← 伊索克拉底

泛雅典娜节演说

§1-9

暮年文风之转变与写作意图

伊索克拉底论及自己的九十四岁高龄,说明了为何由年轻时华美璀璨的修辞转向朴实精深的演说风格,并表明在论述城邦功业前,先就自身遭遇的诽谤与误解进行剖白,陈述自我的顺境与天资之局限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

νεώτερος μὲν ὢν προῃρούμην γράφειν τῶν λόγων οὐ τοὺς μυθώδεις οὐδὲ τοὺς τερατείας καὶ ψευδολογίας μεστούς, οἷς οἱ πολλοὶ μᾶλλον χαίρουσιν ἢ τοῖς περὶ τῆς αὑτῶν σωτηρίας λεγομένοις, οὐδὲ τοὺς τὰς παλαιὰς πράξεις καὶ τοὺς πολέμους τοὺς Ἑλληνικοὺς ἐξηγουμένους, καίπερ εἰδὼς δικαίως αὐτοὺς ἐπαινουμένους, οὐδʼ αὖ τοὺς ἁπλῶς δοκοῦντας εἰρῆσθαι καὶ μηδεμιᾶς κομψότητος μετέχοντας, οὓς οἱ δεινοὶ περὶ τοὺς ἀγῶνας παραινοῦσι τοῖς νεωτέροις μελετᾶν, εἴπερ βούλονται πλέον ἔχειν τῶν ἀντιδίκων, ἀλλὰ πάντας τούτους ἐάσας περὶ ἐκείνους ἐπραγματευόμην, τοὺς περὶ τῶν συμφερόντων τῇ τε πόλει καὶ τοῖς ἄλλοις Ἕλλησι συμβουλεύοντας, καὶ πολλῶν μὲν ἐνθυμημάτων γέμοντας, οὐκ ὀλίγων δʼ ἀντιθέσεων καὶ παρισώσεων καὶ τῶν ἄλλων ἰδεῶν τῶν ἐν ταῖς ῥητορείαις διαλαμπουσῶν καὶ τοὺς ἀκούοντας ἐπισημαίνεσθαι καὶ θορυβεῖν ἀναγκαζουσῶν.

当我年轻的时候,我决定撰写的文章,既不是神话般的、充满怪诞与虚妄之谈的——大众对此类的欢喜远胜于对关乎自身安危的言论;也不是记述古代业绩与希腊人间战争的——尽管我知道它们理应受到赞扬;亦非那些看似平白质朴、毫无文采修饰的——精于法庭辩论之人劝诫年轻人练习这些,若他们想要压倒诉讼对手;而是弃置所有这些,致力于那类为本邦及其他希腊人的利益提出劝诫的言论,它们充满众多修辞推论(省略三段论),并包含不少对偶、平饬以及其他在演说中大放异彩并迫使听众喝彩鼓掌的文体手法。

§3

νῦν δʼ οὐδʼ ὁπωσοῦν τοὺς τοιούτους.1 ἡγοῦμαι γὰρ οὐχ ἁρμόττειν οὔτε τοῖς ἔτεσι τοῖς ἐνενήκοντα καὶ τέτταρσιν, ἁγὼ τυγχάνω γεγονώς,2 οὔθʼ ὅλως τοῖς ἤδη πολιὰς ἔχουσιν, ἐκεῖνον τὸν τρόπον ἔτι λέγειν, ἀλλʼ ὡς ἅπαντες μὲν ἂν ἐλπίσειαν εἰ βουληθεῖεν, οὐδεὶς δʼ ἂν δυνηθείη ῥᾳδίως πλὴν τῶν πονεῖν ἐθελόντων καὶ σφόδρα προσεχόντων τὸν νοῦν.

然而现在,我绝不再作此类文章。因为我认为,无论就我适逢达到的九十四岁高龄而言,还是就一切已经两鬓斑白之人而言,继续以那种方式演说都不再适宜;相反,适宜的演说方式应当是:任何人若想,都会以为自己能做到,但除却愿意辛劳并极度专注之人外,谁也无法轻易企及。

§4

τούτου δʼ ἕνεκεν ταῦτα προεῖπον, ἵνʼ ἤν τισιν ὁ μέλλων δειχθήσεσθαι λόγος μαλακώτερος ὢν φαίνηται τῶν πρότερον διαδεδομένων, μὴ παραβάλλωσι πρὸς τὴν ἐκείνων ποικιλίαν, ἀλλὰ πρὸς τὴν ὑπόθεσιν αὐτὸν κρίνωσι τὴν ἐν τῷ παρόντι δεδοκιμασμένην.

