- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:26-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在区分口头讲说与书面演说的优劣之后,作者劝导腓力调解阿尔戈斯、斯巴达、底比斯和雅典四大城邦,并列举了这四座城邦与其始祖赫拉克勒斯的深厚渊源与恩德。
καὶ ταῦτʼ οὐκ ἀλόγως ἐγνώκασιν· ἐπειδὰν γὰρ ὁ λόγος ἀποστερηθῇ1 τῆς τε δόξης τῆς τοῦ λέγοντος καὶ τῆς φωνῆς καὶ τῶν μεταβολῶν τῶν ἐν ταῖς ῥητορείαις γιγνομένων, ἔτι δὲ τῶν καιρῶν καὶ τῆς σπουδῆς τῆς περὶ τὴν πρᾶξιν, καὶ μηδὲν ᾖ τὸ συναγωνιζόμενον καὶ συμπεῖθον, ἀλλὰ τῶν μὲν προειρημένων ἁπάντων ἔρημος γένηται καὶ γυμνός, ἀναγιγνώσκῃ δέ τις αὐτὸν ἀπιθάνως καὶ μηδὲν ἦθος ἐνσημαινόμενος ἀλλʼ ὥσπερ ἀπαριθμῶν, εἰκότως, οἶμαι, φαῦλος εἶναι δοκεῖ τοῖς ἀκούουσιν, ἅπερ καὶ τὸν νῦν ἐπιδεικνύμενον μάλιστʼ ἂν βλάψειε καὶ φαυλότερον· φαίνεσθαι ποιήσειεν· οὐδὲ γὰρ ταῖς περὶ τὴν λέξιν εὐρυθμίαις καὶ ποικιλίαις κεκοσμήκαμεν αὐτόν, αἷς αὐτός τε νεώτερος ὢν ἐχρώμην, καὶ τοῖς ἄλλοις ὑπέδειξα διʼ ὧν τοὺς λόγους ἡδίους ἂν ἅμα καὶ πιστοτέρους ποιοῖεν.
他们得出这样的判断并非毫无根据。因为每当一篇演说被剥夺了演说者的威望、嗓音以及在演说中所发生的变化,又被剥夺了契机以及对实际行动的热忱,并且没有任何东西予以助阵并辅助劝服,反倒丧失了前述的一切而变得赤裸无依,而另有人以缺乏说服力的方式朗读它,不流露任何性情,只如同在罗列数项一般,在我看来,它在听者眼中自然显得平庸无力;而这正是对当下展示的这篇演说损害最大、并会使它显得更为逊色的地方。因为我未曾用措辞上的韵律美感和多样的文采来修饰它——这些手段我自己年轻时曾运用过,并向其他人指明过,人们可以凭借它们使演说同时更加动听且更具信服力。
ὧν οὐδὲν ἔτι δύναμαι διὰ τὴν ἡλικίαν, ἀλλʼ ἀπόχρη μοι τοσοῦτον, ἢν αὐτὰς τὰς πράξεις ἁπλῶς δυνηθῶ διελθεῖν. ἡγοῦμαι δὲ καὶ σοὶ προσήκειν ἁπάντων τῶν ἄλλων ἀμελήσαντι ταύταις μόναις προσέχειν τὸν νοῦν. οὕτω δʼ ἂν ἀκριβέστατα καὶ κάλλιστα θεωρήσειας εἴ τι τυγχάνομεν λέγοντες,2 ἢν τὰς μὲν δυσχερείας τὰς περὶ τοὺς σοφιστὰς καὶ τοὺς ἀναγιγνωσκομένους τῶν λόγων ἀφέλῃς, ἀναλαμβάνων δʼ ἕκαστον αὐτῶν εἰς τὴν διάνοιαν ἐξετάζῃς, μὴ πάρεργον ποιούμενος μηδὲ μετὰ ῥᾳθυμίας, ἀλλὰ μετὰ λογισμοῦ καὶ φιλοσοφίας, ἧς καὶ σὲ μετεσχηκέναι φασίν. μετὰ γὰρ τούτων σκοπούμενος μᾶλλον ἢ μετὰ τῆς τῶν πολλῶν δόξης ἄμεινον ἂν βουλεύσαιο περὶ αὐτῶν.
