← 伊索克拉底

致腓力

§138-146

造福希腊与瓦解波斯帝国所获的荣名

伊索克拉底指出,瓦解波斯专制、团结希腊并平定蛮族将带来无与伦比的不朽荣名,并通过神话与历史先例论证,世人所由衷赞颂的绝非贪求权柄之人,而是造福全希腊的功勋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§138

πρὸ πολλοῦ δʼ ἂν ἐποιησάμην1 οἷόν τʼ εἶναι συνερᾶσαι τοὺς λόγους ἅπαντας τοὺς ὑπʼ ἐμοῦ περὶ τούτων εἰρημένους· μᾶλλον γὰρ ἂν ἄξιος οὗτος ἔδοξεν εἶναι τῆς ὑποθέσεως. οὐ μὴν ἀλλὰ σέ γε χρὴ σκοπεῖν ἐξ ἁπάντων τὰ συντείνοντα καὶ προτρέποντα πρὸς τὸν πόλεμον τοῦτον· οὕτω γὰρ ἂν ἄριστα βουλεύσαιο περὶ αὐτῶν.

倘若能够将我关于这些事所发表的全部言论汇为一体,我必会视为弥足珍贵;因为这样一来,这篇演说便会显得更与主题相称。话虽如此,你仍须从全部言论中省察那些切合于此战并催促此战的要点;因为唯有如此,你才能对此作出最明智的决断。

§139

οὐκ ἀγνοῶ δʼ ὅτι πολλοὶ τῶν Ἑλλήνων τὴν βασιλέως δύναμιν ἄμαχον εἶναι νομίζουσιν· ὧν ἄξιον θαυμάζειν, εἰ τὴν ὑπʼ ἀνθρώπου βαρβάρου καὶ κακῶς τεθραμμένου κατασταθεῖσαν καὶ συναχθεῖσαν ἐπὶ δουλείᾳ, ταύτην ὑπʼ ἀνδρὸς Ἕλληνος καὶ περὶ τοὺς πολέμους πολλὴν ἐμπειρίαν ἔχοντος μὴ νομίζουσιν ἂν ἐπʼ ἐλευθερίᾳ διαλυθῆναι,2 καὶ ταῦτʼ εἰδότες ὅτι συστῆσαι μέν ἐστιν ἅπαντα χαλεπόν, διαστῆσαι δὲ ῥᾴδιον.

我并非不知道,许多希腊人认为波斯王的力量不可战胜;但这些人实足令人惊异,如果他们竟不认为,一个由教养卑劣的蛮族人建立起来、为了奴役而聚合在一起的帝国,能由一位在战事上经验丰富的希腊人为了自由而予以瓦解——尤其是他们明知建立任何事物皆属不易,而瓦解之却轻而易举。

§140

ἐνθυμοῦ δʼ ὅτι μάλιστα τούτους τιμῶσιν ἅπαντες καὶ θαυμάζουσιν, οἵτινες ἀμφότερα δύνανται, καὶ πολιτεύεσθαι καὶ στρατηγεῖν. ὅταν οὖν ὁρᾷς τοὺς ἐν μιᾷ πόλει ταύτην ἔχοντας τὴν φύσιν εὐδοκιμοῦντας, ποίους τινὰς χρὴ προσδοκᾶν τοὺς ἐπαίνους ἔσεσθαι τοὺς περὶ σοῦ ῥηθησομένους, ὅταν φαίνῃ ταῖς μὲν εὐεργεσίαις ἐν ἅπασι τοῖς Ἕλλησι πεπολιτευμένος, ταῖς δὲ στρατηγίαις τοὺς βαρβάρους κατεστραμμένος;

请谨记,所有人最为尊崇与赞叹的,乃是那些兼具理政与统兵双重才能之人。因此,当你看到在单个城邦中具备这种资质的人享有盛誉时,一旦显明你在全希腊人中以恩惠施展政治作为、以统帅之功降服蛮族,你当预料有关你的赞颂将达到何等境地?

