- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:115-123
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者总结了雅典人明知海军力量伴生的弊端仍为免遭斯巴达奴役而选择后世政体的原因,继而将论题上溯至远古君主制时代,将其他城邦统治者的残虐罪行与雅典先祖的卓越德性进行鲜明对比。
ὥστʼ οὐδεὶς ἂν δικαίως ἐπιτιμήσειε τοῖς ἑλομένοις αὐτήν· οὐ γὰρ διήμαρτον τῶν ἐλπίδων, οὐδʼ ἠγνόησαν οὐδὲν οὔτε τῶν ἀγαθῶν οὔτε τῶν κακῶν τῶν προσόντων ἑκατέρᾳ τῶν δυνάμεων, ἀλλʼ ἀκριβῶς ᾔδεσαν τὴν μὲν κατὰ γῆν ἡγεμονίαν ὑπʼ εὐταξίας καὶ σωφροσύνης καὶ πειθαρχίας καὶ τῶν ἄλλων τῶν τοιούτων μελετωμένην, τὴν δὲ κατὰ θάλατταν δύναμιν οὐκ ἐκ τούτων αὐξανομένην, ἀλλʼ ἔκ τε τῶν τεχνῶν τῶν περὶ τὰς ναῦς καὶ τῶν ἐλαύνειν αὐτὰς δυναμένων καὶ τῶν τὰ σφέτερα μὲν αὐτῶν ἀπολωλεκότων, ἐκ δὲ τῶν ἀλλοτρίων πορίζεσθαι τὸν βίον εἰθισμένων· ὧν εἰσπεσόντων εἰς τὴν πόλιν οὐκ ἄδηλος ἦν ὅ τε κόσμος ὁ τῆς πολιτείας τῆς πρότερον ὑπαρχούσης λυθησόμενος,1 ἥ τε τῶν συμμάχων εὔνοια ταχέως ληψομένη μεταβολήν, ὅταν οἷς πρότερον χώρας ἐδίδοσαν καὶ πόλεις, τούτους ἀναγκάζωσι συντάξεις καὶ φόρους ὑποτελεῖν, ἵνʼ ἔχωσι μισθὸν διδόναι τοῖς τοιούτοις οἵους ὀλίγῳ πρότερον εἶπον.
因此,任何人都不可能正当地指责那些选择了它的人;因为他们的期望并未落空,也没有对这两种力量各自所附带的利弊一无所知,而是确切地知晓,陆上霸权是由秩序、自制、顺从纪律以及其他此类品质所培植的,而海上力量却不是由这些品质所增强,而是来自于操船的技艺、能够划桨的人,以及那些丧失了自身家产、习惯于靠他人之物谋生的人。当这些人涌入城邦时,原先存在的政体秩序将被打破,盟友的好意将迅速发生转变,这是显而易见的——一旦他们强迫那些原先被赋予土地和城邦的人缴纳赋税和贡金,以便能有军饷发给像我刚才提到的那些人。
ἀλλʼ ὅμως οὐδὲν ἀγνοοῦντες τῶν προειρημένων ἐνόμιζον τῇ πόλει τῇ τηλικαύτῃ μὲν τὸ μέγεθος, τοιαύτην δʼ ἐχούσῃ δόξαν, λυσιτελεῖν καὶ πρέπειν ἁπάσας ὑπομεῖναι τὰς δυσχερείας μᾶλλον ἢ τὴν Λακεδαιμονίων ἀρχήν· δυοῖν γὰρ πραγμάτοιν προτεινομένοιν μὴ σπουδαίοιν, κρείττω τὴν αἵρεσιν εἶναι τοῦ δεινὰ ποιεῖν ἑτέρους ἢ πάσχειν αὐτοὺς2 καὶ τοῦ μὴ δικαίως τῶν ἄλλων ἄρχειν μᾶλλον ἢ φεύγοντας τὴν αἰτίαν ταύτην ἀδίκως Λακεδαιμονίοις δουλεύειν.
