- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:88-95
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底以居鲁士麾下希腊军的英勇及波斯国王的软弱为例论证东征的可行性,为自己沿用旧作字句进行辩解,并指出腓力在希腊人的拥戴与军备上拥有当年出征者所不具备的决定性优势。
ὥστʼ ἐκ τῶν ἀγνοηθέντων κατʼ ἐκεῖνον τὸν χρόνον ῥᾴδιον καταμαθεῖν ὅτι δεῖ τοὺς ὀρθῶς βουλευομένους μὴ πρότερον ἐκφέρειν πρὸς βασιλέα πόλεμον, πρὶν ἂν διαλλάξῃ τις τοὺς Ἕλληνας καὶ παύσῃ τῆς μανίας τῆς νῦν αὐτοῖς ἐνεστώσης· ἅ περ καὶ σοὶ συμβεβουλευκότες τυγχάνομεν.
因此,从当时的失误中很容易领会到:凡明智谋划之人,绝不应在有人调解希腊人并平息他们现下的狂乱之前,贸然向波斯国王发动战争。而这正是我们向你所提出的忠告。
περὶ μὲν οὖν τούτων οὐδεὶς ἂν ἀντειπεῖν τῶν εὖ φρονούντων τολμήσειεν· οἶμαι δὲ τῶν μὲν ἄλλων εἴ τισι δόξειε περὶ τῆς στρατείας τῆς εἰς τὴν Ἀσίαν συμβουλεύειν, ἐπὶ ταύτην ἂν ἐπιπεσεῖν τὴν παράκλησιν, λέγοντας ὡς ὅσοι περ ἐπεχείρησαν πρὸς τὸν βασιλέα πολεμεῖν, ἅπασι συνέπεσεν ἐξ ἀδόξων μὲν γενέσθαι λαμπροῖς, ἐκ πενήτων δὲ πλουσίοις, ἐκ ταπεινῶν δὲ πολλῆς χώρας καὶ πόλεων δεσπόταις.
关于这些事,明理之士中断无人敢予反驳;但我认为,假使其他人中有人决意就向亚洲用兵进言,必会抓住这番鼓动之词,宣称凡企图向波斯国王开战者,皆由无名而致显赫,由贫寒而至富贵,由微贱而成为广阔疆土与众多城邦的主人。
ἐγὼ δʼ οὐκ ἐκ τῶν τοιούτων μέλλω σε παρακαλεῖν, ἀλλʼ ἐκ τῶν ἠτυχηκέναι δοξάντων, λέγω δʼ ἐκ τῶν μετὰ Κύρου καὶ Κλεάρχου συστρατευσαμένων. ἐκείνους γὰρ ὁμολογεῖται νικῆσαι μὲν μαχομένους ἅπασαν τὴν βασιλέως δύναμιν τοσοῦτον, ὅσον περ ἂν εἰ ταῖς γυναιξὶν αὐτῶν συνέβαλον,1 ἤδη δʼ ἐγκρατεῖς δοκοῦντας εἶναι τῶν πραγμάτων διὰ τὴν Κύρου προπέτειαν ἀτυχῆσαι· περιχαρῆ γὰρ αὐτὸν ὄντα καὶ διώκοντα πολὺ πρὸ τῶν ἄλλων, ἐν μέσοις γενόμενον τοῖς πολεμίοις ἀποθανεῖν.