§141

ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτα πέρας ἕξειν· οὐδένα γὰρ ἄλλον ποτὲ δυνήσεσθαι μείζω πρᾶξαι τούτων· οὔτε γὰρ ἐν τοῖς Ἕλλησι γενήσεσθαι τηλικοῦτον ἔργον, ὅσον ἐστὶ τὸ πάντας ἡμᾶς ἐκ τοσούτων πολέμων ἐπὶ τὴν ὁμόνοιαν προαγαγεῖν, οὔτε τοῖς βαρβάροις εἰκός ἐστι συστῆναι τηλικαύτην δύναμιν, ἢν τὴν νῦν ὑπάρχουσαν καταλύσῃς.

因为我认为,这些事业将成为功业的极致;此后绝不再有人能够成就超越于此的伟业。因为在希腊人中,绝不可能再产生将我们大家从如此众多的战争引向和睦这般重大的事业,而对于蛮族而言,如果你瓦解了其现有的力量,他们也不可能再聚合起如此庞大的势力。

§142

ὥστε τῶν μὲν ἐπιγιγνομένων οὐδʼ ἤν τις τῶν ἄλλων διενέγκῃ τὴν φύσιν, οὐδὲν ἕξει ποιῆσαι τοιοῦτον. ἀλλὰ μὴν τῶν γε προγεγενημένων ἔχω μὲν ὑπερβαλεῖν τὰς πράξεις τοῖς ἤδη διὰ σοῦ κατειργασμένοις, οὐ γλίσχρως, ἀλλʼ ἀληθινῶς· ὅστις γὰρ ἔθνη τοσαῦτα τυγχάνεις κατεστραμμένος3 ὅσας οὐδεὶς πώποτε τῶν Ἑλλήνων πόλεις εἷλε, πῶς οὐκ ἂν πρὸς ἕκαστον αὐτῶν ἀντιπαραβάλλων ῥᾳδίως ἂν ἐπέδειξα μείζω σε κἀκείνων διαπεπραγμένον;

因此,在后世之人中,纵使有人天资出类拔萃,也绝无可能成就此等功业。不仅如此,至于前代之人,我确实能够用你已经成就的功绩超越他们的作为,这并非出于牵强附会,而是实事求是;因为既然你所降服的民族如此众多,历来没有任何一个希腊人曾攻克过这般数量的城邑,倘若我将你与他们一一对照,我怎会不能轻而易举地证明你所成就的事业甚至超越了他们?

§143

ἀλλὰ γὰρ εἱλόμην ἀποσχέσθαι τῆς τοιαύτης ἰδέας διʼ ἀμφότερα, διά τε τοὺς οὐκ εὐκαίρως αὐτῇ χρωμένους, καὶ διὰ τὸ μὴ βούλεσθαι ταπεινοτέρους ποιεῖν τῶν νῦν ὄντων τοὺς ἡμιθέους εἶναι νομιζομένους.

然而,我选择放弃这种对照手法,其原因有二:一是因为有人不合时宜地滥用它,二是因为我不愿使那些被视为半神的人显得比今人更为卑微。

§144

ἐνθυμοῦ δʼ, ἵνα τι καὶ τῶν ἀρχαίων εἴπωμεν, ὅτι τὸν Ταντάλου πλοῦτον καὶ τὴν Πέλοπος ἀρχὴν καὶ τὴν Εὐρυσθέως δύναμιν οὐδεὶς ἂν οὔτε λόγων εὑρετὴς οὔτε ποιητὴς ἐπαινέσειεν, ἀλλὰ μετά γε τὴν Ἡρακλέους ὑπερβολὴν καὶ τὴν Θησέως ἀρετὴν τοὺς ἐπὶ Τροίαν στρατευσαμένους καὶ τοὺς ἐκείνοις ὁμοίους γενομένους ἅπαντες ἂν εὐλογήσειαν.

