οὐ διʼ ἀμαθίαν ἀγνοοῦντες, ἀλλὰ διὰ τὸ μηδὲν πώποτʼ αὐτοῖς μελῆσαι τῶν δεόντων.

因为他们所建立的民主制,并非随意施政、将放肆视为自由、将为所欲为的特权视为幸福的民主制,而是谴责此类行径并运用贵族制精英治理的民主制;尽管它〔贵族制〕最为有用,大多数人却像对待基于财产资格的政体那样把它列入诸政体之中,他们对此有所不知并非出于缺乏见识,而是由于从未关心过任何必要的事物。

语法注3 条
  1. 125ὥσθʼ ὃ δοκεῖ χαλεπώτατον εἶναι καὶ σπανιώτατον, εὑρεῖν τινας τῶν οἴκων τῶν τυραννικῶν καὶ βασιλικῶν ἐπὶ τέτταρας ἢ πέντε γενεὰς διαμείναντας, καὶ τοῦτο συμβῆναι μόνοις ἐκείνοις

    在由 ὥστε 引导的结果从句中,插入了关系从句 ὃ δοκεῖ χαλεπώτατον εἶναι καὶ σπανιώτατον(“被认为最困难且最罕见的事”),紧随其后的不定式短语 εὑρεῖν... διαμείναντας(“发现……延续……”)充当关系代词 ὅ 的同格说明。随后通过 καὶ τοῦτο(“甚至连这也……”)复指前述整件事,作为不定式 συμβῆναι 的主语。

  2. 126περὶ οὗ πρὸ πολλοῦ ἂν ἐποιησάμην μὴ διειλέχθαι πρότερον

    成语 πρὸ πολλοῦ ποιοῦμαι 意为“极其看重、愿付出重金/巨大代价以求……”。此处由 ἄν 与直陈式过去时(ἐποιησάμην)结合,构成与过去事实相反的虚拟语气(“我若此前未曾论述过……真愿付出极大代价”)。否定完成时不定式 μὴ διειλέχθαι 表示此前在其他作品中已经完成的论述。

  3. 130οὐκ ἔχω τίνας ἐπαίνους εἰπὼν ἀξίους ἂν εἴην εἰρηκὼς τῆς ἐκείνων διανοίας

    动词短语 οὐκ ἔχω(“不知如何是好/不知该……”)引导间接疑问句。疑问词 τίνας ἐπαίνους 作修饰条件/手段的分词 εἰπών(“通过说出何种赞辞”)的宾语;从句谓语动词采用了迂说完成时祈愿语气加 ἄν(ἂν εἴην εἰρηκώς),表示潜在可能性:“通过说出怎样的赞辞,我才能算作说出了配得上他们心志的赞美。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:124-131