← 伊索克拉底

致腓力

§18-25

友人的态度转变与请求腓力听完演说

伊索克拉底叙述了他的近人起初指责他向腓力进言是不知天高地厚,但在读过演说全篇后羞愧认错并转为大力支持,进而请求腓力抛开成见将全篇听完。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

οὕτως ἐξεπλάγησαν μὴ διὰ τὸ γῆρας ἐξεστηκὼς ὦ τοῦ φρονεῖν, ὥστʼ ἐτόλμησαν ἐπιπλῆξαί μοι, πρότερον οὐκ εἰωθότες τοῦτο ποιεῖν, λέγοντες ὡς ἀτόποις καὶ λίαν ἀνοήτοις ἐπιχειρῶ πράγμασιν, “ὅς τις Φιλίππῳ συμβουλεύσοντα λόγον μέλλεις πέμπειν,1 ὃς εἰ καὶ πρότερον ἐνόμιζεν αὑτὸν εἶναί τινος πρὸς τὸ φρονεῖν καταδεέστερον, νῦν διὰ τὸ μέγεθος τῶν συμβεβηκότων οὐκ ἔστιν ὅπως οὐκ οἴεται2 βέλτιον δύνασθαι βουλεύεσθαι τῶν ἄλλων.

他们极度惊骇,唯恐我因年迈而丧失理智,以至于竟敢出面斥责我——他们此前绝无此种习惯——声称我正在涉足荒谬且极其愚蠢的勾当:“你竟然打算寄给腓力一篇建言演说!他即便从前自认为在思虑上略逊于人,如今鉴于成就之辉煌,也绝不可能不认为自己在筹划谋略方面远胜常人。

§19

ἔπειτα καὶ Μακεδόνων ἔχει περὶ αὑτὸν τοὺς σπουδαιοτάτους, οὓς εἰκός, εἰ καὶ περὶ τῶν ἄλλων ἀπείρως ἔχουσι, τό γε συμφέρον ἐκείνῳ μᾶλλον ἢ σὲ γιγνώσκειν. ἔτι δὲ καὶ τῶν Ἑλλήνων πολλοὺς ἂν ἴδοις ἐκεῖ κατοικοῦντας, οὐκ ἀδόξους ἄνδρας οὐδʼ ἀνοήτους, ἀλλʼ οἷς ἐκεῖνος ἀνακοινούμενος οὐκ ἐλάττω τὴν βασιλείαν πεποίηκεν ἀλλʼ εὐχῆς ἄξια διαπέπρακται.

况且,他身边拥有马其顿人中最杰出之士,这些人哪怕缺乏其他方面的见识,也理应比你更清楚什么才符合他的利益。此外,你还会看到许多希腊人侨居在那里,他们绝非无名之辈,更非愚笨之徒;他正是与这些人商讨谋划,不仅未使王权受损,反而成就了堪称如愿以偿的伟业。

§20

τί γὰρ ἐλλέλοιπεν; οὐ Θετταλοὺς μὲν τοὺς πρότερον ἐνάρχοντας Μακεδονίας οὕτως οἰκείως πρὸς αὑτὸν διακεῖσθαι πεποίηκεν, ὥσθʼ ἑκάστους αὐτῶν μᾶλλον ἐκείνῳ πιστεύειν ἢ τοῖς συμπολιτευομένοις; τῶν δὲ πόλεων τῶν περὶ τὸν τόπον ἐκεῖνον τὰς μὲν ταῖς εὐεργεσίαις πρὸς τὴν αὑτοῦ συμμαχίαν προσῆκται, τὰς δὲ σφόδρα λυπούσας αὐτὸν ἀναστάτους πεποίηκεν;

难道还有什么未曾办到吗?难道他没有使昔日支配马其顿的色萨利人对他如此亲附,以至于他们每个人信赖他甚于信赖本邦同胞?而在那一片地域的城邦中,他难道不是以施惠将一部分拉拢为自己的盟友,又将那些严重侵扰他的城邦彻底夷为平地?

