- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:96-104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底通过将腓力的领导才能、招募雇佣军的便利、现任波斯国王的软弱无能,以及埃及、塞浦路斯和小亚细亚太守伊德里埃乌斯等地的叛乱局势与克利阿科斯时代进行对比,论证了远征的优势。
καὶ μὴν καὶ στρατιώτας σὺ μὲν ἐξ ἑτοίμου λήψει τοσούτους ὅσους ἂν βουληθῇς· οὕτω γὰρ ἔχει τὰ τῆς Ἑλλάδος, ὥστε ῥᾷον εἶναι συστῆσαι στρατόπεδον μεῖζον καὶ κρεῖττον ἐκ τῶν πλανωμένων ἢ τῶν πολιτευομένων· ἐν ἐκείνοις δὲ τοῖς χρόνοις οὐκ ἦν ξενικὸν οὐδέν, ὥστʼ ἀναγκαζόμενοι ξενολογεῖν ἐκ τῶν πόλεων πλέον ἀνήλισκον εἰς τὰς διδομένας τοῖς συλλέγουσι δωρεὰς ἢ τὴν εἰς τοὺς στρατιώτας μισθοφοράν.
此外,在兵源方面,你唾手便可征集到想要的数量;盖因希腊现今的时局使得从流亡漂泊者中组织起一支更为庞大优良的军队,比起从安居城邦的公民中招募更为容易。然而在当年,根本没有任何雇佣军存在,以致于他们被迫从各城邦招募雇佣兵,花在发给招募者的犒赏上的费用,竟比发给士兵的军饷还要多。
καὶ μὴν εἰ βουληθεῖμεν ἐξετάσαι καὶ παραβαλεῖν σέ τε τὸν νῦν ἡγησόμενον τῆς στρατείας καὶ βουλευσόμενον περὶ ἁπάντων καὶ Κλέαρχον τὸν ἐπιστατήσαντα τῶν τότε πραγμάτων, εὑρήσομεν ἐκεῖνον μὲν οὐδεμιᾶς πώποτε δυνάμεως πρότερον οὔτε ναυτικῆς οὔτε πεζῆς καταστάντα κύριον, ἀλλʼ ἐκ τῆς ἀτυχίας τῆς συμβάσης αὐτῷ περὶ τὴν ἤπειρον ὀνομαστὸν γενόμενον, σὲ δὲ τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθος διαπεπραγμένον·1 περὶ ὧν εἰ μὲν πρὸς ἑτέρους τὸν λόγον ἐποιούμην, καλῶς ἂν εἶχε διελθεῖν, πρὸς σὲ δὲ διαλεγόμενος, εἰ τὰς σὰς πράξεις σοι διεξιοίην, δικαίως ἂν ἀνόητος ἅμα καὶ περίεργος εἶναι δοκοίην.
再者,假使我们想要考量并对比你——如今即将统率这场远征并在一切事务上掌总谋划之人,与克利阿科斯——当年统理战事之人,我们便会发现:他此前从未执掌过任何水陆军力,仅仅是由于在大陆上降临在他身上的不运才名噪一时;而你却成就了如此众多且规模宏大的功绩。关于这些事,假使我是对其他人发表演说,历数一番固然合宜;但既然是在同你交谈,若还向你细数你自己的功绩,我理所当然会被视为既愚昧又多管闲事。
ἄξιον δὲ μνησθῆναι καὶ τῶν βασιλέων ἀμφοτέρων, ἐφʼ ὃν σοί τε συμβουλεύω στρατεύειν καὶ πρὸς ὃν Κλέαρχος ἐπολέμησεν, ἵνʼ ἑκατέρου τὴν γνώμην καὶ τὴν δύναμιν εἰδῇς. ὁ μὲν τοίνυν τούτου πατὴρ τὴν πόλιν τὴν ἡμετέραν καὶ πάλιν τὴν Λακεδαιμονίων κατεπολέμησεν, οὗτος δʼ οὐδενὸς πώποτε τῶν στρατευμάτων τῶν τὴν χώραν αὐτοῦ λυμαινομένων ἐπεκράτησεν.
