← 伊索克拉底

致腓力

§35-43

和解四大城邦的时机与历史先例

演说者敦促腓力把握时机,调停因战争而疲惫不堪的希腊四大主要城邦,并借助历史先例论证了这一和解的可行性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

τοιούτων οὖν ἁπασῶν τῶν πόλεων γεγενημένων ἔδει μὲν μηδέποτέ σοι μηδὲ πρὸς μίαν αὐτῶν γενέσθαι διαφοράν· ἀλλὰ γὰρ ἅπαντες πλείω πεφύκαμεν ἐξαμαρτάνειν ἢ κατορθοῦν. ὥστε τὰ μὲν πρότερον γεγενημένα κοινὰ θεῖναι δίκαιόν ἐστιν· εἰς δὲ τὸν ἐπίλοιπον χρόνον φυλακτέον ὅπως μηδὲν συμβήσεταί σοι τοιοῦτον, καὶ σκεπτέον τί ἂν ἀγαθὸν αὐτὰς ἐργασάμενος φανείης ἄξια καὶ σαυτοῦ καὶ τῶν ἐκείναις πεπραγμένων πεποιηκώς.

因此,既然所有城邦都曾有过这样的功绩,你本不该与它们之中的任何一座产生嫌隙。然而,我们所有人生来都更容易犯错,而不是把事情做对。所以,把过去发生的嫌隙视作常人之过是理所应当的;但对于未来的岁月,你必须保持警惕,使此类事情不再发生在你的身上,并且应当考虑施予它们何种善德,才能显出你的作为既配得上你自己,也配得上它们立下的功劳。

§36

ἔχεις δὲ καιρόν· ἀποδιδόντα γάρ σε χάριν ὧν ὤφειλες ὑπολήψονται διὰ τὸ πλῆθος τοῦ χρόνου τοῦ μεταξὺ προϋπάρχειν τῶν εὐεργεσιῶν.1 καλὸν δʼ ἐστὶ δοκεῖν μὲν τὰς μεγίστας τῶν πόλεων εὖ ποιεῖν μηδὲν δʼ ἧττον ἑαυτὸν ἢ ʼκείνας ὠφελεῖν. χωρὶς δὲ τούτων, εἰ πρός τινας αὐτῶν ἀηδές τί σοι συμβέβηκεν, ἅπαντα ταῦτα διαλύσεις· αἱ γὰρ ἐν τοῖς παροῦσι καιροῖς εὐεργεσίαι λήθην ἐμποιήσουσι τῶν πρότερον ὑμῖν εἰς ἀλλήλους πεπλημμελημένων. ἀλλὰ μὴν κἀκεῖνο φανερόν, ὅτι πάντες ἄνθρωποι τούτων πλείστην μνείαν ἔχουσιν, ὧν ἂν ἐν ταῖς συμφοραῖς εὖ πάθωσιν.

你正拥有着良机;因为即便你偿还的是自己本来欠下的恩情,由于相隔岁月之漫长,它们也会认为你在率先施予恩德。并且,既被视为对最大的城邦广施恩惠,同时让自己获得的益处丝毫不亚于它们,乃是一件美事。除此之外,若你与它们中的某些城邦之间曾发生过任何龃龉,你也将化解所有这一切;因为在当下的关键时刻所施的恩惠,将使彼此过往的相互冒犯归于遗忘。此外,这同样也是显然的:所有人在逆境中得到善待的恩情,记忆最为牢固。

§38

ὁρᾷς δʼ ὡς τεταλαιπώρηνται διὰ τὸν πόλεμον, καὶ ὡς παραπλησίως ἔχουσι τοῖς ἰδίᾳ μαχομένοις. καὶ γὰρ ἐκείνους αὐξομένης μὲν τῆς ὀργῆς οὐδεὶς ἂν διαλλάξειεν· ἐπὴν δὲ κακῶς ἀλλήλους διαθῶσιν, οὐδενὸς διαλύοντος αὐτοὶ διέστησαν. ὅπερ οἶμαι καὶ ταύτας ποιήσειν, ἢν μὴ σὺ πρότερον αὐτῶν ἐπιμεληθῇς.

