← 伊索克拉底

致腓力

§44-52

斯巴达与阿尔戈斯的困境与和解之机

演说者以各城邦因切身利益而改变立场的历史前例(尤指雅典曾援救斯巴达)说明腓力的调解必能奏效,并详细剖析了留克特拉战后衰败孤立且日夜惶恐的斯巴达,以及深陷对外战争与残暴内讧之中的阿尔戈斯的凄惨现状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

καὶ πάλιν μεταπεσούσης τῆς τύχης, καὶ Θηβαίων καὶ Πελοποννησίων ἁπάντων ἐπιχειρησάντων ἀνάστατον ποιῆσαι τὴν Σπάρτην, ἡμεῖς καὶ πρὸς ἐκείνους μόνοι τῶν Ἑλλήνων ποιησάμενοι συμμαχίαν συναίτιοι τῆς σωτηρίας αὐτοῖς κατέστημεν.

而在命运再度逆转、底比斯人与全体伯罗奔尼撒人企图荡平斯巴达之时,我们又是希腊人中唯一与他们结盟、成为拯救他们的合力者。

§45

πολλῆς οὖν ἀνοίας ἂν εἴη μεστός, εἴ τις ὁρῶν τηλικαύτας μεταβολὰς γιγνομένας, καὶ τὰς πόλεις μήτʼ ἔχθρας μήθʼ ὅρκων μήτʼ ἄλλου μηδενὸς φροντιζούσας, πλὴν ὅ τι ἂν ὑπολάβωσιν ὠφέλιμον αὑταῖς εἶναι, τοῦτο δὲ στεργούσας μόνον1 καὶ πᾶσαν τὴν σπουδὴν περὶ τούτου ποιουμένας, μὴ καὶ νῦν νομίζοι τὴν αὐτὴν γνώμην ἕξειν αὐτάς, ἄλλως τε καὶ σοῦ μὲν ἐπιστατοῦντος ταῖς διαλλαγαῖς, τοῦ δὲ συμφέροντος πείθοντος, τῶν δὲ παρόντων κακῶν ἀναγκαζόντων. ἐγὼ μὲν γὰρ οἶμαι τούτων σοι συναγωνιζομένων ἅπαντα γενήσεσθαι κατὰ τρόπον.

因此,若有人目睹如此巨大的剧变正在发生,看到这些城邦除了自认为有益之事以外,既不顾私怨,也不顾誓言,亦不顾任何其他事物,唯独珍视这一利益并倾注全力于其上,却认为它们在眼下不会持有同样的心意,那么这个人必定是愚蠢至极——更何况如今由你主持和解,切身利益在劝诱它们,而眼前的苦难在逼迫它们。因为我认为,有这些因素协助你一同努力,一切都会顺利达成。

§46

ἡγοῦμαι δʼ οὕτως ἄν σε μάλιστα καταμαθεῖν εἴτʼ εἰρηνικῶς εἴτε πολεμικῶς αἱ πόλεις αὗται πρὸς ἀλλήλας ἔχουσιν, εἰ διεξέλθοιμεν μήτε παντάπασιν ἁπλῶς μήτε λίαν ἀκριβῶς τὰ μέγιστα τῶν παρόντων αὐταῖς. καὶ πρῶτον μὲν σκεψώμεθα τὰ Λακεδαιμονίων.

我认为,如果我们不完全流于简略、亦不过分冗细地考察它们当下最重大的一些境况,你便能最清楚地看清这些城邦彼此之间究竟是处于谋求和平还是倾向交战的状态。首先,让我们来审视拉刻代蒙人的情形。

§47

οὗτοι γὰρ ἄρχοντες τῶν Ἑλλήνων (οὐ πολὺς χρόνος ἐξ οὗ) καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰς τοσαύτην μεταβολὴν ἦλθον, ἐπειδὴ τὴν μάχην ἡττήθησαν τὴν ἐν Λεύκτροις, ὥστε ἀπεστερήθησαν μὲν τῆς ἐν τοῖς Ἕλλησι δυναστείας, τοιούτους δʼ ἄνδρας ἀπώλεσαν σφῶν αὐτῶν, οἳ προῃροῦντο τεθνάναι μᾶλλον ἢ ζῆν ἡττηθέντες ὧν πρότερον ἐδέσποζον.

