- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:1-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底向腓力解释为何先从此前未完成的安菲波利斯论著谈起,回顾了自己如何论证双方在该争端中皆误判了自身利益并劝告两方实现和平。
μὴ θαυμάσῃς, ὦ Φίλιππε, διότι τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν οὐ τοῦ πρὸς σὲ ῥηθησομένου καὶ νῦν δειχθήσεσθαι μέλλοντος, ἀλλὰ τοῦ περὶ Ἀμφιπόλεως γραφέντος.1 περὶ οὗ μικρὰ βούλομαι προειπεῖν, ἵνα δηλώσω καὶ σοὶ καὶ τοῖς ἄλλοις ὡς οὐ διʼ ἄνοιαν οὐδὲ διαψευσθεὶς τῆς ἀρρωστίας τῆς νῦν μοι παρούσης2 ἐπεθέμην γράφειν τὸν πρὸς σὲ λόγον, ἀλλʼ εἰκότως καὶ κατὰ μικρὸν ὑπαχθείς.
腓力啊,切莫感到惊奇,因为我的讲演并非从将要对你发表且此刻即将展现的这篇开始,而是从那篇关于安菲波利斯所写的开始。关于那一篇,我想先简短地说几句,以便向你和其他人表明,我着手撰写致你的这篇讲演,既非出于愚妄,亦非误判了如今临到我身上的衰疾,而是出于正当的理由且是循序渐进地被引导至此的。
ὁρῶν γὰρ τὸν πόλεμον τὸν ἐνστάντα σοὶ καὶ τῇ πόλει περὶ Ἀμφιπόλεως πολλῶν κακῶν αἴτιον γιγνόμενον, ἐπεχείρησα λέγειν περί τε τῆς πόλεως ταύτης καὶ τῆς χώρας οὐδὲν τῶν αὐτῶν οὔτε τοῖς ὑπὸ τῶν σῶν ἑταίρων λεγομένοις οὔτε τοῖς ὑπὸ τῶν ῥητόρων τῶν παρʼ ἡμῖν, ἀλλʼ ὡς οἷόν τε πλεῖστον ἀφεστῶτα τῆς τούτων διανοίας.3
因为我看到你与城邦之间因安菲波利斯而爆发的战争成了诸多灾祸的根源,便试图就这座城及其领土发表看法,既不同于你的近臣们所说的话,也不同于我们这里的演说家们所讲的话,而是尽可能远离他们的意图。
οὗτοι μὲν γὰρ παρώξυνον ἐπὶ τὸν πόλεμον, συναγορεύοντες ταῖς ἐπιθυμίαις ὑμῶν· ἐγὼ δὲ περὶ μὲν τῶν ἀμφισβητουμένων οὐδὲν ἀπεφαινόμην, ὃν δʼ ὑπελάμβανον τῶν λόγων εἰρηνικώτατον εἶναι, περὶ τοῦτον διέτριβον, λέγων ὡς ἀμφότεροι διαμαρτάνετε τῶν πραγμάτων, καὶ σὺ μὲν πολεμεῖς ὑπὲρ τῶν ἡμῖν συμφερόντων, ἡ δὲ πόλις ὑπὲρ τῆς σῆς δυναστείας· λυσιτελεῖν γὰρ σοὶ μὲν ἡμᾶς ἔχειν τὴν χώραν ταύτην, τῇ δὲ πόλει μηδʼ ἐξ ἑνὸς τρόπου λαβεῖν αὐτήν.