§21

Μάγνητας δὲ καὶ Περραιβοὺς καὶ Παίονας κατέστραπται, καὶ πάντας ὑπηκόους αὐτοὺς εἴληφεν; τοῦ δʼ Ἰλλυριῶν πλήθους πλὴν τῶν παρὰ τὸν Ἀδρίαν οἰκούντων ἐγκρατὴς καὶ κύριος γέγονεν; ἁπάσης δὲ τῆς Θρᾴκης οὓς ἠβουλήθη δεσπότας κατέστησεν; τὸν δὴ τοιαῦτα καὶ τηλικαῦτα διαπεπραγμένον οὐκ οἴει πολλὴν μωρίαν καταγνώσεσθαι τοῦ πέμψαντος τὸ βιβλίον, καὶ πολὺ διεψεῦσθαι νομιεῖν τῆς τε τῶν λόγων δυνάμεως καὶ τῆς αὑτοῦ διανοίας;”

他难道没有降服马格尼西亚人、佩拉埃比人和培奥尼亚人,并将他们尽数收为臣民?除了居住在亚得里亚海沿岸的部族之外,他难道没有掌控伊利里亚的大部众而成为其霸主?在整个色雷斯,他难道没有依自己的心愿确立各处的领主?难道你以为,成就了如此诸多丰功伟绩的霸主,不会认定寄送书卷之人荒谬至极,并断定此人既错估了言论的力量,又全然误判了〔腓力〕自身的意图?”

§22

ταῦτʼ ἀκούσας ὡς μὲν τὸ πρῶτον ἐξεπλάγην, καὶ πάλιν ὡς ἀναλαβὼν ἐμαυτὸν ἀντεῖπον πρὸς ἕκαστον τῶν ῥηθέντων, παραλείψω, μὴ καὶ δόξω τισὶ λίαν ἀγαπᾶν, εἰ χαριέντως αὐτοὺς ἠμυνάμην· λυπήσας δʼ οὖν μετρίως (ὡς ἐμαυτὸν ἔπειθον) τοὺς ἐπιπλῆξαί μοι τολμήσαντας, τελευτῶν ὑπεσχόμην μόνοις αὐτοῖς τὸν λόγον τῶν ἐν τῇ πόλει δείξειν, καὶ ποιήσειν οὐδὲν ἄλλο περὶ αὐτοῦ πλὴν ὅ τι ἂν ἐκείνοις δόξῃ.

听闻这番话,我起初如何震惊,随后又如何镇定下来并对所说的每一条予以反驳,在此便略去不谈,免得有人认为我因巧妙回击了他们而过于沾沾自喜。无论如何,在我(据我自以为)适度地挫败了那些胆敢斥责我的人之后,我最终向他们承诺,全城之中只将这篇言论展示给他们看,除依从他们的决断之外绝不再对此文作任何处置。

§23

τούτων ἀκούσαντες ἀπῆλθον, οὐκ οἶδʼ ὅπως τὴν διάνοιαν ἔχοντες. πλὴν οὐ πολλαῖς ἡμέραις ὕστερον ἐπιτελεσθέντος τοῦ λόγου καὶ δειχθέντος αὐτοῖς τοσοῦτον μετέπεσον, ὥστʼ ᾐσχύνοντο μὲν ἐφʼ οἷς ἐθρασύναντο, μετέμελε δʼ αὐτοῖς ἁπάντων τῶν εἰρημένων, ὡμολόγουν δὲ μηδενὸς πώποτε τοσοῦτον πράγματος διαμαρτεῖν, ἔσπευδον δὲ μᾶλλον ἢ ʼγὼ πεμφθῆναί σοι τὸν λόγον τοῦτον, ἔλεγον δʼ ὡς ἐλπίζουσιν οὐ μόνον σὲ καὶ τὴν πόλιν ἕξειν μοι χάριν ὑπὲρ τῶν εἰρημένων, ἀλλὰ καὶ τοὺς Ἕλληνας ἅπαντας.

