- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:71-79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊索克拉底阐述了腓力若统领全希腊事业将获得的无上荣耀,随后指斥嫉妒者散布的流言——即声称腓力企图征服伯罗奔尼撒及全希腊,并告诫他不可轻视公众舆论,务必维护赫拉克勒斯后裔作为全希腊恩人的崇高声誉。
ὧν γιγνομένων πῶς οὐκ ἂν εἰκότως μέγα φρονοίης; πῶς δʼ οὐκ ἂν περιχαρὴς ὢν τὸν βίον διατελοίης, τηλικούτων εἰδὼς σαυτὸν πραγμάτων ἐπιστάτην γεγενημένον; τίς δʼ οὐκ ἂν τῶν καὶ μετρίως λογιζομένων ταύτας ἄν σοι παραινέσειε μάλιστα προαιρεῖσθαι τῶν πράξεων, τὰς ἀμφότερα φέρειν ἅμα δυναμένας, ὥσπερ καρπούς, ἡδονάς θʼ ὑπερβαλλούσας καὶ τιμὰς ἀνεξαλείπτους;
当这些事情实现之时,你怎能不理所当然地心怀高远?既然知晓自己已成为如此宏伟功业的主管者,又怎能不在无限欢愉中度过余生呢?凡是有哪怕一点理性判断力的人,又有谁不劝你首选这样一种作为呢?——它能够如同结出果实一般,同时带来无与伦比的快乐与不可磨灭的荣耀。
ἀπέχρη δʼ ἂν ἤδη μοι τὰ προειρημένα περὶ τούτων, εἰ μὴ παραλελοιπὼς ἦν τινα λόγον,1 οὐκ ἀμνημονήσας ἀλλʼ ὀκνήσας εἰπεῖν, ὃν ἤδη μοι δοκῶ δηλώσειν· οἶμαι γὰρ σοί τε συμφέρειν ἀκοῦσαι περὶ αὐτῶν, ἐμοί τε προσήκειν μετὰ παρρησίας (ὥσπερ εἴθισμαι) ποιεῖσθαι τοὺς λόγους.
关于这些事情,倘若我不是遗漏了一项论点,前面所说的原已足够;我并非将其遗忘,而是此前有所迟疑未曾吐露,如今我以为应当将其阐明。因为我认为听取这些于你有利,而(一如我的习惯)直率进言亦是我应尽的本分。
αἰσθάνομαι γάρ σε διαβαλλόμενον ὑπὸ τῶν σοὶ μὲν φθονούντων, τὰς δὲ πόλεις τὰς αὑτῶν εἰθισμένων εἰς ταραχὰς καθιστάναι, καὶ τὴν εἰρήνην τὴν τοῖς ἄλλοις κοινὴν πόλεμον τοῖς αὑτῶν ἰδίοις εἶναι νομιζόντων, οἳ πάντων τῶν ἄλλων ἀμελήσαντες περὶ τῆς σῆς δυνάμεως λέγουσιν, ὡς οὐχ ὑπὲρ τῆς Ἑλλάδος ἀλλʼ ἐπὶ ταύτην αὐξάνεται, καὶ σὺ πολὺν χρόνον ἤδη πᾶσιν ἡμῖν ἐπιβουλεύεις, καὶ λόγῳ μὲν μέλλεις Μεσσηνίοις βοηθεῖν, ἐὰν τὰ περὶ Φωκεῖς διοικήσῃς, ἔργῳ δʼ ὑπὸ σαυτῷ ποιεῖσθαι Πελοπόννησον· ὑπάρχουσι δέ σοι Θετταλοὶ μὲν καὶ Θηβαῖοι καὶ πάντες οἱ τῆς Ἀμφικτυονίας μετέχοντες ἕτοιμοι συνακολουθεῖν, Ἀργεῖοι δὲ καὶ Μεσσήνιοι καὶ Μεγαλοπολῖται καὶ τῶν ἄλλων πολλοὶ συμπολεμεῖν καὶ ποιεῖν ἀναστάτους Λακεδαιμονίους· ἢν δὲ ταῦτα πράξῃς, ὡς καὶ τῶν ἄλλων Ἑλλήνων ῥᾳδίως κρατήσεις.2