他们逢迎你们双方的欲望,煽动战争;而我则对争议之事不置一词,唯独专心于我认为在各种议论中最能带来和平的那种,指出你们双方都对事态做出了错误的判断,你是在为有利于我们的事情而战,而城邦则是在为你的霸权而战;因为对你来说,由我们保有这片领土是有利的,而对城邦来说,无论如何都不应去获取它。
καὶ περὶ τούτων οὕτως ἐδόκουν διεξιέναι τοῖς ἀκούουσιν, ὥστε μηδένα τὸν λόγον αὐτῶν μηδὲ τὴν λέξιν ἐπαινεῖν ὡς ἀκριβῶς καὶ καθαρῶς ἔχουσαν, ὅπερ εἰώθασί τινες ποιεῖν, ἀλλὰ τὴν ἀλήθειαν τῶν πραγμάτων θαυμάζειν, καὶ νομίζειν οὐδαμῶς ἂν ἄλλως παύσασθαι τῆς φιλονικίας ὑμᾶς, πλὴν εἰ σὺ μὲν πεισθείης πλείονος ἀξίαν ἔσεσθαί σοι τὴν τῆς πόλεως φιλίαν ἢ τὰς προσόδους τὰς ἐξ Ἀμφιπόλεως γιγνομένας, ἡ δὲ πόλις δυνηθείη4 καταμαθεῖν ὡς χρὴ τὰς μὲν τοιαύτας φεύγειν ἀποικίας, αἵ τινες τετράκις ἢ πεντάκις ἀπολωλέκασι τοὺς ἐμπολιτευθέντας, ζητεῖν δʼ ἐκείνους τοὺς τόπους τοὺς πόρρω μὲν κειμένους τῶν ἄρχειν δυναμένων, ἐγγὺς δὲ τῶν δουλεύειν εἰθισμένων, εἰς οἷόν περ Λακεδαιμόνιοι Κυρηναίους ἀπῴκισαν· πρὸς δὲ τούτοις, εἰ σὺ μὲν γνοίης ὅτι λόγῳ παραδοὺς τὴν χώραν ἡμῖν ταύτην αὐτὸς ἔργῳ κρατήσεις αὐτῆς, καὶ προσέτι τὴν εὔνοιαν τὴν ἡμετέραν κτήσει (τοσούτους γὰρ ὁμήρους λήψει παρʼ ἡμῶν τῆς φιλίας, ὅσους περ ἂν ἐποίκους εἰς τὴν σὴν δυναστείαν ἀποστείλωμεν), τὸ δὲ πλῆθος ἡμῶν εἴ τις διδάξειεν, ὡς ἂν λάβωμεν Ἀμφίπολιν, ἀναγκασθησόμεθα τὴν αὐτὴν εὔνοιαν ἔχειν τοῖς σοῖς πράγμασι διὰ τοὺς ἐνταῦθα κατοικοῦντας οἵαν περ εἴχομεν Ἀμαδόκῳ τῷ παλαιῷ διὰ τοὺς ἐν Χερρονήσῳ γεωργοῦντας.
关于这些事情,我在听众面前所阐述的论调,使得他们当中无人赞扬讲演的文风或用词是严谨纯正的(这本是某些人一贯的做法),反而赞叹事态的真实,并认为你们绝不可能以其他方式停止争斗,除非你被说服,相信城邦的友谊对你而言将比来自安菲波利斯的税收更有价值;而城邦则能领会,应当避开四五次毁灭了殖民定居者的这类殖民地,而去寻找那些远离有能力统治者、靠近惯于顺从者的土地,正如拉刻代蒙人将昔兰尼人迁往殖民的地方那样;此外,如果你认识到,在名义上将这片领土交给我们,你在事实上反倒掌控了它,并且还能获得我们的善意(因为我们在你的势力范围内派出多少殖民者,你便从我们这里获得了多少友谊的人质);另一方面,若有人能教导我们的大众,一旦我们夺得安菲波利斯,就不得不为了那里的定居者而对你的事务抱有同等的善意,恰如我们昔日因在赫尔松尼苏斯耕作的居民而对老阿玛多库斯所抱有的善意一样。
τοιούτων δὲ πολλῶν λεγομένων ἤλπισαν ὅσοι περ ἤκουσαν, διαδοθέντος τοῦ λόγου διαλύσεσθαι τὸν πόλεμον ὑμᾶς καὶ γνωσιμαχήσαντας βουλεύσεσθαί τι κοινὸν ἀγαθὸν περὶ ὑμῶν αὐτῶν. εἰ μὲν οὖν ἀφρόνως ἢ καὶ νουνεχόντως ταῦτʼ ἐδόξαζον, δικαίως ἂν ἐκεῖνοι τὴν αἰτίαν ἔχοιεν· ὄντος δʼ οὖν ἐμοῦ περὶ τὴν πραγματείαν ταύτην ἔφθητε ποιησάμενοι τὴν εἰρήνην, πρὶν ἐξεργασθῆναι τὸν λόγον,5 σωφρονοῦντες· ὅπως γὰρ οὖν πεπρᾶχθαι κρεῖττον ἦν αὐτὴν ἢ συνέχεσθαι τοῖς κακοῖς τοῖς διὰ τὸν πόλεμον γιγνομένοις.