但我却不打算以此类事例来激励你,而要以那些被认为遭受挫折的人为例,即那些随同居鲁士与克利阿科斯一同出征的人。 因为公认的是,他们在交战中击溃国王的全部军力,其悬殊程度犹如与他们的女人们交锋一般,然而正在他们看似大权在握之际,却因居鲁士的轻率而遭遇不幸;盖因他欢喜若狂,远远冲在众人之前追击,以致陷入敌阵之中而阵亡。
ἀλλʼ ὅμως τηλικαύτης συμφορᾶς συμπεσούσης οὕτω σφόδρα κατεφρόνησεν ὁ βασιλεὺς τῆς περὶ αὑτὸν δυνάμεως, ὥστε προκαλεσάμενος Κλέαρχον καὶ τοὺς ἄλλους ἡγεμόνας εἰς λόγον ἐλθεῖν, καὶ τούτοις μὲν ὑπισχνούμενος μεγάλας δωρεὰς δώσειν, τοῖς δʼ ἄλλοις στρατιώταις ἐντελῆ τὸν μισθὸν ἀποδοὺς ἀποπέμψειν, τοιαύταις ἐλπίσιν ὑπαγαγόμενος, καὶ πίστεις δοὺς τῶν ἐκεῖ νομιζομένων τὰς μεγίστας, συλλαβὼν αὐτοὺς ἀπέκτεινε, καὶ μᾶλλον εἵλετο περὶ τοὺς θεοὺς ἐξαμαρτεῖν ἢ τοῖς στρατιώταις οὕτως ἐρήμοις οὖσι συμβαλεῖν.
然而,即便遭遇了如此巨大的灾难,国王对自身周遭的兵力是如此轻视绝望,以致于他诱请克利阿科斯及其他将领前来会谈,许诺给他们重赏,并全额补发薪饷遣返其余士兵;用这般希望诱骗他们,并立下当地习俗中最为崇高的誓约,随后却将他们逮捕处死,宁可对神明犯罪,也不愿同处于如此孤立无援境地的士兵交战。
ὥστε τίς ἂν γένοιτο παράκλησις ταύτης καλλίων καὶ πιστοτέρα; φαίνονται γὰρ κἀκεῖνοι κρατήσαντες ἂν τῶν βασιλέως πραγμάτων, εἰ μὴ διὰ Κῦρον.2 σοὶ δὲ τήν τʼ ἀτυχίαν τὴν τότε γεγενημένην οὐ χαλεπὸν φυλάξασθαι, τοῦ τε στρατοπέδου τοῦ κρατήσαντος τὴν ἐκείνου δύναμιν ῥᾴδιον πολὺ κρεῖττον κατασκευάσασθαι. καίτοι τούτων ἀμφοτέρων ὑπαρξάντων πῶς οὐ χρὴ θαρρεῖν ποιούμενον τὴν στρατείαν ταύτην;
既然如此,还有什么激励能比这更为优美、更令人信服呢?因为显而易见,若非居鲁士之故,连他们也能荡平国王的天下。而对你而言,防范当时所发生的不幸并非难事,组建一支远优于当年击溃敌军的部队亦极为容易。况且二者兼备,在此次出征中怎能不信心百倍?
καὶ μηδεὶς ὑπολάβῃ με βούλεσθαι λαθεῖν, ὅτι τούτων ἔνια πέφρακα τὸν αὐτὸν τρόπον ὅν περ πρότερον. ἐπιστὰς γὰρ ἐπὶ τὰς αὐτὰς διανοίας εἱλόμην μὴ πονεῖν γλιχόμενος τὰ δεδηλωμένα καλῶς ἑτέρως εἰπεῖν· καὶ γὰρ εἰ μὲν ἐπίδειξιν ἐποιούμην, ἐπειρώμην ἂν ἅπαντα τὰ τοιαῦτα διαφεύγειν, σοὶ δὲ συμβουλεύων μωρὸς ἂν ἦν, εἰ περὶ τὴν λέξιν πλείω χρόνον διέτριβον ἢ περὶ τὰς πράξεις, ἔτι δʼ εἰ τοὺς ἄλλους ὁρῶν τοῖς ἐμοῖς χρωμένους αὐτὸς μόνος ἀπειχόμην τῶν ὑπʼ ἐμοῦ πρότερον εἰρημένων. τοῖς μὲν οὖν οἰκείοις τυχὸν ἂν χρησαίμην, ἤν που σφόδρα κατεπείγῃ καὶ πρέπῃ, τῶν δʼ ἀλλοτρίων οὐδὲν ἂν προσδεξαίμην, ὥσπερ οὐδʼ ἐν τῷ παρελθόντι χρόνῳ.