听完这些话,他们便离去了,当时他们怀着怎样的心思我不得而知。然而没过几天,当演说完成并展示给他们看时,他们的态度发生了如此巨大的转变,以至于对先前的狂妄深感羞愧,懊悔自己所说的一切话,承认在任何事情上从未有过如此严重的误判,甚至比我更急切地催促将这篇言论寄送给你,并表示他们期望不仅你和城邦会因文中所言对我心存感激,全希腊人也莫不如此。

§24

τούτου δʼ ἕνεκά σοι ταῦτα διῆλθον, ἵνʼ ἄν τί σοι φανῇ τῶν ἐν ἀρχῇ λεγομένων ἢ μὴ πιστὸν ἢ μὴ δυνατὸν ἢ μὴ πρέπον σοι πράττειν, μὴ δυσχεράνας ἀποστῇς τῶν λοιπῶν, μηδὲ πάθῃς ταὐτὸ τοῖς ἐπιτηδείοις τοῖς ἐμοῖς, ἀλλʼ ἐπιμείνῃς ἡσυχάζουσαν ἔχων τὴν διάνοιαν, ἕως ἂν διὰ τέλους ἀκούσῃς ἁπάντων τῶν λεγομένων. οἶμαι γὰρ ἐρεῖν τι τῶν δεόντων καὶ τῶν σοὶ συμφερόντων.

我向你详述这些事情正是出于此番考量:如果在开篇所说的事情中有任何显得不可信、不可行或不适宜你去做,你切莫因不悦而舍弃其余部分,也切莫陷入与我的门人相同的偏见,而应保持平静的心境,直到从头至尾听完所有的陈述。因为我认为,我定能道出一些切中要害且有益于你的真知灼见。

§25

καίτοι μʼ οὐ λέληθεν ὅσον διαφέρουσι τῶν λόγων εἰς τὸ πείθειν οἱ λεγόμενοι τῶν ἀναγιγνωσκομένων,3 οὐδʼ ὅτι πάντες ὑπειλήφασι τοὺς μὲν περὶ σπουδαίων πραγμάτων καὶ κατεπειγόντων ῥητορεύεσθαι, τοὺς δὲ πρὸς ἐπίδειξιν καὶ πρὸς ἐργολαβίαν γεγράφθαι.

不过我并非不知道,在劝服力方面口头发表的演说比书面阅读的演说高明得多,我也深知人人都以为前者是为重大而紧迫的事务而作的讲说,而后者纯粹是为了夸耀文辞或谋取酬劳而撰写。

语法注3 条
  1. 18ὅς τις Φιλίππῳ συμβουλεύσοντα λόγον μέλλεις πέμπειν

    不带明确先行词、用于表达惊愕或责难原因的关系从句结构。关系代词 ὅστις 与从句内的第二人称动词(μέλλεις)直接呼应,修饰说话对象(“你竟然打算……”)。

  2. 18οὐκ ἔστιν ὅπως οὐκ οἴεται

    由非人称句式 οὐκ ἔστιν ὅπως(绝不可能……)与从句否定词 οὐ 结合而成的双重否定强肯定句,意为“绝不可能不认为”(即“必定认为”)。

  3. 25τῶν λόγων εἰς τὸ πείθειν οἱ λεγόμενοι τῶν ἀναγιγνωσκομένων

    包含语序倒置与分离(hyperbaton)的复杂句式。部分属格 τῶν λόγων(在演说之中)被介词短语 εἰς τὸ πείθειν 与主语 οἱ λεγόμενοι(口头讲说的演说)隔开,而比较属格 τῶν ἀναγιγνωσκομένων(书面阅读的演说)则紧随主语之后与之并置对比(动词 διαφέρουσι 位于 τῶν λόγων 之前)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:18-25