因为我察觉到,你正遭到那些嫉妒你的人的诽谤;这些人惯于使自己的城邦陷入混乱,并将对他人而言共同的和平视为对自己私利的战争。他们对其他一切置之不理,专谈你的权势,声称它不是为了希腊而是针对希腊而壮大的,且你很久以来一直在对我们所有人暗中图谋。他们宣称,你口头上说若处置完福客斯人的事务便打算去援助麦塞尼亚人,实际上却是要将伯罗奔尼撒置于自己的统治之下;帖撒利人、忒拜人以及所有近邻同盟的参与者皆随时听从你的调遣,阿哥斯人、麦塞尼亚人、梅加洛波利斯人以及其他许多人也随时准备一同作战并将拉刻代蒙人逐出家园;倘若你做成了这些事,你亦将轻而易举地征服其余的希腊人。
ταῦτα φλυαροῦντες καὶ φάσκοντες ἀκριβῶς εἰδέναι, καὶ ταχέως ἅπαντα τῷ λόγῳ καταστρεφόμενοι, πολλοὺς πείθουσι, καὶ μάλιστα μὲν τοὺς τῶν αὐτῶν κακῶν ἐπιθυμοῦντας ὧν περ οἱ λογοποιοῦντες, ἔπειτα καὶ τοὺς οὐδενὶ λογισμῷ χρωμένους ὑπὲρ τῶν κοινῶν, ἀλλὰ παντάπασιν ἀναισθήτως διακειμένους καὶ πολλὴν χάριν ἔχοντας τοῖς ὑπὲρ αὐτῶν φοβεῖσθαι καὶ δεδιέναι προσποιουμένοις, ἔτι δὲ τοὺς οὐκ ἀποδοκιμάζοντας τὸ δοκεῖν ἐπιβουλεύειν σε τοῖς Ἕλλησιν, ἀλλὰ τὴν αἰτίαν ταύτην ἀξίαν ἐπιθυμίας εἶναι νομίζοντας.
他们胡言乱语,自称了如指掌,在言辞间迅速吞并一切,并且说服了许多人:首先是那些与造谣者渴望同一种祸患的人;其次是那些对公共事务毫无理性考量、浑浑噩噩,并对那些假装为他们担惊受怕之人深表感激的人;此外还有那些并不反感你看似在图谋希腊,反而认为这种嫌疑值得羡慕的人。
οἳ τοσοῦτον ἀφεστᾶσι τοῦ νοῦν ἔχειν, ὥστʼ οὐκ ἴσασιν ὅτι τοῖς αὐτοῖς ἄν τις λόγοις χρώμενος τοὺς μὲν βλάψειε τοὺς δʼ ὠφελήσειεν. οἷον καὶ νῦν, εἰ μέν τις φαίη τὸν τῆς Ἀσίας βασιλέα τοῖς Ἕλλησιν ἐπιβουλεύειν καὶ παρεσκευάσθαι στρατεύειν ἐφʼ ἡμᾶς, οὐδὲν ἂν λέγοι περὶ αὐτοῦ φλαῦρον, ἀλλʼ ἀνδρωδέστερον αὐτὸν καὶ πλέονος ἄξιον δοκεῖν εἶναι ποιήσειεν· εἰ δὲ τῶν ἀφʼ Ἡρακλέους τινὶ πεφυκότων, ὃς ἁπάσης κατέστη τῆς Ἑλλάδος εὐεργέτης, ἐπιφέροι τὴν αἰτίαν ταύτην, εἰς τὴν μεγίστην αἰσχύνην ἂν αὐτὸν καταστήσειεν.
这些人距离通情达理是如此遥远,以至于不知道使用同一套言辞既可以损害某些人,也可以使另一些人获益。例如就在当下,假若有人说亚洲的国王正在图谋希腊人并准备向我们进军,他并未说出任何贬损国王的话,反而会使国王显得更加勇敢、更有分量;但若将这一嫌疑加于赫拉克勒斯的某位后裔身上——而赫拉克勒斯曾是全希腊的恩人——那便会使他蒙受奇耻大辱。
τίς γὰρ οὐκ ἂν ἀγανακτήσειε καὶ μισήσειεν, εἰ φαίνοιτο τούτοις ἐπιβουλεύων ὑπὲρ ὧν ὁ πρόγονος αὐτοῦ προείλετο κινδυνεύειν, καὶ τὴν μὲν εὔνοιαν, ἣν ἐκεῖνος κατέλιπε τοῖς ἐξ ἑαυτοῦ γεγενημένοις, μὴ πειρῷτο διαφυλάττειν, ἀμελήσας δὲ τούτων ἐπονειδίστων ἐπιθυμοίη καὶ πονηρῶν πραγμάτων;
因为,如果此人看似在图谋侵害其先祖选择为之冒险的人们,且不努力维系先祖留给其子孙后代的善意,反而无视这一切,渴求可耻与邪恶的事业,试问又有谁不会感到愤慨与憎恨呢?
