← 伊索克拉底

致腓力

§9-17

致信腓力的决意与团结希腊的计划

作者重拾《全希腊盛会词》的主旨,决定向唯一兼具行动自由、财富与权威的腓力进言,劝其领导全希腊团结御侮远征亚洲,并进而述及身边门人对此著作计划的反应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

διεξιὼν δὲ περὶ τούτων πρὸς ἐμαυτὸν εὕρισκον οὐδαμῶς ἂν ἄλλως αὐτὴν ἡσυχίαν ἄγουσαν, πλὴν εἰ δόξειε1 ταῖς πόλεσι ταῖς μεγίσταις διαλυσαμέναις τὰ πρὸς σφᾶς αὐτὰς εἰς τὴν Ἀσίαν τὸν πόλεμον ἐξενεγκεῖν, καὶ τὰς πλεονεξίας, ἃς νῦν παρὰ τῶν Ἑλλήνων ἀξιοῦσιν αὑταῖς γίγνεσθαι, ταύτας εἰ παρὰ τῶν βαρβάρων ποιήσασθαι βουληθεῖεν· ἅπερ ἐν τῷ πανηγυρικῷ λόγῳ τυγχάνω συμβεβουλευκώς.

当我独自权衡这些事情时,我发现,除非各大城邦化解彼此之间的纷争,将战火引向亚洲,并且渴望从蛮族那里获取它们如今自以为理应从希腊人那里夺得的利益,否则我们的城邦绝不可能安享和平——这正是我在《全希腊盛会词》中所提出的建言。

§10

ταῦτα δὲ διανοηθείς, καὶ νομίσας οὐδέποτʼ ἂν εὑρεθῆναι καλλίω ταύτης ὑπόθεσιν οὐδὲ κοινοτέραν οὐδὲ μᾶλλον ἅπασιν ἡμῖν συμφέρουσαν, ἐπήρθην πάλιν γράψαι περὶ αὐτῆς, οὐκ ἀγνοῶν οὐδὲν τῶν περὶ ἐμαυτόν, ἀλλʼ εἰδὼς μὲν τὸν λόγον τοῦτον οὐ τῆς ἡλικίας τῆς ἐμῆς δεόμενον, ἀλλʼ ἀνδρὸς ἀνθοῦσαν τὴν ἀκμὴν ἔχοντος καὶ τὴν φύσιν πολὺ τῶν ἄλλων διαφέροντος, ὁρῶν δʼ ὅτι χαλεπόν ἐστι περὶ τὴν αὐτὴν ὑπόθεσιν δύο λόγους ἀνεκτῶς εἰπεῖν, ἄλλως τε κἂν ὁ πρότερον ἐκδοθεὶς οὕτως ᾖ γεγραμμένος, ὥστε καὶ τοὺς βασκαίνοντας ἡμᾶς μιμεῖσθαι καὶ θαυμάζειν αὐτὸν μᾶλλον τῶν καθʼ ὑπερβολὴν ἐπαινούντων.

在深思熟虑之后,并确信绝不可能找到比这更崇高、更符合公众利益、对我们大家更切身有益的主题,我便再次受到激励去撰写此文,尽管我对自己目前的境况并非一无所知,深知这篇言论所需要的并非我这把年纪,而是一个年富力强、天赋远超常人的男子;我也看到,就同一个主题作出两次足以令人满意的言论是极为困难的,尤其是先前发表的那一篇写得如此精妙,以至于连嫉妒我们的人,比起那些极力赞美它的人,都更加赞叹并加以摹仿。

