← 伊索克拉底

致腓力

§80-87

希腊和解的诉求与阿格西劳斯的失败

伊索克拉底敦促腓力一视同仁地团结全希腊,申明自己虽无意政坛却长于明智建言的初衷,并以阿格西劳斯因内部纷争导致反波斯远征失败的前车之鉴作为警示。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80

ὅταν οὕτω διαθῇς τοὺς Ἕλληνας,1 ὥσπερ ὁρᾷς Λακεδαιμονίους τε πρὸς τοὺς ἑαυτῶν βασιλέας ἔχοντας τούς θʼ ἑταίρους τοὺς σοὺς πρὸς σὲ διακειμένους. ἔστι δʼ οὐ χαλεπὸν τυχεῖν τούτων, ἢν ἐθελήσῃς κοινὸς ἅπασι γενέσθαι, καὶ παύσῃ ταῖς μὲν τῶν πόλεων οἰκείως ἔχων, πρὸς δὲ τὰς ἀλλοτρίως διακείμενος, ἔτι δʼ ἢν τὰ τοιαῦτα προαιρῇ πράττειν, ἐξ ὧν τοῖς μὲν Ἕλλησιν ἔσει πιστός, τοῖς δὲ βαρβάροις φοβερός.

唯有当你使希腊人对待你的态度,如同你所见到的拉刻代蒙人对待自己的国王、以及你自己的同伴对待你那般时,方可作此设想。而要实现这些并非难事,只要你愿意对所有人一视同仁,不再对某些城邦亲近而对另一些城邦敌视,并且只要你决意采取那些能使你为希腊人所信赖、为异族人所畏惧的作为。

§81

καὶ μὴ θαυμάσῃς, ἅ περ ἐπέστειλα καὶ πρὸς Διονύσιον τὴν τυραννίδα κτησάμενον,2 εἰ μήτε στρατηγὸς ὢν μήτε ῥήτωρ μήτʼ ἄλλως δυνάστης θρασύτερόν σοι διείλεγμαι τῶν ἄλλων. ἐγὼ γὰρ πρὸς μὲν τὸ πολιτεύεσθαι πάντων ἀφυέστατος ἐγενόμην τῶν πολιτῶν (οὔτε γὰρ φωνὴν ἔσχον ἱκανὴν οὔτε τόλμαν δυναμένην ὄχλῳ χρῆσθαι καὶ μολύνεσθαι καὶ λοιδορεῖσθαι τοῖς ἐπὶ τοῦ βήματος κυλινδουμένοις), τοῦ δὲ φρονεῖν εὖ καὶ πεπαιδεῦσθαι καλῶς,3 εἰ καί τις ἀγροικότερον εἶναι φήσει τὸ ῥηθέν, ἀμφισβητῶ, καὶ θείην ἂν ἐμαυτὸν οὐκ ἐν τοῖς ἀπολελειμμένοις ἀλλʼ ἐν τοῖς προέχουσι τῶν ἄλλων. διό περ ἐπιχειρῶ συμβουλεύειν τὸν τρόπον τοῦτον, ὃν ἐγὼ πέφυκα καὶ δύναμαι, καὶ τῇ πόλει καὶ τοῖς Ἕλλησι καὶ τῶν ἀνδρῶν τοῖς ἐνδοξοτάτοις.

正如我曾致信给夺得僭主之位的狄奥尼修斯那样,即便我既非将领,亦非演说家,也非任何掌权之士,却比其他人更大胆地同你交谈,你也不必感到惊异。因为在从政方面,我成了全体公民中最缺乏天赋的人(我既没有足够洪亮的嗓音,也没有那种能够应付群众、在讲坛上与摸爬滚打之徒一同沾染污垢并相互对骂的胆量);但若论明智的思考与受过良好的教养,纵使有人会说这番言辞有失谦逊,我亦要坚持认领,且不会将自己归入落后者之列,而会归入超越他人者之中。正因如此,我才尝试以这种合乎我天性与能力的方式,向城邦、向希腊人以及向人们中最有名望者提出建议。

