← 伊索克拉底

致腓力

§105-111

先祖的事迹与赫拉克勒斯远征特洛伊的先例

演说者避免在具体战术上妄加指点,转而引述腓力的父亲、马其顿建国先祖以及赫拉克勒斯的事迹,借赫拉克勒斯平息内争并远征特洛伊的先例证明其主张的正确。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§105

ἔτι δʼ ἂν πλείω λέγειν ἐπεχείρουν, ὃν τρόπον πολεμῶν τάχιστʼ ἂν περιγένοιο τῆς τοῦ βασιλέως δυνάμεως· νῦν δὲ φοβοῦμαι μή τινες ἐπιτιμήσωσιν ἡμῖν, εἰ μηδὲν πώποτε μεταχειρισάμενος τῶν στρατηγικῶν νῦν τολμῴην σοὶ παραινεῖν τῷ πλεῖστα καὶ μέγιστα διαπεπραγμένῳ κατὰ πόλεμον. ὥστε περὶ μὲν τούτων οὐδὲν οἶμαι δεῖν πλείω λέγειν. περὶ δὲ τῶν ἄλλων, ἡγοῦμαι τόν τε πατέρα σου καὶ τὸν κτησάμενον τὴν βασιλείαν καὶ τὸν τοῦ γένους ἀρχηγόν, εἰ τῷ μὲν εἴη θέμις, οἱ δὲ δύναμιν λάβοιεν,1 τῶν αὐτῶν ἂν τούτων γενέσθαι συμβούλους ὧν περ ἐγώ.

我本打算进一步详述以何种交战方式方能最迅速地克制国王之势力;但鉴于眼前情形,我唯恐有人会对我加以责难,若是我这个从未掌管过任何军务之人,竟敢向在战争中立下最多且最宏伟功业的你进言献策。因此,关于这些事,我认为无需再多赘言。 至于其他方面,我认为,你的父亲、开创王国的先祖以及你们宗族的始祖,假若对其中一位而言合乎天理,而其余的人又能重获力量,他们定会成为同我所进之言完全一致的谋士。

§106

χρῶμαι δὲ τεκμηρίοις ἐξ ὧν διαπεπραγμένοι τυγχάνουσιν. ὅ τε γὰρ πατήρ σου πρὸς τὰς πόλεις ταύτας, αἷς σοὶ παραινῶ προσέχειν τὸν νοῦν, πρὸς ἁπάσας οἰκείως εἶχεν· ὅ τε κτησάμενος τὴν ἀρχήν, μεῖζον φρονήσας τῶν αὑτοῦ πολιτῶν καὶ μοναρχίας ἐπιθυμήσας, οὐχ ὁμοίως ἐβουλεύσατο τοῖς πρὸς τὰς τοιαύτας φιλοτιμίας ὁρμωμένοις.

我是以他们实际建立的功业作为凭证的。盖因你的父亲同我劝你予以关注的那些城邦,与它们全体皆保持着亲善的关系;而那位开创王统的先祖,其抱负远超其本邦同胞,且渴望获得专制统治,但他所作的定策却与那些趋向此种野心之人大相径庭。

§107

οἱ μὲν γὰρ ἐν ταῖς αὑτῶν πόλεσι στάσεις καὶ ταραχὰς καὶ σφαγὰς ἐμποιοῦντες ἐκτῶντο τὴν τιμὴν ταύτην, ὁ δὲ τὸν μὲν τόπον τὸν Ἑλληνικὸν ὅλως εἴασε, τὴν δʼ ἐν Μακεδονίᾳ βασιλείαν κατασχεῖν ἐπεθύμησεν· ἠπίστατο γὰρ τοὺς μὲν Ἕλληνας οὐκ εἰθισμένους ὑπομένειν τὰς μοναρχίας, τοὺς δʼ ἄλλους οὐ δυναμένους ἄνευ τῆς τοιαύτης δυναστείας διοικεῖν τὸν βίον τὸν σφέτερον αὐτῶν.