§12

ἀλλʼ ὅμως ἐγὼ ταύτας τὰς δυσχερείας ὑπεριδὼν οὕτως ἐπὶ γήρως γέγονα φιλότιμος, ὥστʼ ἠβουλήθην ἅμα τοῖς πρὸς σὲ λεγομένοις καὶ τοῖς μετʼ ἐμοῦ διατρίψασιν ὑποδεῖξαι καὶ ποιῆσαι φανερόν, ὅτι τὸ μὲν ταῖς πανηγύρεσιν ἐνοχλεῖν καὶ πρὸς ἅπαντας λέγειν τοὺς συντρέχοντας ἐν αὐταῖς πρὸς οὐδένα λέγειν ἐστίν, ἀλλʼ ὁμοίως οἱ τοιοῦτοι τῶν λόγων ἄκυροι τυγχάνουσιν ὄντες τοῖς νόμοις καὶ ταῖς πολιτείαις ταῖς ὑπὸ τῶν σοφιστῶν γεγραμμέναις, δεῖ δὲ τοὺς βουλομένους μὴ μάτην φλυαρεῖν ἀλλὰ προὔργου τι ποιεῖν καὶ τοὺς οἰομένους ἀγαθόν τι κοινὸν εὑρηκέναι τοὺς μὲν ἄλλους ἐᾶν πανηγυρίζειν, αὐτοὺς δʼ ὧν εἰσηγοῦνται ποιήσασθαί τινα προστάτην τῶν καὶ λέγειν καὶ πράττειν δυναμένων καὶ δόξαν μεγάλην ἐχόντων, εἴπερ μέλλουσί τινες προσέξειν αὐτοῖς τὸν νοῦν.

然而,我全然不顾这些困难,在晚年竟变得如此好胜,以至于渴望在对你说这番话的同时,也向那些与我交往的门人展示并表明:在大集会上扰攘并向奔赴盛会的大众发表演说,实际上等于不对任何人说话;这种言论就如同智者们所撰写的法律和政制一样,完全不具备任何实效;相反,那些不愿虚妄空谈而求有所作为的人,以及那些自认为发现了某种共同福祉的人,必须任由他人去集会游乐,而应当为自己所倡导的事情从那些既能言善辩又能付诸行动且享有盛誉之士中寻找一位领袖,假使他们希望有人会对此予以关注的话。

§14

ἅ περ ἐγὼ γνοὺς διαλεχθῆναι σοὶ προειλόμην,οὐ πρὸς χάριν ἐκλεξάμενος, — καίτοι πρὸ πολλοῦ ποιησαίμην ἄν2 σοι κεχαρισμένως εἰπεῖν, ἀλλʼ οὐκ ἐπὶ τούτῳ τὴν διάνοιαν ἔσχον. ἀλλὰ τοὺς μὲν ἄλλους ἑώρων τοὺς ἐνδόξους τῶν ἀνδρῶν ὑπὸ πόλεσι καὶ νόμοις οἰκοῦντας, καὶ οὐδὲν ἐξὸν αὐτοῖς ἄλλο πράττειν πλὴν τὸ προσταττόμενον, ἔτι δὲ πολὺ καταδεεστέρους ὄντας τῶν πραγμάτων τῶν ῥηθησομένων, σοὶ δὲ μόνῳ πολλὴν ἐξουσίαν ὑπὸ τῆς τύχης δεδομένην3 καὶ πρέσβεις πέμπειν πρὸς οὕς τινας ἂν βουληθῇς, καὶ δέχεσθαι παρʼ ὧν ἄν σοι δοκῇ, καὶ λέγειν ὅ τι ἂν ἡγῇ συμφέρειν, πρὸς δὲ τούτοις καὶ πλοῦτον καὶ δύναμιν κεκτημένον ὅσην οὐδεὶς τῶν Ἑλλήνων, ἃ μόνα τῶν ὄντων καὶ πείθειν καὶ βιάζεσθαι πέφυκεν· ὧν οἶμαι καὶ τὰ ῥηθησόμενα προσδεήσεσθαι.

