← 伊索克拉底

致腓力

§53-61

底比斯的衰落与阿尔基比亚德的先例

演说者指出底比斯因过度扩张与福基斯战争而陷入困窘,雅典亦已媾和,以此说明和解可行,并援引阿尔基比亚德的事迹作为克服更艰巨任务的历史例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§53

ἀλλὰ μὴν τὰ περὶ Θηβαίους οὐδὲ σὲ λέληθεν. καλλίστην γὰρ μάχην νικήσαντες, καὶ δόξαν ἐξ αὐτῆς μεγίστην λαβόντες, διὰ τὸ μὴ καλῶς χρῆσθαι ταῖς εὐτυχίαις οὐδὲν βέλτιον πράττουσι τῶν ἡττηθέντων καὶ δυστυχησάντων. οὐ γὰρ ἔφθασαν τῶν ἐχθρῶν κρατήσαντες, καὶ πάντων ἠνώχλουν1 μὲν ταῖς πόλεσι ταῖς ἐν Πελοποννήσῳ, Θετταλίαν δʼ ἐτόλμων καταδουλοῦσθαι, Μεγαρεῦσι δʼ ὁμόροις οὖσιν ἠπείλουν, τὴν δʼ ἡμετέραν πόλιν μέρος τι τῆς χώρας ἀπεστέρουν, Εὔβοιαν δʼ ἐπόρθουν, εἰς Βυζάντιον δὲ τριήρεις ἐξέπεμπον ὡς καὶ γῆς καὶ θαλάττης ἄρξοντες.

然而,关于底比斯人的事态,你也绝不会不知晓。因为他们在赢得了一场最辉煌的战役并由此获得至高声誉之后,由于未能善用这些顺境,其境遇并不比那些战败且遭遇不幸的人好到哪里。他们刚一战胜仇敌,便开始骚扰所有人:给伯罗奔尼撒各城邦带来祸患,企图奴役色萨利,威胁近邻墨加拉人,剥夺我们城邦的部分领土,蹂躏尤伯亚,并派出三列桨座战船前往拜占庭,仿佛既要统治陆地又要统治海洋一般。

§54

τελευτῶντες δὲ πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν ὡς τῶν τε πόλεων ἐν ὀλίγῳ χρόνῳ κρατήσοντες, τόν τε τόπον ἅπαντα τὸν περιέχοντα κατασχήσοντες, τῶν τε χρημάτων τῶν ἐν Δελφοῖς περιγενησόμενοι ταῖς ἐκ τῶν ἰδίων δαπάναις. ὧν οὐδὲν αὐτοῖς ἀποβέβηκεν, ἀλλʼ ἀντὶ μὲν τοῦ λαβεῖν τὰς Φωκέων πόλεις τὰς αὑτῶν ἀπολωλέκασιν, εἰσβάλλοντες δʼ εἰς τὴν τῶν πολεμίων ἐλάττω κακὰ ποιοῦσιν ἐκείνους ἢ πάσχουσιν ἀπιόντες εἰς τὴν αὑτῶν·

最终,他们向福基斯人挑起战争,妄图在短时间内攻取其各城邦,控制周围的一切地域,并凭借一己财力胜过德尔斐的财富。然而这一切并未如愿以偿;他们不但未能夺取福基斯人的城邦,反倒丧失了自己的城邦,而且侵入敌境时加诸敌人的损害,反不如退回本国时自己所承受的惨烈。

§55

ἐν μὲν γὰρ τῇ Φωκίδι τῶν μισθοφόρων τινὰς ἀποκτείνουσιν, οἷς λυσιτελεῖ τεθνάναι μᾶλλον ἢ ζῆν, ἀναχωροῦντες δὲ τοὺς ἐνδοξοτάτους αὑτῶν καὶ μάλιστα τολμῶντας ὑπὲρ τῆς πατρίδος ἀποθνήσκειν ἀπολλύουσιν. εἰς τοῦτο δʼ αὐτῶν περιέστηκε τὰ πράγματα, ὥστʼ ἐλπίσαντες ἅπαντας τοὺς Ἕλληνας ὑφʼ αὑτοῖς ἔσεσθαι νῦν ἐν σοὶ τὰς ἐλπίδας ἔχουσι τῆς αὑτῶν σωτηρίας. ὥστʼ οἶμαι καὶ τούτους ταχέως ποιήσειν ὅ τι ἂν σὺ κελεύῃς καὶ συμβουλεύῃς.