盖因其他那些人是通过在自己的城邦中挑起内讧、动乱与杀戮来谋取这种显位的,而他却全然放下了希腊本土,决意去夺取在马其顿的王国;因为他深知,希腊人素来不习惯忍受专制统治,而其他民族若无此类统治便无法治理自身的生计。

§108

καὶ γάρ τοι συνέβη διὰ τὸ γνῶναι περὶ τούτων αὐτὸν ἰδίως καὶ τὴν βασιλείαν γεγενῆσθαι πολὺ τῶν ἄλλων ἐξηλλαγμένην· μόνους γὰρ Ἑλλήνων οὐχ ὁμοφύλου γένους ἄρχειν ἀξιώσας2 μόνος καὶ διαφυγεῖν ἠδυνήθη τοὺς κινδύνους τοὺς περὶ τὰς μοναρχίας γιγνομένους. τοὺς μὲν γὰρ ἐν τοῖς Ἕλλησι τοιοῦτόν τι διαπεπραγμένους εὕροιμεν ἂν οὐ μόνον αὐτοὺς διεφθαρμένους, ἀλλὰ καὶ τὸ γένος αὐτῶν ἐξ ἀνθρώπων ἠφανισμένον, ἐκεῖνον δʼ αὐτόν τʼ ἐν εὐδαιμονίᾳ τὸν βίον διαγαγόντα, τῷ τε γένει καταλιπόντα τὰς αὐτὰς τιμὰς ἅσπερ αὐτὸς εἶχεν.

事实上,正因为他在此事上见解独到,他的王权也得以与其他人大为不同:盖因在希腊人之中,唯有他认为应当统治非同族之民,从而也唯有他能够避开围绕专制统治所生的重重凶险。我们在希腊人中间若寻觅那些成就过此类事业之人,定会发现他们不仅自身身死道消,而且连家族亦自世间彻底泯灭;而他本人却在福祉中度过一生,并为自己的子孙后代留下了同他自己所享有的完全一样的尊荣。

§109

περὶ τοίνυν Ἡρακλέους, οἱ μὲν ἄλλοι τὴν ἀνδρίαν ὑμνοῦντες αὐτοῦ καὶ τοὺς ἄθλους ἀπαριθμοῦντες διατελοῦσι, περὶ δὲ τῶν ἄλλων· τῶν τῇ ψυχῇ προσόντων ἀγαθῶν οὐδεὶς οὔτε τῶν ποιητῶν οὔτε τῶν λογοποιῶν οὐδεμίαν φανήσεται μνείαν πεποιημένος. ἐγὼ δʼ ὁρῶ μὲν τόπον ἴδιον καὶ παντάπασιν ἀδιεξέργαστον, οὐ μικρὸν οὐδὲ κενόν, ἀλλὰ πολλῶν μὲν ἐπαίνων καὶ καλῶν πράξεων γέμοντα, ποθοῦντα δὲ τὸν ἀξίως ἂν δυνηθέντα διαλεχθῆναι περὶ αὐτῶν· ἐφʼ ὃν εἰ μὲν νεώτερος ὢν ἐπέστην,3 ῥᾳδίως ἂν ἐπέδειξα τὸν πρόγονον ὑμῶν καὶ τῇ φρονήσει καὶ τῇ φιλοτιμίᾳ καὶ τῇ δικαιοσύνῃ πλέον διενεγκόντα πάντων τῶν προγεγενημένων ἢ τῇ ῥώμῃ τῇ τοῦ σώματος· νῦν δʼ ἐπελθὼν ἐπʼ αὐτόν, καὶ κατιδὼν τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν, τήν τε δύναμιν τὴν παροῦσάν μοι κατεμεμψάμην καὶ τὸν λόγον ᾐσθόμην διπλάσιον ἂν γενόμενον τοῦ νῦν ἀναγιγνωσκομένου. τῶν μὲν οὖν ἄλλων ἀπέστην διὰ τὰς αἰτίας ταύτας, μίαν δὲ πρᾶξιν ἐξ αὐτῶν ἔλαβον, ἥ περ ἦν προσήκουσα μὲν καὶ πρέπουσα τοῖς προειρημένοις, τὸν δὲ καιρὸν ἔχουσα μάλιστα σύμμετρον τοῖς νῦν λεγομένοις.