你看到它们因战争而被折磨得何等疲惫,它们当下的境况与私人斗殴者何其相似。因为那些私人斗殴者在怒气上升时,谁也无法使他们和解;但当他们把彼此打得遍体鳞伤后,无需任何人调解,自己便分开了。我认为,倘若你不先去关照它们,这些城邦也将出现完全相同的局面。

§39

τάχʼ οὖν ἄν τις ἐνστῆναι τοῖς εἰρημένοις τολμήσειε, λέγων ὡς ἐπιχειρῶ σε πείθειν ἀδυνάτοις ἐπιτίθεσθαι πράγμασιν· οὔτε γὰρ Ἀργείους φίλους ἄν ποτε γενέσθαι Λακεδαιμονίοις οὔτε Λακεδαιμονίους Θηβαίοις, οὔθʼ ὅλως τοὺς εἰθισμένους ἅπαντα τὸν χρόνον πλεονεκτεῖν οὐδέποτʼ ἂν ἰσομοιρῆσαι πρὸς ἀλλήλους.

因此,或许有人敢于站出来反对上述主张,声称我是在试图劝诱你去着手不可为之事;因为阿尔戈斯人绝不可能成为拉刻代蒙人的朋友,拉刻代蒙人绝不可能成为底比斯人的朋友,而那些历来习惯于谋求私利霸权的人,也绝不可能彼此享有同等的权益。

§40

ἐγὼ δʼ, ὅτε μὲν ἡ πόλις ἡμῶν ἐν τοῖς Ἕλλησιν ἐδυνάστευε καὶ πάλιν ἡ Λακεδαιμονίων, οὐδὲν ἂν ἡγοῦμαι περανθῆναι τούτων· ῥᾳδίως γὰρ ἂν ἑκατέραν ἐμποδὼν γενέσθαι τοῖς πραττομένοις· νῦν δʼ οὐχ ὁμοίως ἔγνωκα περὶ αὐτῶν. οἶδα γὰρ ἁπάσας ὡμαλισμένας ὑπὸ τῶν συμφορῶν, ὥσθʼ ἡγοῦμαι πολὺ μᾶλλον αὐτὰς αἱρήσεσθαι τὰς ἐκ τῆς ὁμονοίας ὠφελείας ἢ τὰς ἐκ τῶν τότε πραττομένων πλεονεξίας.

依我看,当我们城邦在希腊人中称霸之时,或者后来拉刻代蒙城邦称霸之时,我认为这些事情确实一样也办不成;因为这两邦中的任何一邦都能轻易阻碍正在推行的举措。但如今,我对它们的看法已截然不同。因为我知道它们已被苦难夷平,以至于我认为,它们宁愿选择从和睦中获得的益处,也远胜过从当年那些行径中所谋取的非分之利。

§41

ἔπειτα τῶν μὲν ἄλλων ὁμολογῶ μηδένʼ ἂν δυνηθῆναι διαλλάξαι τὰς πόλεις ταύτας, σοὶ δʼ οὐδὲν τῶν τοιούτων ἐστὶ χαλεπόν. ὁρῶ γάρ σε τῶν τοῖς ἄλλοις ἀνελπίστων δοκούντων εἶναι καὶ παραδόξων πολλὰ διαπεπραγμένον, ὥστʼ οὐδὲν ἄτοπον εἰ καὶ ταῦτα μόνος συστῆσαι δυνηθείης. χρὴ δὲ τοὺς μέγα φρονοῦντας καὶ τοὺς διαφέροντας μὴ τοῖς τοιούτοις ἐπιχειρεῖν ἃ καὶ τῶν τυχόντων ἄν τις καταπράξειεν, ἀλλʼ ἐκείνοις οἷς μηδεὶς ἂν ἄλλος ἐπιχειρήσειε πλὴν τῶν ὁμοίαν σοὶ καὶ τὴν φύσιν καὶ τὴν δύναμιν ἐχόντων.

其次,我承认其他人谁也无法促成这些城邦的和解,但对你而言,这类事情绝非难事。因为我看到你成就过许多在其他人看来毫无指望且不可思议的功业,所以即便仅凭你一人便能促成这些事情,也丝毫不足为奇。心怀远大抱负且超群绝伦之人,本就不该插手任何平庸之辈皆能办成的事,而应当投身于那些除却具备与你相似的天性与力量之人外、任何旁人都绝不敢尝试的事业。

§42

θαυμάζω δὲ τῶν ἡγουμένων ἀδύνατον εἶναι πραχθῆναί τι τούτων, εἰ μήτʼ αὐτοὶ τυγχάνουσιν εἰδότες μήθʼ ἑτέρων ἀκηκόασιν ὅτι πολλοὶ δὴ πόλεμοι καὶ δεινοὶ γεγόνασιν, οὓς οἱ διαλυσάμενοι μεγάλων ἀγαθῶν ἀλλήλοις αἴτιοι κατέστησαν. τίς γὰρ ἂν ὑπερβολὴ γένοιτο τῆς ἔχθρας τῆς πρὸς Ξέρξην τοῖς Ἕλλησι γενομένης; οὗ τὴν φιλίαν ἅπαντες ἴσασιν ἡμᾶς τε καὶ Λακεδαιμονίους μᾶλλον ἀγαπήσαντας ἢ τῶν συγκατασκευασάντων ἑκατέροις ἡμῶν τὴν ἀρχήν.2