然而,尽管他们对上述情况毫无不知,但他们认为,对于一座规模如此巨大、享有如此威望的城邦而言,承受一切困厄远比承受拉刻代蒙人的统治更为有利也更为相称;因为在摆在面前的两个不良选择中,对他人施加可怕之事比自身遭受可怕之事更好,不正义地统治他人也比为了逃避这一指责而遭受拉刻代蒙人的不正义奴役更好。
ἅπερ ἅπαντες μὲν ἂν οἱ νοῦν ἔχοντες ἕλοιντο καὶ βουληθεῖεν, ὀλίγοι δʼ ἄν τινες τῶν προσποιουμένων εἶναι σοφῶν ἐρωτηθέντες οὐκ ἂν φήσαιεν.3 αἱ μὲν οὖν αἰτίαι διʼ ἃς μετέλαβον τὴν πολιτείαν τὴν ὑπό τινων ψεγομένην ἀντὶ τῆς ὑπὸ πάντων ἐπαινουμένης, διὰ μακροτέρων μὲν αὐτὰς διῆλθον, αὗται δʼ οὖν ἦσαν.
所有明达之士都会选择并渴望这些,只有少数自命有智慧的人在被问及时才会予以否认。以上便是我以较为冗长的篇幅详加叙述的、他们采纳了那受到某些人指责的政体以取代那受到所有人称赞的政体的原因。
ἤδη δὲ περὶ ἧς τε ὑπεθέμην καὶ τῶν προγόνων ποιήσομαι τοὺς λόγους, ἐκείνων τῶν χρόνων ἐπιλαβόμενος ὅτʼ οὐκ ἦν οὔτʼ ὀλιγαρχίας οὔτε δημοκρατίας ὄνομά πω λεγόμενον, ἀλλὰ μοναρχίαι καὶ τὰ γένη τὰ τῶν βαρβάρων καὶ τὰς πόλεις τὰς Ἑλληνίδας ἁπάσας διῴκουν.
现在,我将就我所提出的主题以及先祖们展开论述,从那个连寡头制或民主制的名号都尚未被提及、君主政体统治着蛮族各部族以及希腊所有城邦的时代讲起。
διὰ τοῦτο δὲ προειλόμην πορρωτέρωθεν ποιήσασθαι τὴν ἀρχήν, πρῶτον μὲν ἡγούμενος προσήκειν τοῖς ἀμφισβητοῦσιν ἀρετῆς εὐθὺς ἀπὸ γενεᾶς διαφέροντας εἶναι τῶν ἄλλων, ἔπειτʼ αἰσχυνόμενος εἰ περὶ ἀνδρῶν ἀγαθῶν μὲν οὐδὲν δέ μοι προσηκόντων πλείω διαλεχθεὶς τῶν μετρίων περὶ τῶν προγόνων τῶν τὴν πόλιν κάλλιστα διοικησάντων μηδὲ μικρὰν ποιήσομαι μνείαν, οἳ τοσοῦτον βελτίους ἐγένοντο τῶν τοιαύτας δυναστείας ἐχόντων, ὅσον περ ἄνδρες οἱ φρονιμώτατοι καὶ πραότατοι διενέγκοιεν ἂν θηρίων τῶν ἀγριωτάτων καὶ πλείστης ὠμότητος μεστῶν. τί γὰρ οὐκ ἂν εὕροιμεν τῶν ὑπερβαλλόντων ἀνοσιότητι καὶ δεινότητι πεπραγμένον ἐν ταῖς ἄλλαις πόλεσι, καὶ μάλιστʼ ἐν ταῖς μεγίσταις καὶ τότε νομιζομέναις καὶ νῦν εἶναι δοκούσαις; οὐ φόνους ἀδελφῶν καὶ πατέρων καὶ ξένων παμπληθεῖς γεγενημένους;
我之所以选择从更遥远的过去开始,首先是因为我认为追求德性之人理应从世系之初就超迈群伦;其次,若我对待虽是良善之人却与我毫无干系者已作了过多的论述,而对以最崇高方式治理我们城邦的先祖们却连轻微的提及都没有,我便会感到羞愧。他们在卓越程度上胜过那些拥有此类统治权的人,正如最明智温和的人胜过最凶猛且充斥着最大残酷的野兽一样。事实上,在其他城邦中,尤其是在当时被认为且如今仍被视为最伟大的城邦中,在渎神和可怕方面登峰造极的行为,我们有哪一样找不到呢?难道没有发生过无数起对兄弟、父亲和宾客的屠杀吗?