此外,亦值得提及那两位波斯国王——即我劝你前往征讨的那位,与当年克利阿科斯与之交战的那位,以便你明了他们各自的胆识与实力。这位现任国王的父亲曾先后在战争中击败我们的城邦和拉刻代蒙人的城邦,而现任国王却从未战胜过任何一支蹂躏其国土的军队。
ἔπειθʼ ὁ μὲν τὴν Ἀσίαν ἅπασαν παρὰ τῶν Ἑλλήνων ἐν ταῖς συνθήκαις ἐξέλαβεν, οὗτος δὲ τοσούτου δεῖ τῶν ἄλλων ἄρχειν, ὥστʼ2 οὐδὲ τῶν ἐκδοθεισῶν αὐτῷ πόλεων ἐγκρατής ἐστιν. ὥστʼ οὐδεὶς ὅστις οὐκ ἂν ἀπορήσειε, πότερα χρὴ νομίζειν τοῦτον αὐτῶν ἀφεστάναι διʼ ἀνανδρίαν, ἢ ʼκείνας ὑπερεωρακέναι καὶ καταπεφρονηκέναι τῆς βαρβαρικῆς δυναστείας.
其次,先王通过和约从希腊人手中接管了整个亚洲,而现任国王不仅谈不上统治其他地区,甚至连业已交付给他的那些城邦都无法掌控。以致于无人不会困惑:究竟应当认为是他因怯懦而放弃了这些城邦,还是那些城邦蔑视并唾弃了蛮族的统治。
τὰ τοίνυν περὶ τὴν χώραν ὡς διάκειται,3 τίς οὐκ ἂν ἀκούσας παροξυνθείη πολεμεῖν πρὸς αὐτόν; Αἴγυπτος γὰρ ἀφειστήκει μὲν καὶ κατʼ ἐκεῖνον τὸν χρόνον, οὐ μὴν ἀλλʼ ἐφοβοῦντο μή ποτε βασιλεὺς αὐτὸς ποιησάμενος στρατείαν κρατήσειε καὶ τῆς διὰ τὸν ποταμὸν δυσχωρίας καὶ τῆς ἄλλης παρασκευῆς ἁπάσης· νῦν δʼ οὗτος ἀπήλλαξεν αὐτοὺς τοῦ δέους τούτου. συμπαρασκευασάμενος γὰρ δύναμιν ὅσην οἷός τʼ ἦν πλείστην, καὶ στρατεύσας ἐπʼ αὐτούς, ἀπῆλθεν ἐκεῖθεν οὐ μόνον ἡττηθείς, ἀλλὰ καὶ καταγελασθεὶς καὶ δόξας οὔτε βασιλεύειν οὔτε στρατηγεῖν ἄξιος εἶναι.
至于其领地内的局势,又有谁在听闻之后不会激发起向他开战的决心呢?因为埃及在当时固然也曾叛乱,但人们依旧惧怕国王若御驾亲征,或许能克制因河流造成的险阻以及所有其他防备;然而如今,现任国王却让埃及人免除了这种畏惧。盖因他倾尽全力调集大军远征埃及,结果不仅战败而归,而且沦为笑柄,被认为既不配称王,亦不配为将。
τὰ τοίνυν περὶ Κύπρον καὶ Φοινίκην καὶ Κιλικίαν καὶ τὸν τόπον ἐκεῖνον, ὅθεν ἐχρῶντο ναυτικῷ, τότε μὲν ἦν βασιλέως, νῦν δὲ τὰ μὲν ἀφέστηκε, τὰ δʼ ἐν πολέμῳ καὶ κακοῖς τοσούτοις ἐστίν, ὥστʼ ἐκείνῳ μὲν μηδὲν εἶναι τούτων τῶν ἐθνῶν χρήσιμον, σοὶ δʼ, ἢν πολεμεῖν πρὸς αὐτὸν βουληθῇς, συμφόρως ἕξειν.