由于年龄的缘故,这些手段我如今一样也无法施展了;只要我能简明地阐述这些实际事务本身,对我来说便已足够。而且我认为,你也有责任忽略其他一切,唯独专注于这些事务。而这样你便能最严谨、最完美地考察我们所言是否确有真知灼见,只要你消除对智者们以及对被朗读的书面演说的成见,将文中的每一条在头脑中细加审查,既不将它当作无关紧要的闲事,也不漫不经心地对待,而是凭借理性和哲学去审度——人们说你也曾领会过哲学。因为凭借这些来考察,远比依据常人的成见去考察,能让你对这些事情作出更妥善的决断。
ἃ μὲν οὖν ἐβουλόμην σοι προειρῆσθαι, ταῦτʼ ἐστίν. περὶ δʼ αὐτῶν τῶν πραγμάτων ἤδη ποιήσομαι τοὺς λόγους. φημὶ γὰρ χρῆναί σε τῶν μὲν ἰδίων μηδενὸς ἀμελῆσαι, πειραθῆναι δὲ διαλλάξαι τήν τε πόλιν τὴν Ἀργείων καὶ τὴν Λακεδαιμονίων καὶ τὴν Θηβαίων καὶ τὴν ἡμετέραν. ἢν γὰρ ταύτας συστῆσαι δυνηθῇς, οὐ χαλεπῶς καὶ τὰς ἄλλας ὁμονοεῖν ποιήσεις· ἅπασαι γάρ εἰσιν ὑπὸ ταῖς εἰρημέναις, καὶ καταφεύγουσιν, ὅταν φοβηθῶσιν, ἐφʼ ἣν ἂν τύχωσι τούτων, καὶ τὰς βοηθείας ἐντεῦθεν λαμβάνουσιν. ὥστʼ ἐὰν τέτταρας μόνον πόλεις εὖ φρονεῖν πείσῃς, καὶ τὰς ἄλλας πολλῶν κακῶν ἀπαλλάξεις.
以上就是我希望预先向你说明的事项。关于事务本身,我现在便开始陈述。 我主张,你绝不应忽视自身的任何私利,而应致力于使阿尔戈斯人的城邦、拉刻代蒙人的城邦、底比斯人的城邦以及我们自己的城邦达成和解。因为如果你能促成这些城邦的联合,你就能轻而易举地让其他城邦也同心同德;因为所有其他城邦皆依附于上述诸邦,每当遭遇恐惧,它们便逃向这四邦中适逢可依托的一邦,并从那里获得援助。因此,如果你能劝导仅仅四座城邦明智行事,你也就能使其余各邦摆脱诸多灾祸。
γνοίης δʼ ἂν ὡς οὐδεμιᾶς σοι προσήκει τούτων ὀλιγωρεῖν, ἢν ἀνενέγκῃς αὐτῶν τὰς πράξεις ἐπὶ τοὺς σοὺς προγόνους· εὑρήσεις γὰρ ἑκάστῃ πολλὴν φιλίαν πρὸς ὑμᾶς καὶ μεγάλας εὐεργεσίας ὑπαρχούσας. Ἄργος μὲν γάρ ἐστί σοι πατρίς, ἧς δίκαιον3 τοσαύτην σε ποιεῖσθαι πρόνοιαν ὅσην περ τῶν γονέων τῶν σαυτοῦ· Θηβαῖοι δὲ τὸν ἀρχηγὸν τοῦ γένους ὑμῶν τιμῶσι καὶ ταῖς προσόδοις καὶ ταῖς θυσίαις μᾶλλον ἢ τοὺς θεοὺς τοὺς ἄλλους· Λακεδαιμόνιοι δὲ τοῖς ἀπʼ ἐκείνου γεγονόσι καὶ τὴν βασιλείαν καὶ τὴν ἡγεμονίαν εἰς ἅπαντα τὸν χρόνον δεδώκασι· τὴν δὲ πόλιν τὴν ἡμετέραν φασίν, οἷς περὶ τῶν παλαιῶν πιστεύομεν, Ἡρακλεῖ μὲν συναιτίαν γενέσθαι τῆς ἀθανασίας (ὃν δὲ τρόπον, σοὶ μὲν αὖθις πυθέσθαι ῥᾴδιον, ἐμοὶ δὲ νῦν εἰπεῖν οὐ καιρός), τοῖς δὲ παισὶ τοῖς ἐκείνου τῆς σωτηρίας.