οὐ σφαγὰς μητέρων καὶ μίξεις καὶ παιδοποιίας ἐξ ὧν ἐτύγχανον αὐτοὶ πεφυκότες; οὐ παίδων βρῶσιν ὑπὸ τῶν οἰκειοτάτων ἐπιβεβουλευμένην; οὐκ ἐκβολὰς ὧν ἐγέννησαν, καὶ καταποντισμοὺς καὶ τυφλώσεις καὶ τοσαύτας τὸ πλῆθος κακοποιίας, ὥστε μηδένα πώποτε ἀπορῆσαι τῶν εἰθισμένων καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰσφέρειν εἰς τὸ θέατρον τὰς τότε γεγενημένας συμφοράς;
难道没有发生过弑母、与亲生母亲结合并生下后代的事情吗?难道没有发生过最至亲之人密谋吞食子女的事情吗?难道没有发生过遗弃亲生骨肉、投入大海溺死、剜去眼睛以及如此大量的罪恶行径,以至于那些习惯于每年将当年的灾祸搬上剧场的人从未缺少过题材吗?
ταῦτα δὲ διῆλθον οὐκ ἐκείνους λοιδορῆσαι βουλόμενος, ἀλλʼ ἐπιδεῖξαι παρὰ τοῖς ἡμετέροις οὐ μόνον οὐδὲν τοιοῦτον γεγενημένον· τοῦτο μὲν γὰρ ἂν σημεῖον ἦν οὐκ ἀρετῆς ἀλλʼ ὡς οὐχ ὅμοιοι τὰς φύσεις ἦσαν τοῖς ἀνοσιωτάτοις γεγενημένοις· δεῖ δὲ τοὺς ἐπιχειροῦντας καθʼ ὑπερβολήν τινας ἐπαινεῖν μὴ τοῦτο μόνον ἐπιδεικνύναι, μὴ πονηροὺς ὄντας αὐτούς, ἀλλʼ ὡς ἁπάσαις ταῖς ἀρεταῖς καὶ τῶν τότε καὶ τῶν νῦν διήνεγκαν. ἅπερ ἔχοι τις ἂν καὶ περὶ τῶν προγόνων τῶν ἡμετέρων εἰπεῖν.
我陈述这些,并非意在辱骂他们,而是为了表明在我们先祖那里不仅从未发生过任何此类事件——因为这虽非德性的证明,而只是表明他们的本性并不类似于那些犯下至极大逆不道之罪的人;然而,企图对某些人进行极高赞誉者,不应仅证明他们并非恶人,而必须证明他们在一切德性上都远胜当时和现在的人。而这正是人们同样能够用来评价我们先祖的。
- 116οὐκ ἄδηλος ἦν ὅ τε κόσμος ὁ τῆς πολιτείας τῆς πρότερον ὑπαρχούσης λυθησόμενος
此处采用人称结构替代非人称结构(οὐκ ἄδηλον ἦν ὅτι...);主语 ὅ τε κόσμος 采用主格与表语形容词 ἄδηλος 一致,并搭配将来时分词 λυθησόμενος。其后并列的 ἥ τε τῶν συμμάχων εὔνοια ταχέως ληψομένη μεταβολήν 亦为主格分词结构。
- 117κρείττω τὴν αἵρεσιν εἶναι τοῦ δεινὰ ποιεῖν ἑτέρους ἢ πάσχειν αὐτοὺς
此为依附于动词 ἐνόμιζον 的带不定式宾格结构(主语为 τὴν αἵρεσιν,表语为 κρείττω)。属格冠词不定式短语 τοῦ δεινὰ ποιεῖν ἑτέρους 既可理解为界定名词 αἵρεσιν 含义的同位性/说明性属格,亦可视为由比较级 κρείττω 支配的比较属格;其后的 ἢ πάσχειν αὐτοὺς 则通过比较连词 ἤ 与该不定式直接并列对照。
- 118ὀλίγοι δʼ ἄν τινες τῶν προσποιουμένων εἶναι σοφῶν ἐρωτηθέντες οὐκ ἂν φήσαιεν
否定词 οὐ 与动词 φημί 紧密结合,构成表示否定性断言(“否定”、“说不”,即拉丁语 negare)的固定用法。全句主语为 ὀλίγοι δʼ ἄν τινες,与潜能希求法 οὐκ ἂν φήσαιεν 及充当条件状语的分词 ἐρωτηθέντες(“若被问及”)共同构成潜能条件句。