当说了许多这番话时,凡听到的人都寄望于该讲演一旦传开,你们便会化解战争,并在改弦易辙之后为你们自身的共同利益出谋划策。他们做此设想究竟是愚昧还是明智,他们理当自负其责;然而,正当我忙于这篇著作时,你们审慎地在讲演完成之前就先达成了和约;因为无论如何,促成和平总好过持续遭受因战争而生的苦难。
συνησθεὶς δὲ τοῖς περὶ τῆς εἰρήνης ψηφισθεῖσι, καὶ νομίσας οὐ μόνον ἡμῖν ἀλλὰ καὶ σοὶ καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασι συνοίσειν, ἀποστῆσαι μὲν τὴν ἐμαυτοῦ διάνοιαν τῶν ἐχομένων οὐχ οἷός τʼ ἦν, ἀλλʼ οὕτω διεκείμην ὥστʼ εὐθὺς σκοπεῖσθαι πῶς ἂν τὰ πεπραγμένα παραμείνειεν ἡμῖν καὶ μὴ χρόνον ὀλίγον ἡ πόλις ἡμῶν διαλιποῦσα πάλιν ἑτέρων πολέμων ἐπιθυμήσειε·
我既为关于和平的决议感到欣慰,又认为这不仅对我们,而且对你乃至对其他全体希腊人都是有益的,因而无法让自己的心思离开这些紧密相连的事情,而是处于这样一种心境,立刻去考量如何才能使已成之事长久保持,而我们的城邦不至于在经历短短的间歇之后又渴望发起别的战争。
- 1τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν οὐ τοῦ πρὸς σὲ ῥηθησομένου ... ἀλλὰ τοῦ περὶ Ἀμφιπόλεως γραφέντος
属格短语 τοῦ λόγου ... οὐ τοῦ ... ἀλλὰ τοῦ ... 依附于动词短语 τὴν ἀρχὴν ποιήσομαι(“我将开端/着手于”),用作部分属格或表示起点的属格,意为“我的讲演不是从……而是从关于安菲波利斯所写的讲演开始”。
- 1διαψευσθεὶς τῆς ἀρρωστίας τῆς νῦν μοι παρούσης
被动态不定过去时分词 διαψευσθείς 支配属格 τῆς ἀρρωστίας,意为“对……发生误判”或“错误估计了……”,属格表示判断失误的对象。
- 2οὐδὲν τῶν αὐτῶν ... ἀλλʼ ὡς οἷόν τε πλεῖστον ἀφεστῶτα τῆς τούτων διανοίας
不定词 λέγειν 的直接宾语为中性短语 οὐδὲν τῶν αὐτῶν(“毫无相同之事”),随后中性复数分词 ἀφεστῶτα 修饰所说的内容,指与双方之意图相去甚远的事物,构成 οὔτε ... οὔτε ... ἀλλά 的对比结构。
- 5πλὴν εἰ σὺ μὲν πεισθείης ... ἡ δὲ πόλις δυνηθείη
连词短语 πλὴν εἰ(“除非”)引导一个例外条件从句,对前文的 οὐδαμῶς ἂν ἄλλως παύσασθαι(“绝无其他方式可以停止”)进行限定,后接希求法动词 πεισθείης 与 δυνηθείη,表示设想的条件。
- 7ἔφθητε ποιησάμενοι τὴν εἰρήνην, πρὶν ἐξεργασθῆναι τὸν λόγον
动词 φθάνω 与补充成分分词(ἔφθητε ποιησάμενοι)构成惯用句式,意为“先于……做成了某事”,与接下来的 πρίν 引导的不定词从句(πρὶν ἐξεργασθῆναι)相呼应,强调在讲演完成之前便抢先达成了和约。