如果你把它们的历史功绩与你的祖先联系起来看,你就会明白,你忽视其中任何一个城邦都是不适宜的;因为你将发现,在每一个城邦中都存有对你们的深厚友谊与重大恩德。因为阿尔戈斯是你的祖邦,你对其怀有如同对生身父母一般深厚的关切乃是理所应当的;底比斯人尊崇你们宗族的始祖,通过仪仗游行和祭礼对他的礼敬超过对其他诸神;拉刻代蒙人则将王位与统治权世世代代授予他的后裔;而对于我们的城邦,依那些在古史方面值得我们信赖的人所言,她促成了赫拉克勒斯获得永生(至于以何种方式,你随后自当容易查明,而眼下并非由我道出的适当时机),又促成了赫拉克勒斯子孙的得救。
μόνη γὰρ ὑποστᾶσα τοὺς μεγίστους κινδύνους πρὸς τὴν Εὐρυσθέως δύναμιν ἐκεῖνόν τε τῆς ὕβρεως ἔπαυσε, καὶ τοὺς παῖδας τῶν φόβων τῶν ἀεὶ παραγιγνομένων αὐτοῖς ἀπήλλαξεν. ὑπὲρ ὧν οὐ μόνον τοὺς τότε σωθέντας δίκαιον ἦν ἡμῖν χάριν ἔχειν, ἀλλὰ καὶ τοὺς νῦν ὄντας· διὰ γὰρ ἡμᾶς καὶ ζῶσι καὶ τῶν ὑπαρχόντων ἀγαθῶν ἀπολαύουσι· μὴ γὰρ σωθέντων ἐκείνων οὐδὲ γενέσθαι τὸ παράπαν ὑπῆρχεν αὐτοῖς.4
因为只有我们的城邦在面对欧律斯透斯的强力时挺身承担起最大的危险,既遏制了后者的骄横,又解救了〔赫拉克勒斯的〕子孙脱离不断临头的恐惧。为这些功德,理应不仅由当年获救的人向我们表达感激,当今的人也当如此;因为正是靠着我们,他们如今才得以存活并享有现有的福祉;因为当年那些人若没有得救,当今之人根本就没有任何可能来到人世。
- 26ἐπειδὰν γὰρ ὁ λόγος ἀποστερηθῇ
由 ἐπειδὰν 引导的长时态条件从句一直延续到 ἀπαριθμῶν,后接主句 εἰκότως... φαῦλος εἶναι δοκεῖ。被动与关身虚拟式(ἀποστερηθῇ、γένηται)通过转折连接词 δέ 与主动虚拟式(ἀναγιγνώσκῃ)相结合,层层叠加上文所述口头语境尽失、仅作平板朗读的负面效果。
- 28εἴ τι τυγχάνομεν λέγοντες
由 τυγχάνω 搭配补充性分词 λέγοντες 构成的惯用句式,其中 λέγειν τι 具有“切中要害”、“言之有物”的熟语涵义。此处的代词 τι 具有充实的肯定意味,表示“有价值的内容”。
- 32Ἄργος μὲν γάρ ἐστί σοι πατρίς, ἧς δίκαιον
此处指马其顿阿吉德王室源自赫拉克勒斯、祖居阿尔戈斯的传说。关系代词 ἧς 的先行词为 πατρίς,在句中作后续名词 πρόνοιαν 的宾格性属格。
- 34μὴ γὰρ σωθέντων ἐκείνων οὐδὲ γενέσθαι τὸ παράπαν ὑπῆρχεν αὐτοῖς
带有否定词 μή 的属格独立结构 μὴ σωθέντων ἐκείνων 充当过去与事实相反的条件从句(前件),主句的未完成过去直陈式 ὑπῆρχεν 构成后件。表示可能性、能力或必然性的动词(如 ὑπάρχω、ἔξεστι、ἔδει 等)在表达过去的非真实可能性时,常不带 ἄν 而直接使用直陈式过去时。