我正是意识到了这一点,才选择与你对话,并非出于阿谄奉承——尽管我也极希望能说出取悦于你的话,但我并非本着这种目的怀有此意;而是因为我看到其他享有盛名的杰出人士都居于城邦与法律管辖之下,除了执行受命之事外无权做任何别的事情,而且对于将要讨论的事业而言能力远远不足;唯独对你,命运赐予了极大的自由,既可向你所期望的任何人派遣使节,亦可接见来自任何你认为合适之人的使节,并且能畅言你认为有利的任何话;此外,你还拥有希腊人中无人企及的财富与力量,而这些是世间事物中唯一天生既能劝导又能强迫之物——我认为,将要提出的事业也正需要这些手段。

§16

μέλλω γάρ σοι συμβουλεύειν προστῆναι τῆς τε τῶν Ἑλλήνων ὁμονοίας καὶ τῆς ἐπὶ τοὺς βαρβάρους στρατείας· ἔστι δὲ τὸ μὲν πείθειν πρὸς τοὺς Ἕλληνας συμφέρον, τὸ δὲ βιάζεσθαι πρὸς τοὺς βαρβάρους χρήσιμον. ἡ μὲν οὖν περιβολὴ παντὸς τοῦ λόγου τοιαύτη τίς ἐστιν.

因为我打算劝告你成为希腊人团结一致以及进军蛮族的领袖;在对待希腊人时劝导是有利的,而在对待蛮族时强迫是奏效的。整篇演说的概要大抵如此。

§17

οὐκ ὀκνήσω δὲ πρὸς σὲ κατειπεῖν ἐφʼ οἷς ἐλύπησάν τινές με τῶν πλησιασάντων· οἶμαι γὰρ ἔσεσθαί τι προὔργου. δηλώσαντος γάρ μου πρὸς αὐτοὺς ὅτι μέλλω σοι λόγον πέμπειν οὐκ ἐπίδειξιν ποιησόμενον οὐδʼ ἐγκωμιασόμενον τοὺς πολέμους τοὺς διὰ σοῦ γεγενημένους (ἕτεροι γὰρ τοῦτο ποιήσουσιν), ἀλλὰ πειρασόμενόν σε προτρέπειν ἐπὶ πράξεις οἰκειοτέρας καὶ καλλίους καὶ μᾶλλον συμφερούσας ὧν νῦν τυγχάνεις προῃρημένος,

我也不吝惜向你据实相告我的某些近人曾因何事令我伤心,因为我认为这也会带来一些益处。那是在我向他们表明,我打算给你寄去一篇言论,不是为了炫耀辞令,也不是为了歌颂经由你所进行的战争(因为别人自会做这件事),而是试图激励你去从事比你目前所选取的更为贴切、更为崇高且更有益的行动时,

语法注3 条
  1. 9εὕρισκον οὐδαμῶς ἂν ἄλλως αὐτὴν ἡσυχίαν ἄγουσαν, πλὴν εἰ δόξειε

    动词 εὕρισκον 带有分词补足语 ἡσυχίαν ἄγουσαν(其逻辑主语为指代城邦的宾格代词 αὐτήν)。小品词 ἄν 修饰分词,与随后的条件从句 πλὴν εἰ δόξειε... βουληθεῖεν 构成间接引语中的潜势/条件结构。

  2. 14πρὸ πολλοῦ ποιησαίμην ἄν

    惯用短语 πρὸ πολλοῦ ποιεῖσθαί τι 意为“极其看重某事”、“高度重视”。愿望语气加 ἄν 表潜势(“我固然极其愿意”),与后文的 ἀλλʼ οὐκ ἐπὶ τούτῳ τὴν διάνοιαν ἔσχον 构成转折对照。

  3. 15σοὶ δὲ μόνῳ πολλὴν ἐξουσίαν ὑπὸ τῆς τύχης δεδομένην

    宾格分词 δεδομένην 以及后面的 κεκτημένον 承接了前句主动词 ἑώρων 的宾语结构,与 τοὺς μὲν ἄλλους ἑώρων... 形成 μὲν...δέ 的呼应对比(即“我看到其他人……,而唯独对你[我看到]被赋予了……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:9-17