§83

περὶ μὲν οὖν τῶν ἐμῶν καὶ ὧν σοι πρακτέον ἐστὶ πρὸς τοὺς Ἕλληνας, σχεδὸν ἀκήκοας· περὶ δὲ τῆς στρατείας τῆς εἰς τὴν Ἀσίαν ταῖς μὲν πόλεσιν, ἃς ἔφην χρῆναί σε διαλλάττειν, τότε συμβουλεύσομεν ὡς χρὴ πολεμεῖν πρὸς τοὺς βαρβάρους, ὅταν ἴδωμεν αὐτὰς ὁμονοούσας, πρὸς σὲ δὲ νῦν ποιήσομαι τοὺς λόγους, οὐ τὴν αὐτὴν ἔχων διάνοιαν καὶ κατʼ ἐκείνην τὴν ἡλικίαν, ὅτʼ ἔγραφον περὶ τὴν αὐτὴν ὑπόθεσιν ταύτην.

关于我个人的情况以及你对希腊人应当采取的行动,你大致已经听到了;而关于向亚洲进军一事,对于那些我说过你应当予以调解的城邦,唯有当我们看到它们同心同德之时,我们才会就如何对异族用兵向它们进言;但对你而言,我现在便要陈述这番话,尽管我已不再抱有早年就这同一主题写作时的心境。

§84

τότε μὲν γὰρ παρεκελευόμην τοῖς ἀκουσομένοις καταγελᾶν μου καὶ καταφρονεῖν, ἢν μὴ καὶ τῶν πραγμάτων καὶ τῆς δόξης τῆς ἐμαυτοῦ καὶ τοῦ χρόνου τοῦ περὶ τὸν λόγον διατριφθέντος ἀξίως φαίνωμαι διεξιών· νῦν δὲ φοβοῦμαι μὴ πάντων τῶν προειρημένων πολὺ καταδεέστερον τύχω διαλεχθείς. καὶ γὰρ πρὸς τοῖς ἄλλοις ὁ λόγος ὁ πανηγυρικός, ὁ τοὺς ἄλλους τοὺς περὶ τὴν φιλοσοφίαν διατρίβοντας εὐπορωτέρους ποιήσας, ἐμοὶ πολλὴν ἀπορίαν παρέσχηκεν· οὔτε γὰρ ταὐτὰ βούλομαι λέγειν τοῖς ἐν ἐκείνῳ γεγραμμένοις, οὔτʼ ἔτι καινὰ δύναμαι ζητεῖν.

因为在当时,倘若我的论述显得配不上那些事态、配不上我自身的名望以及耗费在这篇演说上的时间,我曾力劝听众嘲笑我、鄙视我;但如今我却担心,自己的言辞恐怕会远逊于前述的一切标准。因为除了其他原因之外,那篇曾使其他从事哲学探究之人资材更加丰富的《节日集会辞》,反倒给我带来了极大的困厄:我既不愿重复该篇所写下的内容,也无力再去寻觅新的材料。

§85

οὐ μὴν ἀποστατέον ἐστίν, ἀλλὰ λεκτέον περὶ ὧν ὑπεθέμην, ὅ τι ἂν ὑποπέσῃ καὶ συμφέρῃ πρὸς τὸ πεῖσαί σε ταῦτα πράττειν. καὶ γὰρ ἢν ἐλλίπω τι καὶ μὴ δυνηθῶ τὸν αὐτὸν τρόπον γράψαι τοῖς πρότερον ἐκδεδομένοις, ἀλλʼ οὖν ὑπογράψειν γʼ οἶμαι χαριέντως τοῖς ἐξεργάζεσθαι καὶ διαπονεῖν δυναμένοις.