请谨记——为了我们也提及一些古代之事——无论是演说创作者还是诗人,绝无人会去赞美坦塔罗斯的财富、珀罗普斯的统治或欧律斯透斯的权势,而是在赫拉克勒斯的非凡卓绝与忒修斯的美德之后,所有人都会颂扬那些远征特洛伊的人以及与他们并驾齐驱之人。

§145

καίτοι τοὺς ὀνομαστοτάτους καὶ τοὺς ἀρίστους αὐτῶν ἴσμεν ἐν μικροῖς πολιχνίοις καὶ νησυδρίοις τὰς ἀρχὰς κατασχόντας. ἀλλʼ ὅμως ἰσόθεον καὶ παρὰ πᾶσιν ὀνομαστὴν τὴν αὑτῶν δόξαν κατέλιπον· ἅπαντες γὰρ φιλοῦσιν οὐ τοὺς σφίσιν αὐτοῖς μεγίστην δυναστείαν κτησαμένους, ἀλλὰ τοὺς τοῖς Ἕλλησι πλείστων ἀγαθῶν αἰτίους γεγενημένους.

然而我们知晓,他们之中最名垂青史、最杰出的人物,昔日所执掌权柄的不过是微末城镇与偏狭小岛;尽管如此,他们却留下了等同于神灵且名扬万邦的荣耀。因为所有人所珍视的,绝非那些为自身攫取最大权柄之人,而是那些为希腊人带来最多善果的缔造者。

§146

οὐ μόνον δʼ ἐπὶ τούτων αὐτοὺς ὄψει τὴν γνώμην ταύτην ἔχοντας, ἀλλʼ ἐπὶ πάντων ὁμοίως· ἐπεὶ καὶ τὴν πόλιν ἡμῶν οὐδεὶς ἂν ἐπαινέσειεν, οὔθʼ ὅτι τῆς θαλάττης ἦρξεν οὔθʼ ὅτι τοσοῦτον πλῆθος χρημάτων εἰσπράξασα τοὺς συμμάχους4 εἰς τὴν ἀκρόπολιν ἀνήνεγκεν, ἀλλὰ μὴν οὐδʼ ὅτι πολλῶν πόλεων ἐξουσίαν ἔλαβε, τὰς μὲν ἀναστάτους ποιῆσαι, τὰς δʼ αὐξῆσαι, τὰς δʼ ὅπως ἐβουλήθη διοικῆσαι·

你将看到,世人不仅对这些人抱持这种看法,对所有事物亦复如是;因为甚至对于我们的城邦,也绝无人会因她曾统治海洋、或从盟友处征收如此巨额的钱财并运上卫城而赞美她,甚至更不会因她掌握了统治众多城邦的权柄、以致能随意摧毁一些、壮大另一些、或随心所欲治理其他城邦而赞美她。

语法注4 条
  1. 138πρὸ πολλοῦ δʼ ἂν ἐποιησάμην

    习惯短语 πρὸ πολλοῦ ποιεῖσθαι(极其珍视、大为期望)与 ἄν 及直陈式过去时(不定过去时)ἐποιησάμην 连用,构成与过去事实相反的虚拟语气:「(倘若可行)我必会视为弥足珍贵」。后接的不定词短语 οἷόν τʼ εἶναι 作该动词的宾语。

  2. 139ὧν ἄξιον θαυμάζειν, εἰ ... μὴ νομίζουσιν ἂν ... διαλυθῆναι

    ὧν 为连接性关系代名词,指代前文的 πολλοὶ τῶν Ἑλλήνων(属格依附于 θαυμάζειν,意为“因他们而惊异”)。由情感动词 θαυμάζω 引出的从句接 εἰ,表示惊异的理由(“如果/竟然认为……”)。间接引语中的 ἂν ... διαλυθῆναι 是带 ἄν 的不定词(相当于潜在或反实直陈/希求法);由于处在 εἰ 从句中,否定 νομίζουσιν 时使用了 μή 而非 οὐ。

  3. 142ὅστις γὰρ ἔθνη τοσαῦτα τυγχάνεις κατεστραμμένος

    ὅστις 引导表示原因的关系从句(相当于拉丁语的 quippe qui,“既然你……”)。κατεστραμμένος 为完成时中动态/被动态分词,此处具主动及及物含义(“已经征服、使之臣服”),与 τυγχάνεις 连用作补充分词。

  4. 146εἰσπράξασα τοὺς συμμάχους

    动词 εἰσπράττω(征收、讨取)支配人(征收对象)和物(款项)的双重宾格。此处 τοὺς συμμάχους(盟友)与前置的 τοσοῦτον πλῆθος χρημάτων(如此巨款)皆为宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:138-146