再者,关于塞浦路斯、腓尼基、基利基亚以及他们昔日汲取海军力量的那一带地方,当时固然归国王所有,如今却要么已经叛离,要么陷入战火与如此深重的灾难之中,以致于这些民族对国王毫无用处,而对你而言,只要你决意向他开战,反倒将大为有利。
καὶ μὴν Ἰδριέα γε τὸν εὐπορώτατον τῶν νῦν περὶ τὴν ἤπειρον προσήκει δυσμενέστερον εἶναι τοῖς βασιλέως πράγμασι τῶν πολεμούντων· ἢ πάντων γʼ ἂν εἴη σχετλιώτατος, εἰ μὴ βούλοιτο καταλελύσθαι ταύτην τὴν ἀρχήν, τὴν αἰκισαμένην μὲν τὸν ἀδελφόν, πολεμήσασαν δὲ πρὸς αὐτόν, ἅπαντα δὲ τὸν χρόνον ἐπιβουλεύουσαν καὶ βουλομένην τοῦ τε σώματος αὐτοῦ καὶ τῶν χρημάτων ἁπάντων γενέσθαι κυρίαν.
况且,在当今大陆上最为富有的伊德里埃乌斯,按理必定比正在同国王交战的人对王室更为敌视;假若他不希望看到这个帝国被推翻,那他必是世间最可悲之人——正是这个帝国曾残害其兄长,同他本人交战,且历来不断密谋,企图攫取其人身和全部财富。
ὑπὲρ ὧν δεδιὼς νῦν μὲν ἀναγκάζεται θεραπεύειν αὐτὸν καὶ χρήματα πολλὰ καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ἀναπέμπειν· εἰ δὲ σὺ διαβαίης εἰς τὴν ἤπειρον, ἐκεῖνός τʼ ἂν ἄσμενος ἴδοι βοηθὸν ἥκειν αὑτῷ σε νομίζων, τῶν τʼ ἄλλων σατραπῶν πολλοὺς ἀποστήσεις, ἢν ὑπόσχῃ τὴν ἐλευθερίαν αὐτοῖς, καὶ τοὔνομα τοῦτο διασπείρῃς εἰς τὴν Ἀσίαν, ὅ περ εἰς τοὺς Ἕλληνας εἰσπεσὸν καὶ τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων ἀρχὴν κατέλυσεν.
因担忧这些〔人身与财富〕,他如今被迫对国王百般奉承,每年输送巨额资财;但你若渡海前往大陆,他定会欣然相见,将你视作前来的救星;且只要你向其他太守许诺自由,并在亚洲散布这个名号——正是这个名号当年传入希腊人间,瓦解了我们和拉刻代蒙人的霸权——你便能促使许多太守起兵叛离。
- 97εὑρήσομεν ἐκεῖνον μὲν ... καταστάντα κύριον ... σὲ δὲ ... διαπεπραγμένον
主动词 εὑρήσομεν(我们将发现)支配两组平行的“宾格+分词”补足语结构(ἐκεῖνον ... καταστάντα 与 σὲ ... διαπεπραγμένον),通过跨段落的 μέν 和 δέ 形成对比,将克利阿科斯此前缺乏指挥经验与腓力的丰功伟绩加以对照。
- 100τοσούτου δεῖ τῶν ἄλλων ἄρχειν, ὥστʼ
以 οὗτος 为主语的人称短语 τοσούτου δεῖ 搭配不定式(“远非……/谈不上……”)后接表示结果的 ὥστε 从句的惯用句式,强调现任国王不仅无法统治其他地区,甚至连业已归降的城邦都无力掌控的无能。
- 101τὰ τοίνυν περὶ τὴν χώραν ὡς διάκειται
一种预提宾格(prolepsis)或话题前置结构,带介词短语的宾格 τὰ περὶ τὴν χώραν(“关于其领地内的诸事”)被置于 ὡς 从句之前,作为后文反诘句的话题核心引出下文。