因为他们原本统治着希腊人(就在不久之前),称霸陆地与海洋,然而在留克特拉战役中战败后,他们却陷入了如此巨大的逆转,以致不仅被剥夺了在希腊人中的统治权,而且丧失了他们当中宁死也不愿败于旧日被统治者之手的优秀同胞。

§48

πρὸς δὲ τούτοις ἐπεῖδον Πελοποννησίους ἅπαντας τοὺς πρότερον μεθʼ αὑτῶν ἐπὶ τοὺς ἄλλους ἀκολουθοῦντας, τούτους μετὰ Θηβαίων εἰς τὴν αὑτῶν εἰσβαλόντας, πρὸς οὓς ἠναγκάσθησαν διακινδυνεύειν οὐκ ἐν τῇ χώρᾳ περὶ τῶν καρπῶν, ἀλλʼ ἐν μέσῃ τῇ πόλει πρὸς αὐτοῖς τοῖς ἀρχείοις περὶ παίδων καὶ γυναικῶν, τοιοῦτον κίνδυνον ὃν μὴ κατορθώσαντες μὲν εὐθὺς ἀπώλλυντο,2 νικήσαντες δʼ οὐδὲν μᾶλλον ἀπηλλαγμένοι τῶν κακῶν εἰσιν, ἀλλὰ πολεμοῦνται μὲν ὑπὸ τῶν τὴν χώραν αὐτῶν περιοικούντων, ἀπιστοῦνται δʼ ὑφʼ ἁπάντων Πελοποννησίων, μισοῦνται δʼ ὑπὸ τοῦ πλήθους τῶν Ἑλλήνων, ἄγονται δὲ καὶ φέρονται καὶ τῆς νυκτὸς καὶ τῆς ἡμέρας ὑπὸ τῶν οἰκετῶν τῶν σφετέρων αὐτῶν, οὐδένα δὲ χρόνον διαλείπουσιν ἢ στρατεύοντες ἐπί τινας ἢ μαχόμενοι πρός τινας ἢ βοηθοῦντες τοῖς ἀπολλυμένοις αὑτῶν.

除这些灾难之外,他们还目睹了所有曾经随同他们攻打他邦的伯罗奔尼撒人,如今竟与底比斯人一同侵入自己的国土;他们被迫与这些人决一死战,不是在乡野中争夺庄稼,而是在城邦中央、紧靠着官署为妻子儿女而战——这是一场若不成功便会立遭覆灭的绝险。然而即便取胜,他们也丝毫没有摆脱苦难,反而在领土周边遭到邻近居民的攻击,受到全体伯罗奔尼撒人的猜忌,遭到广大希腊平民的憎恨,日夜被自家的奴仆劫掠骚扰,没有一刻不在向某处出征、与某人交战,或去救援自己垂危的同胞。

§50

τὸ δὲ μέγιστον τῶν κακῶν·3 δεδιότες γὰρ διατελοῦσι μὴ Θηβαῖοι διαλυσάμενοι τὰ πρὸς Φωκέας πάλιν ἐπανελθόντες μείζοσιν αὐτοὺς συμφοραῖς περιβάλωσι τῶν πρότερον γεγενημένων. καίτοι πῶς οὐ χρὴ νομίζειν τοὺς οὕτω διακειμένους ἀσμένους ἂν ἰδεῖν ἐπιστατοῦντα τῆς εἰρήνης ἀξιόχρεων ἄνδρα καὶ δυνάμενον διαλῦσαι τοὺς ἐνεστῶτας πολέμους αὐτοῖς;

而最大的灾祸在于:他们始终处于恐惧之中,害怕底比斯人在解决与福基斯人的争端后卷土重来,给他们带来比以往更深重的灾难。既然如此,怎能不认为处于这种境地的人,会欣然见到一位享有崇高信誉且有能力平息当面战火的人物来主持和平呢?