我预先说明这些,目的在于:即便即将展示的演说在某些人看来比先前流传的作品显得更为平缓柔弱,他们也不应将其与先前的辞藻藻饰相比较,而应根据当下方针所选定的主题来加以评判。

§5

διαλέξομαι δὲ περί τε τῶν τῇ πόλει πεπραγμένων καὶ περὶ τῆς τῶν προγόνων ἀρετῆς, οὐκ ἀπὸ τούτων ἀρξάμενος, ἀλλʼ ἀπὸ τῶν ἐμοὶ συμβεβηκότων· ἐντεῦθεν γὰρ οἶμαι μᾶλλον κατεπείγειν. πειρώμενος γὰρ ἀναμαρτήτως ζῆν καὶ τοῖς ἄλλοις ἀλύπως, οὐδένα διαλέλοιπα χρόνον ὑπὸ μὲν τῶν σοφιστῶν τῶν ἀδοκίμων καὶ πονηρῶν διαβαλλόμενος, ὑπʼ ἄλλων δέ τινων οὐχ οἷός εἰμι γιγνωσκόμενος, ἀλλὰ τοιοῦτος ὑπολαμβανόμενος οἷον ἂν παρʼ ἑτέρων ἀκούσωσιν.

我将论述本邦的功业以及先祖的美德,但并非直接由此开端,而是从落在我身上的境遇讲起;因为我认为从那里开始更为紧迫。事实上,尽管我力图无可指摘、不给他人带来苦痛地生活,但在整段岁月里,我却未有一刻不受到那些声名狼藉且卑劣的诡辩家的诽谤,又未有一刻不被另一些人不辨我本来面目、仅凭道听途说来揣度。

§6

βούλομαι οὖν προδιαλεχθῆναι περί τʼ ἐμαυτοῦ καὶ περὶ τῶν οὕτω πρός με διακειμένων, ἵνʼ ἤν πως οἷός τε γένωμαι, τοὺς μὲν παύσω βλασφημοῦντας, τοὺς δʼ εἰδέναι ποιήσω περὶ ἃ τυγχάνω διατρίβων· ἢν γὰρ ταῦτα τῷ λόγῳ δυνηθῶ διοικῆσαι κατὰ τρόπον, ἐλπίζω τὸν ἐπίλοιπον χρόνον αὐτός τε ἀλύπως διάξειν, καὶ τῷ λόγῳ τῷ μέλλοντι ῥηθήσεσθαι τοὺς παρόντας μᾶλλον προσέξειν τὸν νοῦν.

因此,我希望先就我自己以及那些对我抱有这种态度的人讲明情况,以便在可能的情形下,使前者止住谤言,使后者得以知晓我实际从事何种事业。若我能在演说中恰如其分地处理这些事情,我指望自己能够免于苦痛地度过余生,也指望在场诸位会对即将宣读的演说更加倾注心神。

§7

οὐκ ὀκνήσω δὲ κατειπεῖν οὔτε τὴν νῦν ἐγγιγνομένην ἐν τῇ διανοίᾳ μοι ταραχήν, οὔτε τὴν ἀτοπίαν ὧν ἐν τῷ παρόντι τυγχάνω γιγνώσκων, οὔτʼ εἴ τι πράττω τῶν δεόντων. ἐγὼ γὰρ μετεσχηκὼς τῶν μεγίστων ἀγαθῶν, ὧν ἅπαντες ἂν εὔξαιντο μεταλαβεῖν, πρῶτον μὲν τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑγιείας οὐχ ὡς ἔτυχον, ἀλλʼ ἐναμίλλως τοῖς μάλιστα περὶ ἑκάτερον τούτων εὐτυχηκόσιν, ἔπειτα τῆς περὶ τὸν βίον εὐπορίας, ὥστε μηδενὸς πώποτʼ ἀπορῆσαι τῶν μετρίων μηδʼ ὧν ἄνθρωπος ἂν νοῦν ἔχων ἐπιθυμήσειεν, ἔτι τοῦ μὴ τῶν καταβεβλημένων εἷς εἶναι μηδὲ τῶν κατημελημένων, ἀλλʼ ἐκείνων περὶ ὧν οἱ χαριέστατοι τῶν Ἑλλήνων καὶ μνησθεῖεν ἂν καὶ διαλεχθεῖεν ὡς σπουδαίων ὄντων,—τούτων ἁπάντων μοι συμβεβηκότων τῶν μὲν ὑπερβαλλόντως τῶν δʼ ἐξαρκούντως οὐκ ἀγαπῶ ζῶν ἐπὶ τούτοις, ἀλλʼ οὕτω τὸ γῆράς ἐστι δυσάρεστον καὶ μικρολόγον καὶ μεμψίμοιρον, ὥστε πολλάκις ἤδη τήν τε φύσιν τὴν ἐμαυτοῦ κατεμεμψάμην, ἧς οὐδεὶς ἄλλος καταπεφρόνηκε, καὶ τὴν τύχην ὠδυράμην, ταύτῃ μὲν οὐδὲν ἔχων ἐπικαλεῖν ἄλλο πλὴν ὅτι περὶ τὴν φιλοσοφίαν ἣν προειλόμην ἀτυχίαι τινὲς καὶ συκοφαντίαι γεγόνασι, τὴν δὲ φύσιν εἰδὼς πρὸς μὲν τὰς πράξεις ἀρρωστοτέραν καὶ μαλακωτέραν οὖσαν τοῦ δέοντος, πρὸς δὲ τοὺς λόγους οὔτε τελείαν οὔτε πανταχῇ χρησίμην, ἀλλὰ δοξάσαι μὲν περὶ ἑκάστου τὴν ἀλήθειαν μᾶλλον δυναμένην τῶν εἰδέναι φασκόντων, εἰπεῖν δὲ περὶ τῶν αὐτῶν τούτων ἐν συλλόγῳ πολλῶν ἀνθρώπων ἁπασῶν ὡς ἔπος εἰπεῖν ἀπολελειμμένην.3