因为他们在福基斯境内杀死的只是一些对其而言死胜于生的雇佣兵,但在撤退时,他们丧失的却是自身中最显赫、最勇于为祖国赴死之士。他们的境况已经沦落到这种地步:曾经指望全希腊人都在其统辖之下,如今却将自身的求生希望寄托在你的身上。因此我认为,他们也必定会迅速遵从你的吩咐与劝告。

§56

λοιπὸν δʼ ἂν ἦν ἡμῖν ἔτι περὶ τῆς πόλεως διαλεχθῆναι τῆς ἡμετέρας, εἰ μὴ προτέρα τῶν ἄλλων εὖ φρονήσασα τὴν εἰρήνην ἐπεποίητο. νῦν δʼ αὐτὴν οἶμαι καὶ συναγωνιεῖσθαι τοῖς ὑπὸ σοῦ πραττομένοις, ἄλλως τε κἂν δυνηθῇ συνιδεῖν ὅτι ταῦτα διοικεῖς πρὸ τῆς ἐπὶ τὸν βάρβαρον στρατείας.

至于我们的城邦,原本还需予以论及,若非她在其他各邦之前明辨事理并已缔结和平的话。而如今我认为,她甚至会与你所推行之事协同努力,尤其是如果她能够洞察到,你筹划这些事情乃是出征蛮族的前奏。

§57

ὡς μὲν οὖν οὐκ ἀδύνατόν ἐστί σοι συστῆσαι τὰς πόλεις ταύτας, ἐκ τῶν εἰρημένων ἡγοῦμαί σοι γεγενῆσθαι φανερόν· ἔτι τοίνυν ὡς καὶ ῥᾳδίως ταῦτα πράξεις, ἐκ πολλῶν παραδειγμάτων οἶμαί σε γνῶναι ποιήσειν. ἢν γὰρ φανῶσιν ἕτεροί τινες τῶν προγεγενημένων μὴ καλλίοσι μὲν μηδʼ ὁσιωτέροις ὧν ἡμεῖς συμβεβουλεύκαμεν ἐπιχειρήσαντες, μείζω δὲ καὶ δυσκολώτερα τούτων ἐπιτελέσαντες, τί λοιπὸν ἔσται τοῖς ἀντιλέγουσιν ὡς οὐ θᾶττον σὺ τὰ ῥᾴω πράξεις ἢ ʼκεῖνοι τὰ χαλεπώτερα;2

由此可见,要使这些城邦联合起来对你而言绝非不可能,我认为从前文所述已昭然若揭;此外,借由诸多范例,我认为还能使你明白,你将轻而易举地完成这些事。因为,如果事实表明往昔另有一些人,着手进行了并不比我们所劝告之事更崇高、更虔敬的举动,却完成了比这些更重大、更艰难的业绩,那么对于那些反辩说你不可能比他们完成难事更为迅速地完成易事的人,还有什么反驳的余地呢?

§58

σκέψαι δὲ πρῶτον τὰ περὶ Ἀλκιβιάδην. ἐκεῖνος γὰρ φυγὼν παρʼ ἡμῶν, καὶ τοὺς ἄλλους ὁρῶν τοὺς πρὸ αὑτοῦ ταύτῃ συμφορᾷ κεχρημένους ἐπτηχότας διὰ τὸ μέγεθος τὸ τῆς πόλεως, οὐ τὴν αὐτὴν γνώμην ἔσχεν ἐκείνοις, ἀλλʼ οἰηθεὶς πειρατέον εἶναι βίᾳ κατελθεῖν προείλετο πολεμεῖν πρὸς αὐτήν.