§51

Ἀργείους τοίνυν ἴδοις ἂν τὰ μὲν παραπλησίως τοῖς εἰρημένοις πράττοντας, τὰ δὲ χεῖρον τούτων ἔχοντας· πολεμοῦσι μὲν γὰρ ἐξ οὗ περ τὴν πόλιν οἰκοῦσι πρὸς τοὺς ὁμόρους, ὥσπερ Λακεδαιμόνιοι, τοσοῦτον δὲ διαφέρουσιν ὅσον ἐκεῖνοι μὲν πρὸς ἥττους αὑτῶν, οὗτοι δὲ πρὸς κρείττους· ὃ πάντες ἂν ὁμολογήσειαν μέγιστον εἶναι τῶν κακῶν. οὕτω δὲ τὰ περὶ τὸν πόλεμον ἀτυχοῦσιν, ὥστʼ ὀλίγου δεῖν καθʼ ἕκαστον τὸν ἐνιαυτὸν τεμνομένην καὶ πορθουμένην τὴν αὑτῶν χώραν περιορῶσιν.

再看阿尔戈斯人,你会发现他们某些方面的遭遇与前面所说的相似,某些方面甚至比这更为悲惨。因为自从他们在这座城邦定居以来,就如同拉刻代蒙人一样一直与邻邦交战,但两者的不同在于,后者交战的对象是弱于自己的人,而阿尔戈斯人交战的对象却是强于自己的人——人人都承认这是最大的灾难。他们在战事上是如此不顺,以致几乎每年都不得不眼睁睁看着自己的国土遭到践踏和洗劫。

§52

ὃ δὲ πάντων δεινότατον· ὅταν γὰρ οἱ πολέμιοι διαλίπωσι κακῶς αὐτοὺς ποιοῦντες, αὐτοὶ τοὺς ἐνδοξοτάτους καὶ πλουσιωτάτους τῶν πολιτῶν ἀπολλύουσι, καὶ ταῦτα δρῶντες οὕτω χαίρουσιν ὡς οὐδένες ἄλλοι τοὺς πολεμίους ἀποκτείνοντες. αἴτιον δʼ ἐστὶ τοῦ ταραχωδῶς αὐτοὺς ζῆν οὕτως οὐδὲν ἄλλο πλὴν ὁ πόλεμος· ὃν ἢν διαλύσῃς, οὐ μόνον αὐτοὺς τούτων ἀπαλλάξεις, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἄμεινον βουλεύεσθαι ποιήσεις.

而最可怕的是:每当敌人暂停对他们的残害,他们自己便会杀戮城邦中最显赫、最富有的公民,并且在行此恶事时的欣喜,是旁人手刃仇敌时也未曾有过的。而造成他们如此动荡生活的根源,别无其他,正是战争;如果你能平息这场战争,你不仅将使他们摆脱这些灾难,更将使他们在其他一切事务上做出更明智的抉择。

语法注3 条
  1. 45τοῦτο δὲ στεργούσας μόνον

    代词 τοῦτο 复指前句“πλὴν ὅ τι ἂν ὑπολάβωσιν ὠφέλιμον αὑταῖς εἶναι”(除了它们自认为有益之事以外)的内容。小词 δέ 起到复述和转折强调的作用,由前文的否定性排除引向肯定的专一关注(“唯独珍视这一利益”)。

  2. 48τοιοῦτον κίνδυνον ὃν μὴ κατορθώσαντες μὲν εὐθὺς ἀπώλλυντο

    τοιοῦτον κίνδυνον 作同源宾语(或同位语),承接前文动词 διακινδυνεύειν 的动作内容。关系从句中,分词 μὴ κατορθώσαντες 充当与过去事实相反的条件(“若不成功”),而结论句动词 ἀπώλλυντο 使用未完成过去时直陈式且省略 ἄν,以此生动且紧迫地表现出一旦失利便必遭覆灭的必然性与切迫感。

  3. 50τὸ δὲ μέγιστον τῶν κακῶν

    这是一个独立的中性主格名词短语,作为全句的同位语(或标目性提示语),提纲挈领地概括并预示后文整个句子(δεδιότες γὰρ διατελοῦσι...)所陈述的灾难高潮。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:44-52