对于眼下我心中产生的困惑、现时所思所感的奇特,以及我是否在履行某些当尽之责,我绝不避讳直言。因为我虽已分享了所有人皆祈求获致的至高福分——首先是身心两方面的健康,并非寻常,而是足以与在这两方面最享幸运之人相媲美;其次是生涯资料的丰裕,以至于从未匮乏适度之物,亦未匮乏任何有理性之人所向往之物;再者,我不是卑微遭弃或被忽视之人中的一员,而是希腊人中最优秀之士视其为严肃有为者而忆及并谈论的人之一——尽管所有这些福分临于我身,有的极度充裕,有的亦属充足,但我并不以此为满足而安于生活,反倒是衰老如此令人不快、斤斤计较且怨天尤人,以至于我如今已多次自责己身的天资,这天资虽从未受过他人的轻蔑,我却为此自责,并哀叹自己的命运——对于命运,我除了在自己所择取的哲学事业上遭遇过某些不幸与诬陷之外,别无可加指责之处;但我深知自己的天资对于实际行动而言较所需更为孱弱软化,对于演说亦非完满或处处可用,虽然在每一事物上判断真理的能力强于那些宣称通晓一切之人,但若在众人聚集的场合就这些议题发表讲论,则简直可以说是落后于一切天资。

语法注4 条
  1. 3νῦν δʼ οὐδʼ ὁπωσοῦν τοὺς τοιούτους.

    承前省略谓语动词的紧凑句。承接前文“προῃρούμην γράφειν τῶν λόγων ... ἀλλὰ ... περὶ ἐκείνους ἐπραγματευόμην”,此处省略了现在时动词(如 γράφειν προαιροῦμαι 或 πραγματεύομαι)。转折词 νῦν δέ 与强否定词 οὐδʼ ὁπωσοῦν(绝无可能、决不)相结合,鲜明表达出已彻底放弃早年华丽文风。

  2. 3ἁγὼ τυγχάνω γεγονώς

    此为 ἃ ἐγώ 经由母音融合(crasis)而形成的 ἁγώ。关系代词 ἃ 以前面的 τοῖς ἔτεσι τοῖς ἐνενήκοντα καὶ τέτταρσιν 为先行词,充当与 γεγονώς 搭配的同族宾格(表示经历的年龄/时间跨度)。τυγχάνω γεγονώς 则是由补语分词构成的常见句式,表示“碰巧达到/现已处于”。

  3. 9ἁπασῶν ὡς ἔπος εἰπεῖν ἀπολελειμμένην.

    ἁπασῶν 为阴性复数属格,由 ἀπολελειμμένην(落后于、不及)支配,作分离或比较属格使用。结合上下文 τὴν φύσιν ... δυναμένην ... ἀπολελειμμένην,它指代其他人的天资(φύσεων)。插入短语 ὡς ἔπος εἰπεῖν(可以说是、所谓)起到了委婉修饰极端断言 ἁπασῶν 的惯用作用。

  4. 1ἐγὼ γὰρ μετεσχηκὼς ... τούτων ἁπάντων μοι συμβεβηκότων ... οὐκ ἀγαπῶ

    跨越长句的破格结构(anacoluthon)。句首作为主格分词提出的 ἐγὼ ... μετεσχηκὼς 因其后关于健康、财富和名誉这三项福分的长篇枚举而与主谓结构大幅隔离;句尾并未直接承接原先的主格,而是转以独立属格 τούτων ἁπάντων μοι συμβεβηκότων 进行概括与重构,最终落在主句定式动词 οὐκ ἀγαπῶ(我不满足)之上。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:1-9