首先且看有关阿尔基比亚德的事迹。他在被我们放逐之后,看到在他之前遭遇这一不幸的人皆因城邦的强盛而畏缩屈服,却没有抱持与他们相同的想法,反而认为应当尝试借武力复归,从而决意向城邦开战。

§59

καθʼ ἕκαστον μὲν οὖν τῶν τότε γενομένων εἴ τις λέγειν ἐπιχειρήσειεν, οὔτʼ ἂν διελθεῖν ἀκριβῶς δύναιτο, πρός τε τὸ παρὸν ἴσως ἂν ἐνοχλήσειεν· εἰς τοσαύτην δὲ ταραχὴν κατέστησεν οὐ μόνον τὴν πόλιν ἀλλὰ καὶ Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλληνας, ὥσθʼ ἡμᾶς μὲν παθεῖν ἃ πάντες ἴσασι, τοὺς δʼ ἄλλους τηλικούτοις κακοῖς περιπεσεῖν, ὥστε μηδέπω νῦν ἐξιτήλους εἶναι τὰς συμφορὰς τὰς διʼ ἐκεῖνον τὸν πόλεμον ἐν ταῖς πόλεσιν ἐγγεγενημένας, Λακεδαιμονίους δὲ τοὺς τότε δόξαντας εὐτυχεῖν εἰς τὰς νῦν ἀτυχίας διʼ Ἀλκιβιάδην καθεστάναι· πεισθέντες γὰρ ὑπʼ αὐτοῦ τῆς κατὰ θάλατταν δυνάμεως ἐπιθυμῆσαι καὶ τὴν κατὰ γῆν ἡγεμονίαν ἀπώλεσαν, ὥστʼ εἴ τις φαίη τότε τὴν ἀρχὴν αὐτοῖς γενέσθαι τῶν παρόντων κακῶν, ὅτε τὴν ἀρχὴν τῆς θαλάττης ἐλάμβανον,3 οὐκ ἂν ἐξελεγχθείη ψευδόμενος. ἐκεῖνος μὲν οὖν τηλικούτων αἴτιος γενόμενος κατῆλθεν εἰς τὴν πόλιν, μεγάλης μὲν δόξης τυχών, οὐ μὴν ἐπαινούμενος ὑφʼ ἁπάντων. Κόνων δʼ οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀντίστροφα τούτων ἔπραξεν.

倘若有人试图详述当时发生的每一桩事,既无法做到巨细靡遗,对于眼下的场合或许亦显累赘;但他不仅使我们的城邦,而且使拉刻代蒙人及其他希腊人陷入了如此剧烈的动荡,以致我们遭受了人人皆知的苦难,而其他人则陷入了如此深重的灾厄,以至于因那场战争而在各城邦造成的浩劫至今仍未泯灭,而当时看似顺遂的拉刻代蒙人,如今也因阿尔基比亚德而沦入当下的不幸之中;因为他们受到他的唆使,渴望获得海上力量,结果连陆上的霸权也一并丧失了;所以,若有人说他们眼前灾祸的开端正是他们夺取海上霸权之时,绝不会被指斥为谎言。阿尔基比亚德引发了如此巨变之后回到了城邦,赢得了崇高的声誉,却绝未获得所有人的赞许。 而科农在不久之后,却做出了与此全然相反的功业。

语法注3 条
  1. 53οὐ γὰρ ἔφθασαν τῶν ἐχθρῶν κρατήσαντες, καὶ πάντων ἠνώχλουν

    短语否定词 + φθάνω + 分词,后接 καί(或 ἤδη),是表示“刚一……就……”的固定惯用结构。此处用以生动展现底比斯人刚击溃敌人便急不可耐地开始骚扰周边各邦的情形。

  2. 57τί λοιπὸν ἔσται τοῖς ἀντιλέγουσιν ὡς οὐ θᾶττον σὺ τὰ ῥᾴω πράξεις ἢ ʼκεῖνοι τὰ χαλεπώτερα;

    修辞反问句 τί λοιπὸν ἔσται(“还有什么留下的呢”)支配与格 τοῖς ἀντιλέγουσιν(“对反驳者而言”),其后的 ὡς οὐ 从句引导反对意见的内容。全句表达无可辩驳的结论:前人既能完成难事,你必能更迅速地完成易事。

  3. 61ὅτε τὴν ἀρχὴν τῆς θαλάττης ἐλάμβανον

    此处借用了 ἀρχή 的双关含义:前文 τὴν ἀρχὴν τῶν παρόντων κακῶν 中的 ἀρχή 取“源头、开端”之意,而本从句中 τὴν ἀρχὴν τῆς θαλάττης 的 ἀρχή 则取“统治权、海上霸权”之意。句法上作 ὅτε 引导的时间状语从句中动词 ἐλάμβανον 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:53-61