至于赫拉克勒斯,其他人们始终在颂扬他的英勇并历数他的功勋,但在属于其灵魂的其余美德方面,无论是诗人还是散文作家,显见都未曾作过任何提及。然而我却看到了一块独特的、全然未经理垦的田地,它既非狭小亦非空无,而是充满诸多赞誉与崇高事迹,只是渴望有一位能够当之无愧地论述它们的人;假使我在年轻时便着手于此,我本可轻易证明你们的先祖在睿智、大志和正义上超越以往所有先人的程度,甚至更甚于他在肉体力量上的超越。然而如今,当我走近这个论题,洞悉了所包含的巨量内容之后,我深愧于自己目前的衰弱力量,并察觉到篇幅将会变成如今宣读之文的两倍。因此,因这些缘故我放弃了其他事迹,而只从中选取了一项功绩,它既切合且适宜于先前所述,又同此刻所言之要义最为相称。

§111

ἐκεῖνος γὰρ ὁρῶν τὴν Ἑλλάδα πολέμων καὶ στάσεων καὶ πολλῶν ἄλλων κακῶν μεστὴν οὖσαν, παύσας ταῦτα καὶ διαλλάξας τὰς πόλεις πρὸς ἀλλήλας ὑπέδειξε τοῖς ἐπιγιγνομένοις, μεθʼ ὧν χρὴ καὶ πρὸς οὓς δεῖ τοὺς πολέμους ἐκφέρειν. ποιησάμενος γὰρ στρατείαν ἐπὶ Τροίαν, ἥ περ εἶχε τότε μεγίστην δύναμιν τῶν περὶ τὴν Ἀσίαν, τοσοῦτον διήνεγκε τῇ στρατηγίᾳ τῶν πρὸς τὴν αὐτὴν ταύτην ὕστερον πολεμησάντων,

盖因赫拉克勒斯见希腊遍布战争、内乱以及其他诸多灾祸,便止息了这些动乱,使各城邦彼此和睦相处,并向后世昭示了应当同谁结盟、又该向谁宣战。盖因他远征特洛伊——该邦在当时拥有亚洲一带最为庞大的力量——他在将才谋略上超越后来向这同一城邦作战之人竟至于如此地步,

语法注3 条
  1. 105εἰ τῷ μὲν εἴη θέμις, οἱ δὲ δύναμιν λάβοιεν

    关于对比主语的指代关系。在前面提及的三者(父亲、建国君主、始祖赫拉克勒斯)中,单数的 τῷ μέν 指代已封神的赫拉克勒斯(神明/半神向凡人进言是否合乎天理/礼法 θέμις),复数的 οἱ δέ 指代死去的父亲与建国君主(亡魂若能获得力量/能力 δύναμις 重返人世进言)。

  2. 108μόνους γὰρ Ἑλλήνων οὐχ ὁμοφύλου γένους ἄρχειν ἀξιώσας

    关于宾格 μόνους 的文法判定。此处手抄本异读常作宾格 μόνους,但其与主格分词 ἀξιώσας 及后文主句 μόνος καὶ διαφυγεῖν ἠδυνήθη 并列,逻辑上修饰主语(马其顿建国君王),必须依主格 μόνος 的意义理解为“在希腊人中唯一认为应当统治异族之人”。

  3. 110ἐφʼ ὃν εἰ μὲν νεώτερος ὢν ἐπέστην

    关系代词先行词与非真实条件句。ἐφʼ ὅν 的先行词为上一句中的阳性格名词 τόπον(论题、领域)。句子结构为表示过去与事实相反的虚拟条件句:εἰ ... ἐπέστην(不定过去时直陈式)与 ἂν ἐπέδειξα(带 ἄν 的不定过去时直陈式)呼应,意为“假使我年轻时便着手探讨该论题,我本已证明……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:105-111