ὧν ἐνθυμούμενον χρὴ μὴ περιορᾶν τοιαύτην φήμην σαυτῷ περιφυομένην, ἣν οἱ μὲν ἐχθροὶ περιθεῖναί σοι ζητοῦσι, τῶν δὲ φίλων οὐδεὶς ὅστις οὐκ ἂν ἀντειπεῖν ὑπὲρ σοῦ τολμήσειεν.3 καίτοι περὶ τῶν σοι συμφερόντων ἐν ταῖς τούτων ἀμφοτέρων γνώμαις μάλιστʼ ἂν κατίδοις τὴν ἀλήθειαν.
深思这些事实,你决不应放任这样一种风评缠绕自身——你的敌人力图将它强加于你,而你的每一位朋友都会挺身而出为你反驳辩白。然而,关于对你有利的事项,你正是在这两派人的意见中,最能洞察到真相。
ἴσως οὖν ὑπολαμβάνεις μικροψυχίαν εἶναι τὸ τῶν βλασφημούντων καὶ φλυαρούντων καὶ τῶν πειθομένων τούτοις φροντίζειν, ἄλλως θʼ ὅταν καὶ μηδὲν σαυτῷ συνειδῇς ἐξαμαρτάνων.4 χρὴ δὲ μὴ καταφρονεῖν τοῦ πλήθους, μηδὲ παρὰ μικρὸν ἡγεῖσθαι τὸ παρὰ πᾶσιν εὐδοκιμεῖν, ἀλλὰ τότε νομίζειν καλὴν ἔχειν καὶ μεγάλην τὴν δόξαν καὶ πρέπουσαν σοὶ καὶ τοῖς προγόνοις καὶ τοῖς ὑφʼ ὑμῶν πεπραγμένοις,
或许你认为,去在意外界的诽谤、妄议以及信从这些话的人是器量狭小之举,特别是在你自知问心无愧的时候。但不应轻视民众,也不应将赢得所有人的赞誉视作小事,而唯有在那个时候,才应认为自己拥有了与自身、与先祖以及与你们所成就的功业相称的美好而伟大的荣耀:
- 72ἀπέχρη δʼ ἂν ἤδη μοι τὰ προειρημένα περὶ τούτων, εἰ μὴ παραλελοιπὼς ἦν τινα λόγον
混合型与事实相反的条件句。主句的 ἀπέχρη ἄν 为动词 ἀποχράω(第三人称单数现在时 ἀπόχρη)的未完成过去时加 ἄν,表示与现在事实相反(“本已足够”);从句的 εἰ μὴ παραλελοιπὼς ἦν 由完成时分词与未完成过去时 ἦν 构成迂回过去完成时,表示与过去事实相反(“若非我遗漏了某项论点”)。
- 74ὡς καὶ τῶν ἄλλων Ἑλλήνων ῥᾳδίως κρατήσεις
连词 ὡς 的复述/恢复用法。前文由 οἳ ... λέγουσιν, ὡς οὐχ ὑπὲρ τῆς Ἑλλάδος ... 引出的间接引语,因中间插入了数个并列从句(καὶ λόγῳ μὲν ... ἔργῳ δʼ ..., ὑπάρχουσι δέ σοι ... 等)而造成了结构上的离隔;此处的第二个 ὡς 在条件状语 ἢν δὲ ταῦτα πράξῃς 之后重新接续由主动词 λέγουσιν 所统辖的间接引语宾语从句。
- 78τῶν δὲ φίλων οὐδεὶς ὅστις οὐκ ἂν ἀντειπεῖν ὑπὲρ σοῦ τολμήσειεν
双重否定的惯用结构 οὐδεὶς ὅστις οὐ(“没有人不……”,即“每一个人都……”)。此处先行词 οὐδεὶς 与关系代词 ὅστις 紧密结合表达全称肯定,配合无条件句的潜在希求语气(ἂν ... τολμήσειεν),意为“你的朋友中每个人都敢于为你挺身反驳”。介词短语 ὑπὲρ σοῦ 表示受益(“为你、为维护你”),而不定式 ἀντειπεῖν(反驳)所针对的对象则是前文所述的风评(φήμην)。
- 79μηδὲν σαυτῷ συνειδῇς ἐξαμαρτάνων
反身习惯表达 σύνοιδα ἐμαυτῷ(“自觉、问心自知”)所带的分词结构。在此类结构中,分词既可与与格反身代词(σαυτῷ)一致而用与格,亦可与动词的主语一致而用主格;此处采用了主格分词 ἐξαμαρτάνων,与第二人称单数虚拟语气动词 συνειδῇς 的主语呼应,意为“自觉自己并未犯下任何过错”。