愿无人以为我是想隐瞒自己以与昔日完全相同的方式表述了其中某些内容。因为在面对相同的思想时,我宁愿不去费心劳神、勉强将已经得体阐明的内容另换说法;事实上,假使我是在作雄辩的炫技演说,我本会极力避开所有此类重合,但在向你进言时,倘若我将更多时间耗费在辞句上而非实事上,抑或目睹他人借用我的成果,而唯独我自己对自己昔日的言论避而不用,那我便成了愚人。因此,若是迫切需要且合宜之处,我或可调用自己的旧文,而对他人的文字则绝不采纳半分,正如我往昔一贯所为。
ταῦτα μὲν οὖν οὕτως· δοκεῖ δέ μοι μετὰ ταῦτα περὶ τῆς παρασκευῆς διαλεκτέον εἶναι τῆς τε σοὶ γενησομένης καὶ τῆς ἐκείνοις ὑπαρξάσης. τὸ μὲν τοίνυν μέγιστον, σὺ μὲν τοὺς Ἕλληνας εὔνους ἕξεις, ἤν περ ἐθελήσῃς ἐμμεῖναι τοῖς περὶ τούτων εἰρημένοις, ἐκεῖνοι δὲ διὰ τὰς δεκαδαρχίας τὰς ἐπὶ Λακεδαιμονίων ὡς οἷόν τε δυσμενεστάτους.3 ἡγοῦντο γὰρ Κύρου μὲν καὶ Κλεάρχου κατορθωσάντων μᾶλλον ἔτι δουλεύσειν, βασιλέως δὲ κρατήσαντος ἀπαλλαγήσεσθαι τῶν κακῶν τῶν παρόντων· ὅ περ καὶ συνέπεσεν αὐτοῖς.
这些情况便是如此;但我觉得在此之后,应当就你所将拥有的筹备与他们当年所具备的军备展开论述。最重要的一点便在于:只要你愿意信守关于这些问题所谈及的建言,希腊人就会对你怀抱善意;而对他们而言,由于拉刻代蒙统治下的十人寡头政权,希腊人对他们怀有尽可能强烈的敌意。因为希腊人认为,居鲁士与克利阿科斯若得胜,自己将沦为更甚的奴隶;而波斯国王若得胜,自己便能摆脱当下的灾难——事实也正如他们所料降临到了他们头上。
- 90ὅσον περ ἂν εἰ ταῖς γυναιξὶν αὐτῶν συνέβαλον
带有省略的非真实条件比较结构:ὅσον περ ἂν [ἐνίκησαν] εἰ ...。承接前文的 νικῆσαι ... τοσοῦτον(如此彻底地击溃),意为“就如同同他们的妇人交战一样〔那样彻底击溃〕”。
- 92κρατήσαντες ἂν τῶν βασιλέως πραγμάτων, εἰ μὴ διὰ Κῦρον
分词 κρατήσαντες 加上 ἄν 构成非真实条件句的归结从句(相当于直陈式过去时 ἐκράτησαν ἄν),受 φαίνονται 支配。条件从句则由介词短语 εἰ μὴ διὰ Κῦρον(若非因居鲁士)简要代指。
- 95ἐκεῖνοι δὲ διὰ τὰς δεκαδαρχίας τὰς ἐπὶ Λακεδαιμονίων ὡς οἷόν τε δυσμενεστάτους
承前省略结构,自前句 σὺ μὲν τοὺς Ἕλληνας εὔνους ἕξεις 中省去了宾语 τοὺς Ἕλληνας 以及对应的动词(根据过去的主语 ἐκεῖνοι 可补出 εἶχον)。ὡς οἷόν τε 与最高级 δυσμενεστάτους 连用,表示“尽可能极度敌对的”。