然而,决不能就此退缩,而必须就我所设定的论题,凡是涌入脑海且有利于说服你去实行这些事业的内容,皆当直抒胸臆。因为即便我有所遗漏,无法以先前刊行作品的那种方式来书写,但我深信自己至少能为那些有能力去完善和精心雕琢的人勾勒出一份得体精彩的草图。

§86

τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου τοῦ σύμπαντος οἶμαι πεποιῆσθαι ταύτην, ἥν περ προσήκει τοὺς ἐπὶ τὴν Ἀσίαν πείθοντας στρατεύειν. δεῖ γὰρ μηδὲν πρότερον πράττειν, πρὶν ἂν λάβῃ τις τοὺς Ἕλληνας δυοῖν θάτερον, ἢ συναγωνιζομένους ἢ πολλὴν εὔνοιαν ἔχοντας4 τοῖς πραττομένοις. ὧν Ἀγησίλαος ὁ δόξας εἶναι Λακεδαιμονίων φρονιμώτατος ὠλιγώρησεν,5 οὐ διὰ κακίαν, ἀλλὰ διὰ φιλοτιμίαν. ἔσχε γὰρ διττὰς ἐπιθυμίας, καλὰς μὲν ἀμφοτέρας, οὐ συμφωνούσας δʼ ἀλλήλαις οὐδʼ ἅμα πράττεσθαι δυναμένας. προῃρεῖτο γὰρ βασιλεῖ τε πολεμεῖν, καὶ τοὺς ἑταίρους εἰς τὰς πόλεις τὰς αὑτῶν καταγαγεῖν καὶ κυρίους ποιῆσαι τῶν πραγμάτων. συνέβαινεν οὖν ἐκ μὲν τῆς πραγματείας τῆς ὑπὲρ τῶν ἑταίρων ἐν κακοῖς καὶ κινδύνοις εἶναι τοὺς Ἕλληνας, διὰ δὲ τὴν ταραχὴν τὴν ἐνθάδε γιγνομένην μὴ σχολὴν ἄγειν μηδὲ δύνασθαι πολεμεῖν τοῖς βαρβάροις.

我认为,我已将整个论述的开端作成劝人向亚洲进军者所应当采取的那种开端。因为在未使希腊人处于以下两种状态之一——要么并肩作战,要么对所行之事怀有深厚善意——之前,绝不应先行采取任何行动。被公认为拉刻代蒙人中最明智的阿格西劳斯却忽视了这一点,这并非出于恶意,而是出于争名之心。因为他怀有两个愿望,二者虽皆高尚,却彼此抵触,无法同时付诸实行。他既选择同波斯国王作战,又选择将自己的同党送回各自的城邦并使他们执掌大权。结果便是,由于为同党奔走劳碌,希腊人陷入了祸患与危难之中;而因本土所产生的动乱,他们既无闲暇亦无能力去与异族人作战。

语法注5 条
  1. 80ὅταν οὕτω διαθῇς τοὺς Ἕλληνας

    时间条件从句(ὅταν搭配虚拟式),承接上一节末尾的副词τότε(“唯有在那个时候……”,ἀλλὰ τότε νομίζειν...)。句法结构跨越两节界限顺畅延续。

  2. 81ἅ περ ἐπέστειλα καὶ πρὸς Διονύσιον τὴν τυραννίδα κτησάμενον

    由关系代词ἅ περ引导的从句呈插入性质,先预指了后文εἰ... διείλεγμαι条件从句的内容(“正如我向狄奥尼修斯所写信陈述的那样……”)。

  3. 82τοῦ δὲ φρονεῖν εὖ καὶ πεπαιδεῦσθαι καλῶς

    作动词ἀμφισβητῶ(主张、争辩)的支配宾语的属格(表示所争夺或主张的权益),意为“关于明智的思考与良好的教养,我亦要据理力争/认领”。

  4. 86δυοῖν θάτερον, ἢ συναγωνιζομένους ἢ πολλὴν εὔνοιαν ἔχοντας

    δυοῖν θάτερον(“两者居其一”)作副词性/同位语性质的宾格,分词συναγωνιζομένους与ἔχοντας作为直接宾语τοὺς Ἕλληνας的谓语性分词,表“使希腊人处于两者之一的状态:要么并肩作战,要么……”。

  5. 86ὧν Ἀγησίλαος ὁ δόξας εἶναι Λακεδαιμονίων φρονιμώτατος ὠλιγώρησεν

    中性复数关系代词ὧν指代前文所述的进军前提(出征前须确保全希腊的和睦与善意),在句中受动词ὠλιγώρησεν(轻视)支配作属格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:80-87