令我感到惊异的是,那些认为这些事情绝无可能办成的人,难道既不自知,也未曾听他人讲过:世上确曾爆发过许多惨烈的战争,而缔和各方最终却为彼此带来了巨大的福祉?希腊人对薛西斯所产生的仇恨,难道还有什么仇恨能超越它吗?然而众所周知,我们与拉刻代蒙人珍视与他的友谊,胜过珍视与那些曾协助我们各自建立起霸权之人的友谊。

§43

καὶ τί δεῖ λέγειν τὰ παλαιὰ καὶ τὰ πρὸς τοὺς βαρβάρους; ἀλλʼ εἴ τις ἀθρήσειε καὶ σκέψαιτο τὰς τῶν Ἑλλήνων συμφοράς, οὐδὲν ἂν μέρος οὖσαι φανεῖεν τῶν διὰ Θηβαίους καὶ Λακεδαιμονίους ἡμῖν γεγενημένων.3 ἀλλʼ οὐδὲν ἧττον Λακεδαιμονίων τε στρατευσάντων ἐπὶ Θηβαίους, καὶ βουλομένων λυμήνασθαι τὴν Βοιωτίαν καὶ διοικίσαι τὰς πόλεις, βοηθήσαντες ἡμεῖς ἐμποδὼν ἐγενόμεθα ταῖς ἐκείνων ἐπιθυμίαις·

又何必去谈论古代的事情以及与蛮族有关的事情呢?其实,如果有人仔细审视并考察希腊人所遭遇的灾难,那些灾难与因底比斯人和拉刻代蒙人而降临于我们的祸患相比,简直不值一提。然而即便如此,当拉刻代蒙人向底比斯人进军、意图蹂躏维奥蒂亚并将各城邦拆散分居时,我们派出援军,挫败了他们的野心;

语法注3 条
  1. 36ἀποδιδόντα γάρ σε χάριν ὧν ὤφειλες ὑπολήψονται διὰ τὸ πλῆθος τοῦ χρόνου τοῦ μεταξὺ προϋπάρχειν τῶν εὐεργεσιῶν

    主动词 ὑπολήψονται(他们将认为)支配由宾格主语 σε 与不定式 προϋπάρχειν τῶν εὐεργεσιῶν(率先施与恩德)构成的宾格不定式结构。分词短语 ἀποδιδόντα... χάριν ὧν ὤφειλες(偿还本来应欠的恩情)在句中作让步性修饰,修饰宾格主语 σε。整句逻辑为:即便你实际上只是在偿还欠负的恩情,但由于岁月久远(διὰ τὸ πλῆθος τοῦ χρόνου τοῦ μεταξύ),受惠者反倒会视你为主动先施恩德之人。

  2. 42οὗ τὴν φιλίαν ἅπαντες ἴσασιν ἡμᾶς τε καὶ Λακεδαιμονίους μᾶλλον ἀγαπήσαντας ἢ τῶν συγκατασκευασάντων ἑκατέροις ἡμῶν τὴν ἀρχήν

    关系代词 οὗ 指向前文的薛西斯。在比较结构 μᾶλλον... ἤ 中,ἤ 之后承前省略了宾语名词短语 τὴν φιλίαν,属格分词短语 τῶν συγκατασκευασάντων 作该省略名词的所属属格,即“珍视他的友谊,胜过珍视那些曾协助我们各自建立霸权之人(的友谊)”。此处的简略表达法(brachylogy)省去了重复的名词 φιλίαν。

  3. 43οὐδὲν ἂν μέρος οὖσαι φανεῖεν τῶν διὰ Θηβαίους καὶ Λακεδαιμονίους ἡμῖν γεγενημένων

    主语承接前句中的 τὰς τῶν Ἑλλήνων συμφοράς(希腊诸邦所遭之灾祸)。动词 φανεῖεν ἄν 支配补充成分分词 οὖσαι,意为“将显明为……”。表达 οὐδὲν μέρος εἶναί τινος 是希腊语成语,意为“微不足道的一部分 / 与……相比不值一提”,其后的属格短语 τῶν... γεγενημένων 起比较或部分属格的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:35-43